Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εύφρανθήσεσθαι δε αύτούς έναντίον αύτού η προφητεία θεσπίζει δίκη ν τών εύφραινοιμένων έν άμητώ. ποίω δε τούτω ή περϊ [*](1 Jo. 2, 11.)

v.3.p.593
οὗ διδάσκων αὐτὸς ἔλεγεν ‟ ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.” ἐδήλου δὲ διὰ τούτων τὴν τῶν ἐθνῶν ἐπισυναγωγήν. περὶ τῶν αὐτῶν δὲ εἴρηται ὅτι ‟εὐφρανθήσονται ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.”

διελόμενοι γοῦν εἰς ἀλλήλους τὰς χώρας τῶν ἐθνῶν καὶ τὴν ὑφ’ ἥλιον πᾶσαν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί τε καὶ εὐαγγελισταὶ μυρίους ὅσους ἐσκύλευσαν ἄρχοντας τοῦ αἰῶνος τούτου, τοὺς πρότερον τῶν ἐθνῶν κρατοῦντας. οὐ μὴν ἀλλὰ καὶ ἄλλο αἴτιον τοῦ εὐφρανθήσεσθαι αὐτούς φησι, τὸ ἦρθαι ἀπ’ αύτῶν τὸν σωματικὸν τοῦ νόμου ζυγὸν, τὸν πάλαι πρότερον ἐπικείμενον αὐτοῖς, ὃν οὔτε αὐτοὶ οὔτε οἱ πατέρες αὐτῶν ἠδυνήθησαν βαστάσαι.

οὐ μόνον δὲ ὁ ζυγὸς ἀφῄρηται αὐτῶν, ἀλλὰ καὶ ἡ ῥάβδος τῶν ἀπαιτούντων, ἡ πρότερον ἐπὶ τοῦ τραχήλου αὐτῶν ἐπικειμένη. δηλοῖ δὲ τοὺς ἀπαιτοῦντας ἐν ἑτέρῳ λέγων ‟ λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καίοι ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.”

ἀλλ’ οὗτοι μὲν οἶ ἀπὸ τῆς Ζαβουλὼν καὶ Νεφθαλείμ τὸ μέγα φῶς τεθεαμένοι εὐφρανθήσονται διὰ τὰ προειρημένα, οἱ δὲ πάλαι ἀπαιτοῦντες αὐτοὺς ἐκπραχθήσονται μέχρι κοδράντου ἐσχάτου πᾶσάν τε στολὴν καἲ πᾶν ἱμάτιον ἀποτίσαντες πυρίκαυστοι γενήσονται ἐν τῷ τῆς ἐκπράξεως καιρῶ.

καὶ ταῦτά γε πάντα φησὶ πείσεσθαι, διότι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, ὁ τῆς μεγάλης βουλῆς ἄγγελος. τίσι δὲ ἡμῖν ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσι, καὶ πάσῃ δηλαδὴ τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν, οἶς τὸ μέγα φῶς [*](1 Jo. 4, 35. 11 Act. 15, 10. 18 Es. 3, 12. 26 Matth. 5, 26.)

v.3.p.594
ἀνατέταλκε; τί δὲ ἦν τοῦτο ἀλλ’ ἢ τὸ γεγεννημένον παιδίον καὶ ὁ παρὰ τοῦ θεοῦ δοθεὶς υἱὸς, μεγάλης βουλῆς ἄγγελος, καὶ ἄρχων εἰρήνης, καὶ ἐξουσιαστὴς, καὶ θεὸς ἰσχυρὸς, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος ὠνομασμένος ; ταῦτα δὲ ἤδη φθάσαντες ἐπὶ μόνον ὠνομασμένος τὸν σωτῆρα καὶ κύριον ἡμῶν κατὰ τὸν οἰκεῖον καιρὸν προαπεδείξαμεν.

  • Ἀπὸ Ψαλμοῦ ξζ΄.