Contra Marcellum

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Ἐπισκήψας τοῖς εἰρηκόσιν τὸν υἱὸν τοῦ θεοῦ ἀληθῶς υἱὸν εἶναι ζῶντα καὶ ὑφεστῶτα τὴν ἑαυτοῦ δόξαν φανερὰν καθίστησιν αὐταῖς συλλαβαῖς γράφων οὕτως

(No. 42) οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν »ἐπ’ ἐσχάτων τῶν ἡμερῶν«, ὡς καὶ αὐτὸς γέγραφεν, καὶ [τὸ] γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος.

εἶτα προϊὼν ἑξῆς ἀίδιον αὐτὸν λέγει, ἀγένητον αὐτὸν οὕτως ὁριζόμενος. γράφει δὲ οὕτως

(Nr. 48) ἀκούεις τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης ἀιδιότητι;

καὶ διὰ τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου· »ἐν ἀρχῇ ἦν ὁ λόγος« λέγων »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«. τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται.
καὶ μεθ’ ἕτερα ἐπιλέγει
(Nr. = 81) πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἢ λόγος ἦν.

καὶ προστίθησιν, ὅτι οὐδὲ »εἰκὼν« ἦν »τοῦ θεοῦ τοῦ ἀοράτου«, φάσκων

(Nr. 82) οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ’ ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ.
καὶ αὖθις μεθ’ ἕτερα ἐπιφέρει
(Nr. 49) τί τοίνυν ἦν τὸ κατελθὸν τοῦτο πρὸ τοῦ ἐνανθρωπῆσαι; πάντως πού φησιν· πνεῦμα. εἰ γάρ τι παρὰ τοῦτο ἐθέλοι λέγειν, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς τὴν παρθένον εἰρηκὼς ἄγγελος »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σὲ«. εἰ δὲ πνεῦμα εἶναι φήσει, ἄκουε τοῦ σωτῆρος λέγοντος »πνεῦμα ὁ θεός«.

σαφῶς ἐντεῦθεν τοῦ σωτῆρος | περὶ τοῦ πατρὸς εἰρηκότος »πνεῦμα ὁ θεός«, ἐλέγχεται Μάρκελλος αὐτὸν τὸν πατέρα ἐνηνθρωπηκέναι εἰπών. ὁ δ’ ἔτι μᾶλλον φιλοτιμεῖται, γράφων ὧδε

(Nr. 39) καὶ μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ λόγον καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, ἀλλ’ ἀληθῆ ὄντα λόγον.

καὶ αὖθις προστίθησιν ταῦτα τοῖς εἰρημένοις

(Nr. 62) εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος.

καὶ ἔτι μᾶλλον τοῦτο κατασκευάζει δι’ ὧν ἐν τοῖς ἑξῆς οὕτω γράφει

(Nr. 31) τὸ μὲν οὖν πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι φῆσαι, ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίγνεται πατρός. θάτερον δ’ οὐκέτι ὑγιῶς οὐδ’ εὐσεβῶς αὐτῷ παρείληπται.

τὸ γὰρ
41v
μὴ λόγον εἶναι φῆσαι τὸν ἐξ αὐτοῦ προελθόντα καὶ τοῦτον εἶναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον, ἀλλ’ ἁπλῶς υἱὸν μόνον, ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἴωθεν.
καὶ ἐν τούτοις μὲν γυμνῇ τῇ κεφαλῇ τὸν μὲν υἱὸν ἠρνήσατο, ψιλὸν δὲ λόγον ὥσπερ τινὰ προστακτικὸν τῶν ποιητέων εἰσάγων δῆλός ἐστιν ἐξ ὧν ἐπιφέρει λέγων
(Nr. 41) ὃν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί.

Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει » τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν «. αὖθίς τε 〈ὁ〉 αὐτὸς » ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς « . Σολομὼν δὲ » ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλαντο«. Ἡσαΐας τε » ἐκ γὰρ Σιὼν ἐξελεύσεται « ἔφη » νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ «.

