Contra Marcellum

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἐπάκουσον οὖν ὅπως γράφει λέγων

(Nr. 23) διὰ τοῦτο τοίνυν δοκεῖ μοι καλῶς ἔχειν ἔτι περὶ ὧν μηδέπω πρότερον διῆλθον νυνὶ διελθεῖν.

τὰ γὰρ πλεῖστα τῶν ὑπ’ αὐτοῦ γραφέντων ἐκ τῶν ἤδη προειρημένων ἡμῖν γέγονεν δῆλα. »ἐκ γαστρὸς« φησὶν »πρὸ ἑωσφόρου ἐξεγέννησά σε« ᾤετο γὰρ πάντως που τὴν ἐξ πρόθεσιν κλαπεῖσαν συνδραμεῖσθαι τῇ τῆς αἱρέσεως γνώμῃ. διὸ τὸ κυριώτατον τῆς συλλαβῆς ἐξελὼν τὴν ἀρχαίαν αὐτοῦ ἀναγέννησιν σημῆναι ἐβουλήθη.
καὶ ἐπειδήπερ ἐν τούτοις ἰσχυρῶς διετείνατο περὶ τοῦ οἰκείου σφάλματος τὸν ὀρθῶς γράψαντα μεμψάμενος, οὐδὲν αὐτὸς εἰπών, τοῖς ἐντυγχάνουσιν τὴν αὐτὴν τῆς ἀναγνώσεως παραδίδωσι μαρτυρίαν.

προϊὼν δ’ αὖθις ὁ αὐτὸς εἰσάγει τὸν σωτῆρα λέγοντα »ἐγώ εἰμι ἡ ἡμέρα«, ὧδέ πη φάσκων

(Nr. 25) σκότους γὰρ ὄντος πρότερον διὰ τὴν τῆς θεοσεβείας ἄγνοιαν, τῆς δὲ ἡμέρας φαίνεσθαι μελλούσης (»ἐγὼ« γάρ »εἰμι« φησὶν »ἡ ἡμέρα«) εἰκότως τὸν ἀστέρα ἑωσφόρον ὀνομάζει.

καὶ ἐν ἑτέρῳ τόπῳ φησὶν

(Nr. 37) ἐπειδὴ [τὴν] μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα.
καὶ αὖθις προϊὼν τοῦ ἀποστόλου τίθησιν τὸ
(Nr. 1) »ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν«.

καὶ τί με δεῖ μηκύνειν, παρὸν τῷ βουλομένῳ ἐκ τῶν εἰρημένων τὰ παραπλήσια ἐκ τοῦ παντὸς συγγράμματος ἀναλέγεσθαι καὶ τὸ εὐχερὲς

τοῦ ἀνδρὸς ἐποπτεύειν. ἐξ ἧς εὐχερείας ἀκούσει αὐτοῦ τὸν Σολομῶνα προφήτην ἀποκαλοῦντος πολλάκις καὶ τὰς Παροιμίας προφητείας ὀνομάζοντος·

ὥσπερ οὖν ἐν οἷς φησιν

(Nr. 110) τούτου γὰρ χάριν ὁ ἁγιώτατος προφήτης Σολομὼν »δέξασθαί τε στροφὰς λόγων« ἔφη, καὶ πάλιν »ῥήσεις τε σοφῶν καὶ αἰνίγματα«
τὴν παροιμίαν προφητείαν ὀνομάζει, καὶ αὖθις
(Nr. 111) διό μοι δοκεῖ ὁ σοφώτατος οὗτος προφήτης καὶ τὰ πρῶτα ῥήματα τῆς προφητείας παροιμιωδῶς εἰρηκέναι.

καὶ δεύτερον δὲ καὶ τρίτον καὶ πολλάκις, ὡς ἔφην, τοῦτο ποιεῖ, ἀγνοῶν ὅτι »διαιρέσεις χαρισμάτων εἰσὶν« εἰ καὶ τὸ »αὐτὸ πνεῦμα« καὶ ἄλλῳ μὲν »δίδοται λόγος σοφίας« κατὰ τὸν ἀπόστολον. »ἄλλῳ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ προφητείαι. διόπερ ὁ Σολομὼν σοφίας μὲν εἰληφὼς χάρισμα μεμαρτύρηται· |

»καὶ ἔδωκεν γὰρ κύριος τῷ Σολομῶνι σοφίαν« , ὡς ἡ γραφή φησιν. »καὶ ἐσοφίσθη ὑπὲρ πάντας ἀνθρώπους«· οὕτε δὲ τὸν βίον προφητικὸν ἐσχηκὼς οὕτε τὸν τῆς προφητείας χαρακτῆρα, τὸν ἀπὸ τοῦ »τάδε λέγει κύριος« τῶν τε ὁμοιοτρόπων γνωριζόμενον, διὰ τῶν οἰκείων ἐμφαίνει λόγων.

ὁ δὲ τούτων οὐδὲν ἰδών, ὥσπερ τι χαριζόμενος τῷ ἀνδρὶ προφήτην αὐτὸν καλεῖ, οὐ

34r
συνιεὶς ὅτι οἱ προφῆται »περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι. θλιβόμενοι, κακουχούμενοι«. καὶ τὰς Παροιμίας δὲ αὐτοῦ προφητείαν εἶναι λέγει, [εἰ] μηδαμοῦ τῆς θείας γραφῆς διδασκούσης, αὐτοῦ δὲ τοῦ σοφωτάτου σὺν θείῳ πνεύματι ταύτῃ μὲν τῇ βίβλῳ ΠΑΡΟΙΜΙΑΙ ὄνομα θέντος, τῇ δὲ ἑτέρα ΕΚΚΛΙΣΙΑΣΙΑΣΤΗΣ καὶ τῇ τρίτῃ ΑΙΣΜΑΤΑ ΑΙΣΜΑΤΩΝ,

οὐκ ἀθεεὶ οὐδ’ ἀνθρωπίνῳ λογισμῷ ταύταις ἐπιβάλλοντος ταῖς ἐπηγορίαις. ἀλλὰ καὶ αὐτὴν τὴν θεόπνευστον αὐτοῦ γραφὴν δι’ Ἑλληνικῶν πειρᾶται παραδειγμάτων ἑρμηνεύειν. οὐκ ἐπακούσας Παύλου τοῦ ἀποστόλου λέγοντος »ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου, πνευματικὰ ‹πνευματικοῖς› συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν. καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται«. καὶ ταῦτα δὲ ἀγνοήσας ὁ γενναῖος πειρᾶται ἡμῖν ἐξ Ἑλληνικῶν ἀναγνωσμάτων τὴν τῶν θείων Παροιμιῶν διάνοιαν παρατιθέναι, τοῦτον γράφων αὐτοῖς ῥήμασιν τὸν τρόπον