Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Τότε φανεροὶ ἔσονται οἶ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ. ἰδοὶ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιῶν. καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς, ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἱ ἐκ τῆς κοιλίας φωνοῦσιν · οὐκ ἔθνος πρὸς θεὸν αὑτοῦ ; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν.”

Ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς ὁ ἀπόστολος τὴν φάσκουσαν λέξιν ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός, ” ἐπεξεργάζεται περὶ τοῦ Χριστοῦ λέγων ‟ ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.”

παῖδας δὲ αὐτοῦ ἐν τούτοις τοὺς ἀποστόλους ὀνομάζει, ἐφ’ ὧν σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ ποιήσειν τὸν κύριον Σαβαὼθ, τὸν κατοικοῦντα ἐν τῷ ὄρει Σιῶν, διδάσκει, τούτους δὲ αὐτοὺς φανεροὺς ἔσεσθαι συνήθως ἡμῖν τὰ πρόσωπα σφραγιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μώσεως νόμον μανθάνειν, τῷ μηκέτι συνεστάναι αὐτὸν, καὶ τῷ τὸν καλούμενον Ἰακὼβ καταλελεῖφθαι τοῦ θεοῦ.

ἀσαφῶς δὲ παρὰ τοῖς ἑβδομήκοντα εἰρημένον ‟ τότε [*](2 Es. 8, 16. 16 Heb. 2, 13.)

v.3.p.608
φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ” σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν ‟ δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διατάγμασί μου. καὶ προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ ἀναμενῶ αὐτόν.”

καὶ ὁ Ἀκύλας δὲ τοῦτον καὶ αὐτὸς ἐξέδωκε τὸν τρόπον ‘‘ἔνδησον μαρτύριον, σφράγισον νόμον ἐν διδακτοῖς μου. καὶ προσδέξομαι τὸν θεὸν τὸν ἀποκρύβοντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ ὑπομενῶ αὐτόν.” ταῦτα δ’ οὖν οἶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι διδάσκονται ποιεῖν. οἷς ἑξῆς ἐπιλέγει ‟ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.”

κατοικήσας δὲ ὁ κύριος Σαβαὼθ, ὁ τοῦ θεοῦ λόγος, ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, καὶ τὰς διατριβὰς πεποιημένος ἐν τῷ ὄρει Σιῶν, σημεῖά τε καὶ τέρατα διαπραξάμενος, ὁμοῦ τοῖς αὑτοῦ μαθηταῖς καὶ πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐξ ἀπάντων τῶν πρὶν εἰδωλολατρῶν παρακελεύεται μηκέτι δεδιέναι κατὰ μηδένα τρόπον τὴν δεισιδαίμονα πλάνην· ἀλλ’ εἰ καὶ παρασαλεύοιεν αὐτοὺς ἢ καὶ ἀναγκάζοιεν οἶ ἐξ ἐθνῶν εἰδωλολάτραι ζητεῖν τοὺς ἐγγαστριμύθους καὶ τὰ τῶν δαιμόνων μαντεῖα ὡς θαυμάσια καὶ κατ’ οὐδὲν λείποντα τῆς τῶν θείων καὶ θεοφιλῶν ἀνδρῶν προφητικῆς διαίτης, αὐτοὺς δεῖν ἀποκρίνεσθαι καὶ λέγειν διδάσκει ‟τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν δέδωκε καὶ τὰ τούτοις ἀκόλουθα. τοὺς γὰρ ἅπαξ νόμον εἰληφότας καὶ σωτηρίους ἐντολὰς ἐπὶ βοηθείᾳ καὶ θεραπείᾳ τοῦ

v.3.p.609
ἰδίου βίου περιττὸν μαντείας πολυπραγμονεῖν διὰ τῆς δαιμονικῆς ἀπάτης ἐνεργουμένας.

  • Ἀπὸ τοῦ αὐτοῦ.
  • ‟ Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἴως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. οὕτω λέγει κύριος ὁ θεὸς, ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. ἐγὼ κύριος ὁ θεός σου ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.”

    Καὶ ταύτης ὁ εὐαγγελιστὴς μνημονεύει τῆς λέξεως, ὅτε ἐξελθόντες οἶ Φαρισαῖοι συμβούλιον ἔλαβον κατὰ τοῦ σωτῆρος ἡμῶν ὅπως αὐτὸν ἀπολέσωσιν, ἐπειδὴ τοῖς σάββασιν τοὺς κάμνοντας ἐθεράπευε. τὸ τηνικαῦτα γὰρ, ὥς φησι, γνοὺς ὁ Ἰησοῦς τὴν. κατ’ αὐτοῦ συσκευὴν ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπέπληξεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν [*](4 Es. 42, 1. 26 Matth. 12, 14.)

    v.3.p.610
    ποιήσωσιν.”

    οἷς ἐπιφέρει λέγων "xal ταῦτα πάντα γέγονε,” τουτέστι τὸ ἀναχωρεῖν αὐτὸν καὶ τὸ ἐκκλί- νεῖν τοὺς ἐπιβούλους, καὶ τὸ λανθάνειν σπουδάζειν ἐν οἷς ἔπραξε παραδόξοις, καὶ τὸ παρεγγυᾶν τοῖς θεραπευομένοις μὴ φανερὸν αὐτὸν ποιεῖν ‘‘ἴνα πλη- ρωθῆ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ὁ παῖς μου, εἰς ὃν εὐδόκησα, ὁ ἀγαπητός μου, ὃν ᾑρέ- τισεν ἡ ψυχή μου. θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτὸν, H καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἴως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.”