καὶ αὖθις Ἱερεμίας » ᾐσχύνθησαν σοφοὶ « φησὶν » καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον τοῦ κυρίου ἀπεδοκίμασαν «. καὶ Ὡσηὲ 〈δὲ〉 ὁ προφήτης » ἐμίσησαν « 〈ἔφη〉 » ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο «. Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων 〈 » ἐκ Σιὼν « 〉 ἔφη » ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ «.

τοσαῦτα συνάγων περὶ τοῦ προστακτικοῦ λόγου ῥητὰ Μάρκελλος τοιοῦτόν τινα εἶναί φησιν καὶ τὸν » ἐν ἀρχῇ πρὸς τὸν θεὸν « θεὸν λόγον. διὸ ἐπάγει φάσκων

(Nr. 46) ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς 〈καὶ〉 διαρρήδην ἐν ἀρχῇ τοῦ εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων. οὕτως | ἔφη » ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος «. οὐ μιᾷ μαρτυρία χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου σημαίνει.

καὶ προστίθησιν τούτοις ἐπιλέγων ἑξῆς

(Nr. 47) ἵν’ ἐν μὲν τῷ φῆσαι » ἐν ἀρχῇ ἦν ὁ λόγος « δείξῃ δυνάμει ἐν τῷ πατρὶ εἶναι τὸν λόχον ([ἐν] ἀρχὴ γὰρ ἁπάντων τῶν γεγονότων ὁ θεὸς » ἐξ οὗ τὰ πάντα «), ἐν δὲ τῷ » καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν « ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον (» πάντα « γὰρ » δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν «),

ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· » ἐν ἐμοὶ « γάρ φησιν » ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί «.
καὶ ἔτι τούτοις προστίθησιν, ἀπογυμνῶν τὸν ἴδιον νοῦν δι’ ὧν ἑξῆς ἐπάγει, λέγων
(Nr. 28) ὁ τοίνυν ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης τῆς ἀιδιότητος αὐτοῦ μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, » ἐν ἀρχῇ ἦν ὁ λόγος« λέγων » καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«.

οὐδὲν γενέσεως ἐνταῦθα μνημονεύων τοῦ λόγου, ἀλλ’ ἐπαλλήλοις τρισὶν μαρτυρίαις χρώμενος, ἐβεβαίου ἐν ἀρχῇ τὸν λόγον εἶναι.
καὶ προστίθησιν τούτοις λέγων
(Nr. 61) τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀνθρώπῳ διαφέρειν γιγνώσκομεν, τὴν δὲ κατὰ πνεῦμα ἀιδιότητα ἡνῶσθαι τῷ πατρὶ πεπιστεύκαμεν.

τούτοις προϊὼν ἑξῆς ἐπιλέγει ταῦτα

(Nr. 64) εἰ οὖν αὐτὸς λέγει ταῦτα » ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω «, καὶ αὖθις » καὶ ὁ λόγος, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός « καὶ » πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν « , δῆλον ὅτι εἰκότως κἀκεῖνο ἔλεγεν » ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί « , ἵνα ἐν θεῷ μὲν ᾖ ὁ λόγος ὁ τοῦτο λέγων, ἐν δὲ τῷ λόγῳ ὁ πατήρ, ὅτι δύναμις τοῦ πατρὸς ὁ λόγος.

» θεοῦ « γὰρ αὐτὸν » δύναμιν καὶ θεοῦ σοφίαν « ἀξιόπιστος εἴρηκεν μάρτυς. οὐ διὰ τὴν ἐν ἅπασιν οὖν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς Ἀστέριος ἔφη, ὁ σωτὴρ λέγει » ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν « , ἀλλὰ διότι ἀδύνατόν ἐστιν, ἢ λόγον θεοῦ
42r
ἢ θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι λόγου. ἐπεὶ εἰ διὰ τὴν ἐν ἅπασιν συμφωνίαν τοῦτο εἰρηκέναι τὸν σωτῆρα Ἀστέριος οἴεται, καὶ μὴ
τῇ δευτέρᾳ οἰκονομίᾳ προσέχων τἀληθὲς μανθάνειν ἐθέλει, ἀναγκαῖόν ἐστιν ὑπομνῆσαι αὐτόν, πῶς ἐνίοτε [τὸ] κατὰ τὸ [σὴν] φαινόμενον ἀσυμφωνίαν ἐστὶν ἰδεῖν.

