Contra Marcellum

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Τὴν τοῦ Γαλάτου πίστιν ἢ καὶ μᾶλλον τὴν ἀπιστίαν τὴν εἰς τὸν υἱὸν τοῦ θεοῦ. καιρὸς ἤδη καλεῖ μετὰ τὴν ἔκθεσιν τῶν ὑπ’ αὐτοῦ διαβληθέντων εἰς φῶς ἀγαγεῖν, καὶ | τὴν χρόνοις μακροῖς ἐνδομυχήσασαν τῷ ἀνδρὶ κακοδοξίαν βραχὺ περιελθόντας τοῦ τῆς ἐπιστολῆς προσχήματος ἀπογυμνῶσαι. δεῖξαί τε τοῖς πᾶσιν διὰ τῆς τῶν αὐτοῦ φωνῶν μαρτυρίας οἷός τις ὢν τῆς Χριστοῦ καθηγεῖτο

40r
ἐκκλησίας ἄνθρωπος μήτε εἶναι μήτε προϋφεστάναι μήτε ὅλως πώποτε υἱὸν ὑπάρξαι τῷ θεῷ πρὸ τοῦ τεχθῆναι διὰ τῆς παρθένου δοξάζων, αὐτὸ δὲ μόνον εἶναι λόγον φάσκων, συμφυᾶ τῷ θεῷ, ἀιδίως αὐτῷ συνόντα καὶ ἡνωμένον, οἷος ἂν εἴη καὶ ὁ ἐν ἀνθρώπῳ λόγος.

τούτῳ γὰρ αὐτὸς χρῆται τῷ παραδείγματι, λόγον εἶναι φήσας ἔνδον ἐν αὐτῷ τῷ θεῷ, ποτὲ μὲν ἡσυχάζοντα, ποτὲ δὲ σημαντικῶς ἐνεργοῦντα,

μόνῃ τε ἐνεργείᾳ προϊόντα τοῦ πατρός, ὡς ἂν καὶ ἡμεῖς τι προστάττοντες ἐν τῷ λέγειν τι καὶ λαλεῖν ἐνεργήσαιμεν. ὅτι δ’ οὐκ ἄν τις οὕτω γε εἴποι υἱὸν εἶναι τὸν σημαντικὸν καὶ ἐνεργητικὸν λόγον παντί τῳ δῆλον. ὁ δὲ τοῦτο δοὺς ἐπὶ τοῦ θεοῦ, οὐκ οἶδ’ ὅπως τὸν μὴ ὑφεστῶτα λόγον τὴν σάρκα ἀνειληφέναι καὶ ἐνεργῆσαι ἐν αὐτῇ φησιν

καὶ τότε Χριστὸν γενέσθαι καὶ Ἰησοῦν καὶ βασιλέα καὶ εἰκόνα τοῦ θεοῦ καὶ ἀγαπητὸν καὶ υἱὸν δεδοξασμένον, καὶ δὴ καὶ πρωτότοκον πάσης κτίσεως, μὴ ὄντα πρότερον, τότε γενέσθαι καίπερ οὐχ ὑφεστῶτα· τὸ δὲ παράδοξον τοῦ λόγου, ἄρξασθαί γε ἀπὸ τετρακοσίων οὐδὲ ὅλων ἐτῶν τούτων ἁπάντων καὶ πάλιν τούτων ἀθρόως παυθήσεσθαι μετὰ τὸν τῆς κρίσεως καιρόν, τοῦ μὲν λόγου ἑνουμένου τῷ θεῷ, ὡς μηδὲν ἕτερον εἶναι πλὴν τοῦ θεοῦ, τῆς δὲ σαρκὸς ἧς ἀνείληφεν ἐρήμου καταλειφθησομένης ὑπὸ τοῦ λόγου, ὡς μήτε τὸν υἱὸν τοῦ θεοῦ τότε ὑφεστάναι, μήτε τὸν υἱὸν τοῦ ἀνθρώπου ὃν ἀνείληφεν.

