Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ὁ κατσικών έν βοήθεια τού νφίστου έν σκέπη τού θεού τού ούρανού αυλισθησεται. έρεΐ τώ [*](1 Εβ. ι, 11. 27 Ρβ 90, 1 15 Μatth. 3, 16. 23 2. Οογ. 6, 16.)

v.3.p.583
κυρίῳ, ἀντιλήπτωρ μου εἷ καὶ καταφυγή μου, ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτὸν, ὅτι αὐτὸς ῥύ- σεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταρα- χώδους. ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοὶ, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς.

ὅπλῳ κυκλώσει σε σε ἡ ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. ὅτι σὺ, κύριε, ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.

ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. ”

Ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, καθ’ ὃ ἐνηνθρώπει ἐπινοούμενος, ὁ κατοικῶν λέγεται ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἐν σκέπη τοῦ θεοῦ καὶ πατρὸς αὐλιζόμενος. οὗτος δὴ οὖν μόνον τὸν πατέρα καὶ οὐδ’ ἕτερον καταφυγὴν ἐν τῷ καιρῷ τοῦ κατὰ τὸν διάβολον πειρασμοῦ κεκτημένος ἐρρύσθη ποτὲ ἐκ τῶν παγίδων τῶν ἀντικειμένων δυνάμεων, θηρευτῶν νῦν ὀνομαζομένων, ὁπηνίκα, οἷά τις κοινὸς ἄνθρωπος ‘‘ἀνήχθη εἰς τὴν ἔρημον, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας πει- [*](28 Matth. 4, 1. Marc. 1, 13.)

v.3.p.584
ραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν, ὡς ὁ εὐαγγελιστὴς μαρτυρεῖ, μετὰ τῶν θηρίων.’

ποίων δὲ τούτων ἢ ὧν μνημονεύει ὁ μετὰ χεῖρας Ψαλμὸς, πρὸς τὸν ἐν βοηθείᾳ τοῦ ὑψίστου κατοικοῦντα λέγων ‟ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.” οὐ μόνον δὲ ἀπὸ τούτων ῥυσθήσεσθαι τὸν αὐτὸν, ἀλλὰ καὶ ἀπὸ λόγου ταραχώδους φησίν.

τίς δ’ ἂν εἴη καὶ οὗτος ἢ ὅνπερ αὐτῷ προύτεινεν ὁ πειράζων κατὰ τὸ ἱερὸν εὐαγγέλιον;

Τὸ δ’ αἴτιον τοὐ πειράζεσθαι τὸν τηλικοῦτον σωτῆρα ἡμῶν σκοπῆσαι ἄξιον. μέλλων ἐξ ἀνθρώπων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τά τε ἐνοχλοῦντα πνεύματα καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐξ αἰῶνος μακροῦ τῶν ἐπὶ γῆς πάντων διὰ τῆς πολυθέου δεισιδαιμονίας κεκρατηκότας ἐλαύνειν, οὐκ ἐκ τοῦ ἀφανοῦς ὥσπερ ἐπικρυπτόμενος ἐπὶ τὰ εἰρημένα παρῄει, τοῖς παρενοχλοῦσι δὲ πρότερον ἀοράτοις ἄρχουσι δι’ οὗ ἀνείληφεν ἀνθρώπου ἐπιστρατεύσας, καὶ εἰς μέσον αὐτοῦ τοῦ διαβόλου καὶ παντὸς τοῦ δαιμονικοῦ στίφους παρελθὼν, ἐπιβάς τε ἀσπίδι καὶ βασιλίσκῳ, καὶ καταπατήσας λέοντα καὶ δράκοντα, καὶ πολὺ πρότερον καθελὼν τῶν ἀρχοντικῶν ἐχθρῶν χιλιάδας καὶ μυριάδας, τὰς μὲν ἐκ τῶν δεξιῶν, τὰς δὲ ἐκ τῶν εὐωνύμων πολεμούσας, ἀρχάς τε καὶ ἐξουσίας, καὶ δὴ καὶ ‟ τοὺς λεγομένους κοσμοκράτορας τοῦ σκότους τούτου, τά τε πνευματικὰ τῆς πονηρίας,” πάντα δὴ οὖν ταῦτα τὸ μηδὲν ἰσχύειν ἀπελέγξας, καὶ τέλος αὐτὸν τὸν τῶν κακῶν ἔξαρχον διάβολον τῷ λόγῳ τοῦ στόματος αὑτοῦ μακρὰν ἀπο- [*](26 Eph. 6, 12.)

