Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνι- αυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως.”

Καὶ ταύτην αὐτὸς ὁ κύριος ἡμῶν τὴν πρόρρησιν εἰς ἑαυτὸν ὁμολογεῖ πεπληρῶσθαι, ὅτε ἐλθὼν εἰς τὴν Ναζαρὲθ, οὗ ἦν ἀνατεθραμμένος, εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγὴν, ἀναστάντι δὲ αὐτῷ ἐπεδόθη Ἡσαΐας ὁ προφήτης, οὑ καὶ ἀναπτύξας τὴν βίβλον, ἀνέγνω τὸ ἐγγεγραμμένον, πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὐ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, καλέσαι ἐνιαυ- [*](3 Rom. 3, 2. 14 Es. 61, 1.)

v.3.p.596
τὸν κυρίου δεκτόν.

καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν. καὶ πάντων οἷ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέ- γειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. ”

ὁ μὲν οὖν σωτὴρ καὶ κύριος ἡμῶν διὰ ταύτης φαίνεται σαφῶς τῆς γραφῆς διαφερόντως καὶ κρειττόνως παρὰ τοὺς πάλαι σωματικώτερον χριομένους ἱερέας, οὐκ ἐλαίῳ σκευαστῷ,, οὐδὲ ὑπ’ ἀνθρώπων, ὁμοίως τοῖς ἄλλοις, ἀλλ’ ἐνθέῳ πνεύματι αὐτοῦ δὴ τοῦ θεοῦ καὶ πατρὸς αὑτοῦ κεχρισμένος, παρ’ οὑ καὶ τῆς ἀγεννήτου θεότητος μετασχὼν θεὸς καὶ κύριος πρὸς τῶν ἱερῶν ἀνηγόρευται γραφῶν.

ἀκολούθως δὲ τῇ μετὰ χεῖρας προφ·ητείᾳ πτωχοῖς εὐαγγελιζόμενος εἰσάγεται παρὰ τῷ Ματθαίῳ, ὅτε ‟ ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἶ μαθηταὶ αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὑτοῦ ἐδίδασκεν αὐτοὺς, λέγων, μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ”

καὶ τυφλοῖς δὲ ἀνάβλεψιν παρεσχημένος οὐκ ὀλίγοις ἀναγέγραπται · οὐ μόνον γὰρ τοῖς τὰς ὄψεις τοῦ σώματος ἠφανισμένοις τὸ βλέπειν ἐδωρεῖτο, ἀλλά γε καὶ τοῖς πρότερον τῇ ψυχῇ τυφλώττουσιν αἴτιος τῆς κατὰ νοῦν θεωρίας καὶ τῆς ἐπιγνώσεως τοῦ τῶν ὅλων θεοῦ γέγονεν.

καὶ ἄλλως δὲ τοῖς οὖσι δεσμίοις καὶ ἀπηγμένοις αἰχμαλώτοις ὑπὸ τῆς ἀοράτου καὶ δαιμονικῆς δυνάμεως, κακῶν τε σειραῖς πεπεδημένοις, ἐλευθερίαν καὶ ἄνεσιν τῶν συνεχόντων ἐκήρυττεν, εἰ καὶ αὐτοὶ τῷ κηρύγματι πιστεύσαντες οἶα λυτρωτῇ καὶ σωτῆρι προσδράμοιεν αὐτῷ, καὶ τοῖς αὐτοῦ πεισθεῖεν παραγγέλμασι. καὶ [*](15 Matth. 5, 1.)

v.3.p.597
τὰ λοιπὰ δὲ τοῦ λογίου κατὰ καιρὸν ἐν τοῖς περὶ τῶν ἐπαγγελιῶν ἐξετασθήσεται.

  • Ἀπὸ τοῦ Δευτερονομίου.