15 καὶ δὴ εἰς τοῦτο τέλους καταστρέφει, ὥσπερ κεκωφωμένος καὶ μήτε τοῦ ἀγγέλου Γαβριὴλ ἀκούων, εὐαγγελιζομένου τὴν θεοτόκον σαφῶς τε καὶ διαρρήδην περὶ τοῦ ἐξ αὐτῆς τεχθησομένου καὶ »ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα« προελευσομένου φάσκοντος »ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος«, μήτε Δανιὴλ τοῦ μεγάλου προφήτου τὰς φωνὰς συνιείς, αὐτὰ ταῦτα ἐπισφραγιζομένου δι’ ὧν ἐν θείῳ πνεύματι προεφώνει λέγων »καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν | ἡμερῶν ἔφθασεν· καὶ ἔμπροσθεν αὐτοῦ προσηνέχθη.

καὶ αὐτῷ ἐδόθη ‹ἡ› ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται«. ἀλλ’ οὐδὲ Ἡσαΐας αὐτὸν ἔπεισεν, περὶ τῆς ἀτελευτήτου βασιλείας τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὧδε καὶ αὐτὸς θεσπίζων »ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν,

οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρὸς ἐξουσιαστής, ἄρχων

εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. ἄξω γὰρ εἰρήνην καὶ ὑγίειαν αὐτῷ.

μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται τέλος, ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, τοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τοὺς αἰῶνας«.

τούτοις γοῦν σύμφωνα ἦν καὶ ἅπερ ὁ Γαβριὴλ τὴν παρθένον εὐηγγελίζετο, »εἰς τοὺς αἰῶνας«

40v
βασιλεύσειν τὸν ἐξ αὐτῆς λέγων »καὶ τῆς βασιλείας αὐτοῦ« μὴ ἔσεσθαι τέλος. Μάρκελλος δὲ ὅπως τούτοις ἅπασιν ἐναντία γράφειν ἐτόλμα, μάθοις ἂν ἐκ τῶν αὐτοῦ φωνῶν, δι’ ὧν ὁμοῦ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ υἱοῦ τοῦ θεοῦ ἠρνεῖτο καινότερον ἢ κατὰ πᾶσαν ἄθεον αἵρεσιν.

τῶν γὰρ ἑτεροδόξων οἱ μὲν μὴ προεῖναι μηδὲ προϋπάρχειν τὸν υἱὸν τοῦ θεοῦ φάντες, ἄνθρωπον εἶναι αὐτὸν τοῖς λοιποῖς ὅμοιον ὑποθέμενοι ἐξ ἀνθρώπου, υἱοθεσία τετιμῆσθαι αὐτὸν ἔφασαν, καὶ τοῦτο δόντες ἀθάνατον καὶ ἀτελεύτητον αὐτῷ τιμὴν καὶ δόξαν καὶ βασιλείαν αἰώνιον ὡμολογήκασιν· οἱ δὲ τὸν ἄνθρωπον ἀρνησάμενοι υἱὸν εἶναι θεοῦ θεὸν προόντα ὑπεστήσαντο. ἀλλ’ οἱ μὲν τῆς ἐκκλησίας ἀλλότριοι μέχρι τοσούτου πλάνης ἤλασαν. ὁ δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ τοσούτοις καθηγησάμενος χρόνοις τὴν ὕπαρξιν ⟨ἀν⟩αιρεῖ τοῦ υἱοῦ τοῦ θεοῦ, τῷ ⟨τε⟩ αὐτοῦ λειτουργήσας θυσιαστηρίῳ ἑαυτὸν μὲν αἰωνίου καὶ ἀθανάτου ζωῆς τεύξεσθαι τάχα που πιστεύει, τὸν δ’ ἀρχιερέα ταύτης ἀποστερεῖ.

ἔχομεν δὲ »ἀρχιερέα μέγαν« κατὰ τὸν ἀπόστολον »διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ«, ὃν οὔτε προεῖναι οὔτε προϋφεστάναι τολμᾷ λέγειν, ἀλλὰ μηδὲ ἔσεσθαι μηδὲ τοῖς ἁγίοις τοῦ θεοῦ συνέσεσθαι κατ’ αὐτὴν ἐκείνην τὴν ἐπαγγελίαν τῆς τῶν οὐρανῶν βασιλείας. τηνικαῦτα γὰρ τῶν ἁγίων ἁπάντων μεθεξόντων τῆς τοῦ θεοῦ βασιλείας ἐν ἀφθάρτοις καὶ ἀθανάτοις σώμασιν, | μόνον τὸν Χριστὸν καὶ τὴν σάρκα ἣν ἀνείληφεν ἀποστερεῖ αὐτῆς.

