Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Εύφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, κα ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου.”

οἶς ἐπιλέγει ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰδχύσατε, μὴ φοβεῖσθε. ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ άνταποδώσει. αὐτὸς ἤξει καὶ σώσει ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων· ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ. ”

[*](6 loseph. Ant. XVIII. .5, 2. 16 Es. 35, 1.)
v.3.p.581

Καὶ ταῦτα διὰ τῶν τοῦ σωτῆρος ἡμῶν προφαως παραδόξων ἔργων ἐπληροῦτο μετὰ τὸ Ἰωάννου κήρυγμα. ὅρα τοιγαροῦν ὅπως τὴν ἔρημον εύαγγελίζεται, οὐχ ἁπλῶς, οὐδὲ τὴν τυχοῦσαν, ἀλλ’ ἐκείνην ἀφωρισμένως καὶ μόνην τὴν παρὰ τῷ Ἰορδάνῃ ποταμῷ. ταμῷ.

ἐπειδήπερ παρὰ ταύτῃ διατρίβων ὁ Ἰωάννης ἐβάπτιζεν, ὡς ἡ γραφὴ μαρτυρεῖ λέγουσα ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων, καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ.”

τὴν μὲν οὖν ἔρημον τῆς πάλαι πάντων τῶν κατὰ θεὸν ἀγαθῶν ἐρήμου, λέγω δὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, σύμβολον περιέχειν ἡγοῦμαι, τὸν δὲ ποταμὸν τὸν ἐπὶ τῆς ἐρήμου καθαίροντα πάντας τοὺς ἀπολουομένους ἐν αὐτῷ καθαρσίου τινὸς εἶναι κατὰ διάνοιαν θεωρουμένου εἰκόνα, περὶ οὗ διαλαλοῦσιν αἱ γραφαὶ λέγουσαι ‟ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ ”

σημαίνει δὲ τοῦτο τὴν ἀέναον ἐπιρροὴν τοῦ θείου πνεύματος ἄνωθεν πηγάζοντος καὶ τὴν τοῦ θεοῦ πόλιν ἄρδοντος, οὕτω καλουμένης τῆς κατὰ θεὸν πολιτείας. οὗτος δὴ οὖν ὁ ποταμὸς τοῦ θεοῦ καὶ μέχρι τῆς ἐρήμου κατελήλυθεν, δηλαδὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτῃ τῶν ἐν αὐτῷ ζωτικῶν ναμάτων εἰσέτι νῦν ἐπιχορηγεῖ. πρὸς τούτοις ἡ προφητεία τῇ δηλωθείσῃ ἐρήμῳ δοθήσεσθαί φησι τὴν δόξαν τοῦ Λιβάνου καὶ τὴν τιμὴν τοῦ Καρμήλου.

τίς δ’ ἔστιν ἡ δόξα τοῦ Λιβάνου ἢ ἡ διὰ θυσιῶν κατὰ τὸν Μώσεως νόμον ἐπιτελουμένη λατρεία, ἣν παραιτησάμενος ὁ θεὸς διὰ τῆς λεγούσης προφητείας ‟ἱνατί μοι λίβανον ἐκ Σαβᾶ φέρετε;” καὶ [*](17 Ps. 46, 4. 30 Jer, 6, 20.)

v.3.p.582
“τί μοι πλήθος τών θυσιών υμώνέπϊ τήν §ρημον τοῦ Ἰορδάνον μετατέθεικε τήν δόξαν τής Ιερουσαλήμ, τής κατ εύσέβειαν αγωγής ουκ έπι "Ιερουσαλήμ, αλλ1 έπϊ τής έρημου Ουντελεΐσθαι άρξαμένης από τών Ιωάννου χρόνων.

ωσαύτως δ\ καϊ ή τιμή τού νομού τώντε κατ αυτόν σωματικωτερον νενομοθετη- μένων δέδοται τή έρήμω τού Ιορδανού δια τήν άπο- δοθείσαν αίτίαν, ότι μηκέτ έπϊ τήν Ιερουσαλήμ προσέφευγον οί τής κατά φνχήν θεραπείας δεόμενοι, αλλά έπι τήν όνομαξομένην έρημον, τής έν αυτή κη- ρυττομένης αφέσεως τών άμαρτημάτων ενεκεν.

οἶμαι δϊ καϊ τού oωτήρος ημών τήν έπϊ τό βάπτισμα παρουσία ν δηλούσθαι διά τού 'καϊ ο λαός μου όφεται τήν δόξα ν κυρίου καϊ τό ύφος τού θεού” τότε γάρ και ώφθη τού oωτήρος ημών ή δόξα “ότε βαπτισθείς άνέβη από τού ύδατος, καϊ άνεώχθηΟαν αύτώ οί ού- ρανοί, καϊ είδε τό πνεύμα τού θεού καταβαΐνον ώσεϊ περιστεράν, και μένον έπ' αυτόν, οτε καϊ φωνή έκ τών ουρανών ηκούσθη λέγουσα, ουτός έστιν ό υιός μου ό αγαπητός, έν ω ηύδόκησα10. αλλά καϊ πάς ό γνησίως έπϊ τό τού λουτρού παριών μυΟτήριον, τήν περϊ τού Χριστού παραλαβών θεολογίαν, τήν δόξαν αύτού θεάσεται, λέξων αν ομοίως τω Παύλω (εί καϊ έγνώκαμεν κατά σάρκα ΧριΟτόν, άλλά νύν ούκέτι γινώσχομεν.”

Ἀπό τού Ψαλμού V.