    τήρει δὲ ἐπιμελῶς τίνα τρόπον ὁ Ματ- θαῖος εἰπὼν ‘ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ὰγαπη- τός μου, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου οὔτε τοῦ Ια- κὼβ οὔτε τοῦ Ἰσραὴλ ἐμνήσθη. οὐ γὰρ εἶπεν Ἰακὼβ ὁ παῖς μου, Ἰσραὴλ ὁ ἐκλεκτός μου, ἀορίστως δὲ ἐξή- νεγκεν εἰπὼν “ἰδοὺ ὁ παῖς μου καὶ ὁ ἀγαπητός μου.

    ὅθεν, ὡς μηδὲ ἐν τῷ Ἑβραικῷ τῆς προφητείας κει- μένῃς, παρὰ μὲν τοῖς ἑβδομήκοντα ὠβέλισται τὸ τοῦ Ἰακὼβ καὶ τὸ τοῦ Ἰσραὴλ ὄνομα, καὶ παρὰ τοῖς λοι- ποῖς δὲ ἑρμηνευταῖς παρασεσιώπηται, ἐπεὶ μηδ’ ἐν τῷ Ἑβραικῷ φέρεται.

    ἔνθεν εἰκότως οὐδὲ παρὰ τῷ εὐαγγελιστῇ εἴρηται Eβραίῳ ὄντι καὶ ἀκολούθως τῇ Ἑβραίων γραφἢ̣ τὴν προφητείαν ἐκθεμένῳ. τοι- γαροῦν οὐδὲ κατὰ διάνοιαν τῷ ἐκ περιτομῆς λαῷ τὰ θεσπιζόμενα ἁρμόζει, μόνῳ δὲ τῷ Χριστῷ τοῦ θεοῦ μαρτυρουμένῳ ὑπὸ τῆς ἐναργείας καὶ τῆς τῶν πρα- γμάτων ἐκβάσεως. μόνος γὰρ οὗτος τὴν μέλλουσαν κρίσιν τοῖς ἔθνεσι προεκήρυξεν, ἡσυχῆ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδημήσας, καὶ κρίσιν ἐπὶ τῆς γῆς θέμε-

    v.3.p.611
    νος· καὶ οὐ μόνον κάλαμον συντετριμμένον οὐ κατέαξεν, ἀλλὰ, εἰ ἔστιν εἰπεῖν, συνέδησεν, ἀνορθώσας καὶ ἰσχυροὺς ἀπεργασάμενος τοὺς ἀσθενεῖς καὶ τοὺς συντετριμμένους τὴν καρδίαν.

    ὥσπερ δὲ τοὺς ἀσθενεῖς καὶ σαθροὺς καὶ τῆς αὐτοῦ θεραπείας δεομένους οὐ παρεώρα, οὐδὲ μετανοοῦντας κατακρίνων συνέτριβεν, οὕτως οὐδὲ τοὺς τοῖς κακοῖς ἐπιμένοντας καὶ ὑπὸ τῶν παθῶν τυφομένους ἐσβέννυε, κωλύων παρὰ τὴν αὐτῶν προαίρεσιν ἐνεργεῖν, οὐδὲ μὴν παρὰ καιρὸν ἐτιμωρεῖτό τινα τούτων, τὴν κατ’ ἀξίαν αὐτῶν κόλασιν εἰς τὸν τῆς καθόλου κρίσεως ἕως καιρὸν ὑπερτιθέμενος·

    διὸ λέλεκται ‟ καὶ λίνον τυφόμενον οὐ σβέσει.” ἄντικρυς δὲ πέρας εἴληφε τὸ ‟ καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.” ἐπὶ μόνῳ γοῦν τῷ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνόματι ἤλπισε τὰ Χριστιανῶν ἔθνη, τὴν ἐπωνυμίαν αὐτοῦ ὡς πατρὸς ἧς παρειλήφασιν εὐσεβείας ἐπιγραφόμενα.

    καὶ γὰρ εἰς φῶς οὐκ ἄλλοις ἢ τοῖς ἔθνεσι δεδόσθαι προπεφώνηται, δι’ αὐτοῦ τε τῇ προρρήσει ἀκολούθως ὀφθαλμοὶ τυφλῶν τῶν πάλαι τὴν διάνοιαν πεπηρωμένων, καὶ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν αὐτὸ τὸ σῶμα ἠφανισμένων, καὶ οἶ δεσμοῖς τε καὶ σειραῖς ἁμαρτιῶν, ἐν σκότει καὶ ἀγνοίᾳ τῆς ἀληθοῦς εὐσεβείας τὸ πρὶν κεκαλινδημένοι, δι’ αὐτοῦ τῶν ἁμαρτιῶν λυθέντες, τοῦ φωτὸς τῆς γνώσεως καὶ τῆς παρὰ τῷ θεῷ ἐλευθερίας ἠξίωνται.