καὶ οὐ φρίττει τὸν ἀρχηγὸν τῆς ἀναστάσεως, τὸν τῆς αἰωνίου ζωῆς τοῖς πᾶσιν αἴτιον, ἐκπεσεῖσθαι τῆς βασιλείας οὐ μόνον. ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς ἀποφαινόμενος· ὥσπερ ἂν εἴ τις ὀφθαλμοὺς μὲν δῷ, φῶς δὲ τὸ τῆς τούτων χορηγὸν ἐκλάμψεως ἀνέλοι. καὶ οὔτε ὁ τοσοῦτος τοῦ θεοῦ ἄγγελος Γαβριὴλ οὔτε ὁ μέγας προφήτης Δανιὴλ, περὶ οὑ ἐλέχθη »μὴ σύ σοφώτερος εἶ τοῦ Δανιήλ;« οὔτε ὁ τοσοῦτος Ἡσαΐας οὔθ’ ὁ λοιπὸς τῶν προφητῶν χορὸς τοιαῦτα μὴ γράφειν μηδὲ φρονεῖν τὸν ἄνδρα ἔπεισαν,

οὔτ’

αὐτοὶ Ἰουδαῖοι, παρ’ οἷς ὁ προσδοκώμενος εἰσέτι νῦν Χριστός, ὃν Ἠλειμμένον καλεῖν εἰώθασιν, ἀγήρω τὴν βασιλείαν καὶ 〈ἀ〉θάνατον ἕξειν ἐλπίζεται. ἀλλὰ καὶ τούτων γέγονε χείρων ὁ καὶ εἰς τὴν ἀρχὴν ὁμοῦ καὶ εἰς τὸ τέλος τοῦ υἱοῦ τοῦ θεοῦ ἀσεβῆσαι τολμήσας ὃν οὐδ’ αὐτὸς ὁ θεῖος ἀπόστολος κατεδυσώπησεν μὴ τοιαῦτα ἀσεβεῖν, ἄντικρυς λέγων »πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν«, καὶ κληρονόμους μὲν ἡμᾶς ἔσεσθαι τοῦ θεοῦ, οὐ μὴν δίχα Χριστοῦ, »κληρονόμοι« γάρ φησιν

»θεοῦ, συγκληρονόμοι δὲ τοῦ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν«. καὶ πάλιν »εἰ δὲ ἀπεθάνομεν« φησὶν »σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύσει«,

καὶ αὖθις »τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν«. οὐκοῦν ἡ αἰώνιος ζωὴ οὐκ ἄλλως ἡμῖν πορισθήσεται ἢ »ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν«· καὶ ἡ ἐλπὶς ἡμῶν οὐχ ἁπλῶς ζῆσαι, ἀλλὰ σὺν αὐτῷ δοξασθῆναι καὶ σὺν αὐτῷ κληρονομῆσαι καὶ σὺν αὐτῷ βασιλεῦσαι· πάντα γὰρ ἡμῖν ἐκ τῆς αὐτοῦ κοινωνίας ὑπάρξει.

ὃ διδάσκει ὁ αὐτὸς φήσας »πιστὸς ὁ θεός, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν«. τίς δ’ ἡ κοινωνία, παρίστησιν »καὶ συνήγειρεν« λέγων »καὶ συνεκάθισεν

41r
ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ«.

ὁ δ’ αὐτὸς καὶ ταῦτα περὶ τοῦ σωτῆρος ἐδίδασκεν φάσκων »ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσιόντας δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν«. |

οὐ μὴν ἀλλὰ καὶ τὸν Μελχισεδὲκ »εἰς τὸ διηνεκὲς« ἱερέα μένειν ἔλεγεν διὰ τὸ ἀφωμοιωμένον εἶναι »τῷ υἱῷ τοῦ θεοὺ«. ἀλλ’ ὅτι μὲν τούτοις ἅπασιν Μάρκελλος τἀναντία γράφειν ἐτόλμα μικρὸν ὕστερον παρατεθήσεται, νυνὶ δὲ ὅπως ἐφρόνει περὶ τοῦ μηδὲ τὴν ἀρχὴν εἶναι μηδ’ ὑφεστάναι τὸν τοῦ θεοῦ υἱὸν θεασώμεθα πρότερον.