v.3.p.585
σοβήσας, διελθών τε καὶ ἐμπεριπατήσας τὴν ἀντι- κειμένην ἅπασαν δύναμιν, καὶ ἑαυτὸν μὲν παρασχὼν τοῖς θέλουσι προσιέναι καὶ πειράζειν, μηδενὸς δὲ στῆναι πρὸς αὐτὸν δεδυνημένου, οὕτως ἐπὶ τὴν τῶν ἀνθρώπων σωτηρίαν παρῄει. διὸ καὶ ὁρῶντες αὐτὸν οἶ δαίμονες ἐπεγίνωσκον ἀπὸ τῆς προδηλωθείσης κατὰ τὴν ἔρημον διατριβῆς, φάσκοντες αὐτῷ ‟τί ἡμῖν καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ θεοῦ;”

Ταῦτα μὲν οὑν περὶ τῶνδε. τὰ δὲ ἐξῆς τοῦ Ψαλμοῦ πρὸς αὐτὸν ἀναπεφώνηται τὸν Χριστὸν ἀπὸ ‟ ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι,” δηλονότι ὁ ὕψιστος ‟ καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.” καὶ ἐπει- δήπερ ἡμέραις τεσσαράκοντα καὶ ταῖς τοσαύταις νυξὶν ἐπειράζετο, περὶ μὲν τῶν ἀμφὶ τὰς νύκτας ἐπιόντων αὐτῷ λέλεκται οὐ φοβηθήσῃ ἀπὸ φόβου πολεμούντων περὶ δὲ τῶν ἀμφὶ τὰς ἡμέρας αὐτὸν πολεμούντων τὸ ‟ ἀπὸ βέλους πετομένου ἡμέρας.

καὶ αὖθις περὶ μὲν τῶν ἐν νυκτὶ ‟ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου·” περὶ δὲ τῶν ἐν ἡμέρᾳ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.

εἶτ’ ἐπείπερ ἐν τῷ πειράζειν δυνάμεις πονηραὶ ἐκύκλουν αὐτὸν, αἶ μὲν τὰ δεξιὰ πλευρὰ συνεῖχον αὐτοῦ, πολὺ δὲ πλείους τῶν ἀριστερῶν, ὡς ἂν κραταιότερα μέρη τὰ δεξιὰ, εἰκότως αὐτῷ ἐπιλέγεται πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·” κλίτους ἀντὶ τοῦ ἀριστεροῦ ὠνομασμένου, παρασεσιωπημένου δὲ εἰκότως τοῦ ὀνόματος τοὐ ἀριστεροῦ, τῷ μηδὲν σκαιὸν μηδὲ ἀριστερὸν εὑρίσκεσθαι ἐν αὐτῷ. καὶ [*](8 Matth. 8, 29.)

v.3.p.586
ἐπειδὴ ὅλη μυριὰς, ὁμοῦ δὲ καὶ χιλιὰς ἔκ τε τοῦ κλίτους αὐτοῦ καὶ ἀπὸ τῶν δεξιῶν πεσεῖσθαι λέγονται, εἰκότως ἐπὶ τούτοις ἐξῆς εἴρηται ‘‘πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.·

καὶ ἔσται ταῦτα, φησὶ, περὶ σὲ τὸν Χριστὸν τοῦ θεοῦ, ‟ ἐπειδήπερ σὺ αὐτὸς, ὦ κύριε, ὃς τυγχάνεις ὢν ἡ ἐμὴ ἐλπὶς, τὸν ὕψιστον ἔθου καταφυγήν φυγήν σου.”

ἔνθα καὶ ἐπιστήσεις τίνα τρόπον ὁ προφήτης πρὸς αὐτὸν τὸν κύριόν φησιν ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου,” διαιρῶν ἀκριβῶς ἕτερον ἰδίως κύριον καὶ τὸν τούτου πατέρα θεὸν ὕψιστον.

διὸ ἐπειδήπερ αὐτὸν ὡς πατέρα καὶ θεὸν ὕψιστον καταφυγὴν ἑαυτοῦ ὁ Χριστὸς τέθειται, λέλεκται αὐτῷ τὸ ‟ οὐ προσελεύ- σεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.”