οὕτω γὰρ ἡμᾶς τὰ ῥητὰ διδάσκει. ποία γὰρ ἐν καιρῷ τοῦ πάθους συμφωνία τοῦτο λέγοντος » πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο « , ἐπιφέροντος δὲ κἀκεῖνο » πλὴν μὴ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ « . οὐ συμφωνοῦντος γὰρ ἦν πρῶτον μὲν τὸ λέγειν » παρελθέτω τὸ ποτήριον τοῦτο « · οὐδὲν δὲ ἐχόμενον συμφωνίας καὶ τὸ ἐπιφερόμενον εἶναι δοκεῖ, λέγει γὰρ | μὴ τὸ ἐμὸν. ἀλλὰ τὸ σὸν γενέσθω. πάτερ, θέλημα «.

18 ἀκούεις ὅπως ἀσυμφωνίαν κατὰ τὸ φαινόμενον δηλοῖ τὸ γράμμα, τοῦ μὲν θέλοντος, ‹ τοῦ δὲ μὴ θέλοντος〉. ὅτι μὲν γὰρ ἐβούλετο ὁ πατὴρ δῆλον ἀφ’ ὧν ὃ ἐβούλετο γέγονεν· ὅτι δὲ οὐκ ἐβούλετο ὁ υἱὸς δῆλον δι’ ὧν παραιτεῖται. καὶ αὖθις » οὐ ζητῶ « φησὶν » τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός «.

15 πῶς οὖν διὰ τὴν ἐν ἅπασιν συμφωνίαν τὸν σωτῆρα εἰρηκέναι φησὶν » ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν « ;
καὶ μετὰ βραχέα ἐπιλέγει
(Nr. 65) πῶς συμφωνίαν ἔχειν πρὸς τὸν πατέρα ὁ υἱὸς δύναται ἢ ὁ πατὴρ πρὸς τὸν υἱόν, τοῦ υἱοῦ » πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν « λέγοντος. ἄντικρυς γὰρ πλεονεκτοῦντος ἦν τοῦ υἱοῦ τὸν πατέρα τὸ λέγειν » πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν « .

τούτου γὰρ χάριν παρεὶς τὸ πάντα ὅσα ἔχει ὁ πατὴρ κοινά ἐστιν εἰπεῖν » πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν « ἔφη. καίτοι οὐκ ἦν ἴδιον τοῦ συμφωνοῦντος οὕτω λέγειν, ἀλλά· πάντα ὅσα ἔχει ὁ πατὴρ κοινά ἐστιν. εἰ γὰρ αἱ τῶν ἀποστόλων Πράξεις τὴν τῶν τηνικαῦτα προσιόντων τῇ πίστει συμφωνίαν ἐπαινοῦσαι » πάντα ἦν αὐτοῖς κοινὰ « ἔφασαν, καὶ ἐπ’ ἀνθρώπων τῶν συμφωνεῖν δυναμένων κοινὰ εἶναι πάντα νομίζειν ὀφείλει, πόσῳ μᾶλλον ἔδει τὸν πατέρα καὶ τὸν υἱὸν κοινωνίας μετέχειν, εἰς δύο ὑποστάσεις διῃρημένους; νυνὶ δὲ ἐν μὲν τῷ λέγειν » πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν « πλεονεκτῶν ὁ υἱὸς τὸν πατέρα φαίνεται· ἐν δὲ τῷ φάσκειν μηδὲ τοῦ ἑαυτοῦ λόγου κύριον εἶναι, ἀλλὰ καὶ τούτου τὸν πατέρα