Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.”

Τὸ δ’ αἴτιον τοῦ τὸν κύριον ἥξειν εἰς Αἴγυπτον θεσπίζεσθαι τόδε μοι εἶναι δοκεῖ. πρῶτοι μὲν πάντων Αἰγύπτιοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης ἀπάρξασθαι λέγονται, καὶ τοῖς λοιποῖς πᾶσιν ἀνθρώποις αἴτιοι καταστῆναι δεισιδαιμονίας, ἀλλὰ καὶ πάντων μᾶλλον περὶ τὰς δαιμονικὰς ἐνεργείας τε καὶ περιεργίας ἠσχολῆσθαι.

οὗτοι δὲ καὶ ὑπὸ τῆς ἐνθέου γραφῆς ἐχθροὶ τοῦ λαοῦ τοῦ θεοῦ ἄνωθεν [*](17 Es. 19, 1.)

v.3.p.568
καὶ ἐξ ἀρχῆς γεγονέναι μεμαρτύρηνται, καὶ ὅ γε παλαιὸς αὐτῶν βασιλεὺς ὁμολογῶν μὴ εἰδέναι τὸν κύριον ἀναγέγραπται, ὅτε δὴ ἔφασκεν ‟οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω.” τὸ δὴ οὖν μέγα θαῦμα τῆς ἐνθέου τοῦ Χριστοῦ δυνάμεως παραστῆσαι βουλόμενος ὁ λόγος θεσπίζει τοῦ κυρίου τὴν εἰς Αἴγυπτον ἄφιξιν, ἐφ’ ᾗ μεταβολὴν οὐ τὴν τυχοῦσαν τῶν Αἰγυπτίων ἔσεσθαι προφητεύει, λέγων ἑξῆς ‟καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον, οἶ πρὶν μὴ εἰδότες αὐτὸν, καὶ εὔξονται τῷ κυρίῳ εὐχάς”, καὶ τὰ τούτοις παραπλήσια.

ἀνωτέρω οὑν ἐν τῷ πρὸ τούτου κεφαλαίῳ κληρονομία τοῦ θεσπιζομένου Ἐδὼμ καὶ Ἠσαῦ ἐλέγετο, τῶν ἀλλοτρίων τοῦ Ἰσραὴλ οὕτω σημαινομένων· ἐνταῦθα δὲ ἡ Αἴγυπτος καὶ ὁ τῆς Αἰγύπτου λαὸς οὐκέτι τῶν εἰδώλων, ἀλλ’ αὐτοῦ παρὰ τοῖς Ἰουδαίων θεολογουμένου κυρίου θεσπίζεται.

ἅπερ εἰ μὲν μὴ ὄψει συντελούμενα θεωρεῖται, οὐκ ἔστιν εἰπεῖν τὴν θεσπιζομένην ἄφιξιν τοῦ κυρίου εἰς τὴν Αἴγυπτον γεγονέναι· εἰ δὲ ὑπὲρ πάντα λόγον ἡ ἀλήθεια μαρτυρεῖ τοῖς πράγμασι, καὶ τοῖς ἀγνωμονεστάτοις ἐναργῶς δείκνυσιν αὐτοὺς Αἰγυπτίους τῆς μὲν ἐξ αἰῶνος πατροπαραδότου δεισιδαιμονίας ἀνακεχωρηκότας, οἰκειωθέντας δὲ τῷ θεῷ τῶν ταῦτα προαναφωνησάντων προφητῶν, καὶ τοῦτον μόνον σέβοντας, καὶ πάντα θάνατον ἀσπαζομένους ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας, ὥρα μὴ ἄλλως ταῦτα γεγονέναι συνομολογεῖν ἢ τοῦ κυρίου ἐληλυθότος εἰς Αἴγυπτον ἀκολούθως τῇ προκειμένῃ προρρήσει.

ἔστι μὲν οὖν καὶ ἄλλως τὸν λόγον αἰνίττεσθαι τρο- [*](3 Exod. 5, 2.)

v.3.p.569
πικῶς τὸν περίγειον κόσμον, εἰς ὃν ὁ λόγος προφητεύει τὸν κύριον ἐπὶ νεφέλης κούφης ἥξειν, οὕτω τὸν ἐκ παρθένου καὶ πνεύματος ἁγίου ληφθέντα αὐτῷ ἄνθρωπον αἰνιττόμενος· χειροποίητα δὲ Αἰγύπτου σεισθήσεσθαι, τὰ τῶν ἐθνῶν ξόανα καὶ τοὺς ἐν αὐτοῖς δαίμονας, ὡς αὖ πάλιν Αἰγυπτίους ἡττω- μένους, πάντας τοὺς πάλαι πρότερον περὶ τὴν εἰδωλολατρίαν ἐπτοημένους,

πλὴν ἀλλὰ καὶ σωματικῶς τοῦ σωτῆρος ἡμῶν ἐπικομισθέντος τῇ Αἰγυπτίων χώρᾳ 5 ὅτε κατὰ τὸν χρησμὸν ἀναστὰς ὁ Ἰωσὴφ παρέλαβε τὴν Μαριὰμ καὶ τὸ παιδίον καὶ ἦλθεν εἰς Αἴγυπτον, ἀπορρήτῳ δυνάμει καὶ ἐνεργείᾳ τὰς αὐτόθι τὸ πρὶν οἰκούσας πονηρὰς δυνάμεις εἰκὸς οὐ μικρῶς κεκινῆσθαι, καὶ μάλιστα ὅτε διὰ τῆς μετέπειτα διδασκαλίας αὐτοῦ μυρία πλήθη τῶν τὴν Αἴγυπτον οἰκούντων, τῆς τῶν δαιμόνων ἀποφυγόντα πλανήσεως, ἔτι καὶ νῦν τὸν τῶν ὅλων ὁμολογεῖ μόνον εἰδέναι θεόν. τὰ δ’ ἐν τοῖς ἐξῆς ἐπιλεγόμενα, αἰνιγματώδη ὄντα πλείονός τε δεόμενα πραγματείας, ἐπ’ οἰκείας σχολῆς ἑρμηνεύσομεν.

  • Ἀπὸ τῶν Ἀριθμῶν.