καὶ ἐπιμελῶς γε τήρει τίνα τρόπον ἐν τῷ ‟ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου” τὸ κύριε διὰ τοῦ τετραγράμμου ὀνόματος ἐν τῷ Ἑβραϊκῷ φέρεται, ὅπερ ἀνεκφώνητον εἶναι λέγοντες Ἑβραίων παῖδες ἐπὶ μόνου τοῦ θεοῦ παραλαμβάνειν εἰώθασιν, ἡμεῖς δὲ καὶ ἐπὶ τῆς τοῦ λόγου θεότητος ἐν πλείσταις κείμενον γραφαῖς προαπεδείξαμεν, ὥσπερ καὶ ἐν τῷ μετὰ χεῖρας Ψαλμῷ, ὅς φησιν εἰς πρόσωπον αὐτοῦ τοῦ κυρίου ‟ ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου, ” μονονουχὶ λέγων ὅτι σὺ αὐτὸς, ὦ κύριε, ὃς ἐμοῦ τοῦ ταῦτα προφητεύοντος ἐλπὶς ὢν τυγχάνεις, μείζονα σαυτοῦ τὸν θεὸν τὸν ὕψιστον εἰδὼς ἐκεῖνον, αὐτὸν ἔθου καταφυγήν σου.

ὅθεν καὶ ἐν ἀρχῇ ἐλέγετο

v.3.p.587
τοῦ Ψαλμοῦ περὶ τοῦ αὐτοῦ ‟ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται, ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἷ καὶ καταφυγή μου, ὁ θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν.’

ἐπειδὴ τοίνυν σὺ,, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου, τούτου χάριν ‘αὐτὸς ὁ ὕψιστος” φησὶ ‟ ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους, καὶ ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι.” διόπερ τὴν τοιαύτην ἔχων πατρικὴν τοῦ ὑψίστου βοήθειαν οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ οὔτε ἀπό τινος τῶν προκατειλεγμένων, ἀλλὰ οὐδὲ ἐκ τῶν ἐξῆς ἐπιφερομένων.

'' ἐπεὶ γὰρ σὺ, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου, διὰ τοῦτο οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.” μάστιγας δὲ τὰς ἀπὸ δαιμόνων ἐνεργείας καὶ ἐν τοῖς εὐαγγελίοις ὀνομαζομένας ἂν εὕροις, ἃς οὐδὲ πλησιάζειν τολμᾶν τῷ σκνηνώματι τοῦ Χριστοῦ, τουτέστι τῷ σώματι αὐτοῦ, δυνατὰς εἶναί φησι.

πῶς γὰρ ὅτε λόγῳ μόνον αὐτὰς ἐξ ἀνθρώπων ἤλαυνε ; περὶ τούτου δὲ τοῦ σκηνώματος καὶ ὁ Δαβίδ ποτε ὤμοσε τῷ κυρίῳ, καὶ ηὔξατο τῷ θεῷ Ἰακὼβ λέγων ‟ εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἴως οὑ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ.”

καὶ τούτου γε ἕνεκα τοῦ σκηνώματος ἐλέγετο ‟ οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ·” καὶ τὸ‘ αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους·’ καὶ τὸ ‟ οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ [*](22 Ps. 131, 3.)

v.3.p.588
τῷ σκηνώματί σου,” καὶ ὅσα ἀνθρωπινώτερα περὶ αὐτοῦ λέλεκται, ὡς καὶ τὸ τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι δε,” καὶ τὸ ‟ ἐπὶ χειρῶν ἀροῦσί σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.”

ταῦτα γὰρ οὐκ ἂν ὡς πρὸς θεὸν λέγεσθαι ἁρμόσαι, πρὸς δὲ τὸ σκήνωμα αὐτοῦ, ὅπερ δι’ ἡμὰς ἀνείληφεν, ὅτε ὁ λόγος ‘σὰρξ ἐγένετο καὶ ἔσκήνωσεν ἐν ἡμῖν.” δοκεῖ δέ μοι καλῶς ἔχειν ὑπὲρ ἀκριβοῦς βεβαιώσεως τῶν εἰρημένων καὶ τὰς τῶν λοιπῶν ἑρμηνευτῶν παραθεῖναι φωνάς · ὧν ὁ μὲν Ἀκύλας οὕτως ἔφησεν ‟ ὅτι σὺ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκας οἰκητήριόν σου.