Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Τέρπου καὶ εὐφραίου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐἐπιγνώςῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.”

Καὶ μεθ’ ἕτερα πλεῖστα μεταξὺ ἐπιλέγει “χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον· καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν. καὶ κατάρξει ἀπὸ θαλάσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι’ ἐκβολὰς γῆς.”

Ταῦτα περὶ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας θεσπίσας καὶ νῦη ὁ λόγος, μεθ’ ἕτερα περὶ τῆς ἐσχάτης ἐρημώσεως τῆς Ἱερουσαλὴμ, τοτὲ μὲν ἐπικεκρυμμένως καὶ δι’ αἰνιγμάτων, τοτὲ δὲ ἀκαλύπτως ἀναφωνεῖ· δι’ αἰνιγμάτων μὲν ἐν οἷς φησι “διάνοιξον ὁ Λίβανος τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, διότι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. ὀλολύξατε δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ [*](2 Zach. 2, 10. 10 Zach. 9, 9. 22 Zach. 11, 1.)

v.3.p.551
ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου.”

Ταῦτα μὲν δι’ αἰνιγμάτων. τὴν δὲ τούτων ἑρμηνείαν ἀκαλύπτως ὁ αὐτὸς προφήτης ἐπιφέρει λέγων ‟ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρό- πύλα σαλευόμενα ἅπασι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι. πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυνακθήσονται ἐπ’ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.”

Καὶ μετὰ βραχέα ἐπιλέγει καὶ ἐπιβλέψονται πρός με εἰς ὃν ἐξεκέντησαν, ἀνθ’ ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ’ αὐτὸν κοπετὸν ὡς ἐπ’ ἀγαπητῷ, καὶ ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς Ἱερουσαλὴμ ὡς κοπετὸς Ροῶνος ἐν πεδίῳ ἐκκοπτομένου· καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς, φυλὴ οἴκου Δαβὶδ καθ’ ἑαυτὴν, καὶ αἷ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ’ ἑαυτὴν καὶ αἷ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ οἴκου Λευὶ καθ’ ἑαυτὴν καὶ αἶ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ’ ἑαυτὴν, καὶ αἶ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· πᾶσαι αἱ ὑπολελειμέναι φυλαὶ, φυλὴ καθ’ ἐαυτὴν, καὶ αἶ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς.”

Καὶ πάλιν μεθ’ ἕτερα τὴν ἐσχάτην τῆς Ἱε- ρουσαλὴμ πολιορκίαν σαφέστερον κηρύττει λέγων ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἀλώσεται [*](5 Zach. 12, 2. 12 Zach. 12, 10. 28 Zach. 14, 1.)

v.3.p.552
ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως. καὶ ἐξελεύσεται κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου, καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ.”

Εἶτα μεθ’ ἕτερα τὰ μεταξύ φησιν ‟καὶ ἔσται κύριος εἶς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.”

Καὶ αὖθις μεθ’ ἕτερα, περιγράφων τὴν βίβλον τῆς προφητείας, τὴν κλῆσιν τῶν ἐθνῶν διὰ τούτων θεσπίζει ‟καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται κατ’ ἐνιαυτὸν, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔθνη τῆς γῆς, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.”

Ταῦτα καὶ ὁ Ζαχαρίας μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, Δαρείου Περσῶν βασιλεύοντος, [*](10 Zach. 14, 9. 15 Zach. 14, 16.)

v.3.p.553
προφητεύει, τῆς Ἱερουσαλὴμ ἄρτι τότε ἀνεγηγερμένης ἐκ τῆς προτέρας ἐρημίας, ἣν ὑπὸ Βαβυλωνίων πέπονθε. συνάγεται δὲ ὁ πᾶς χρόνος ἀπὸ τὴς Δαρείου τοῦ Περσοῦ βασιλείας, καθ’ ἣν ὁ Ζαχαρίας προφητεύει, ἐπὶ Αὔγουστον Ῥωμαίων βασιλέα εἰς ἐτῶν ἑβδομάδας ἑπτὰ καὶ ἐξήκοντα δύο τὰς ἐν τῷ Δανιὴλ φερομένας, ἃ γίνεται ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ὡς ἀπεδείξαμεν ἐν τοῖς μικρῷ πρόσθεν γεγυμνασμένοις.

οὔτε δὲ ἐπὶ τῆς Μακεδόνων ἀπὸ Ἀλεξάνδρου καὶ] μέχρις Αὐγούστου παραταθείσης τῶν ἐμφερομένων τοῖς τοῦ προφήτου λόγοις συνίσταταί τι πεπληρωμένον.

πότε γὰρ κατ’ ἐκείνους τοὺς χρόνους τοῦ παρὰ τοῖς προφήταις θεολογουμένου κυρίου ἀνθρώποις ἐπιστάντος ἔθνη πολλὰ ἐπιγνόντα αὐτὸν καὶ μόνον θεὸν αὐτὸν ὁμολογήσαντα ἐπ’ αὐτὸν καταπέφευγε καὶ γέγονεν αὐτῷ εἰς λαόν; ἢ πότε κατὰ τοὺς Περσῶν ἢ Μακεδόνων χρόνους ὁ προφητευόμενος βασιλεὺς ἐλήλυθεν, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον; ἐλθών τε τοῦ Ἰουδαίων ἔθνους Ἐφραῒμ καὶ τῆς Ἱερουσαλὴμ αὐτῆς τὴν βασιλικὴν παράταξιν, ἅρματα καὶ ἵππον ἐπικαλουμένην, ἐξωλόθρευσε, τό τε ὁπλιτικὸν τοῦ Ἰουδαίων ἔθνους καθεῖλε; τοῦτο γὰρ ἐδήλου τὸ λόγιον φάσκον ‟ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραὺς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν.”

ταῦτα γὰρ περὶ τῆς καθαιρέσεως τῆς βασιλικῆς ἀξίας τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, ἐφ’ ᾗ πάλιν τὰ τῆς τῶν ἐθνῶν εἰρήνης συμφώνως τοῖς πρόσθεν ἀποδεδομένοις ἐπιλέγεται διὰ τοῦ ‟καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν.

ἀνθ’ οὗ ὁ Ἀκύλας καὶ οἱ λοιποὶ

v.3.p.554
ἑρμηνευταὶ ἐκδεδώκασι ‟ καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσιν,” ὃ καὶ μάλιστα ἀπὸ τῆς Αὐγούστου Βασιλείας συνίσταται καὶ πρὸς λέξιν πεπληρωμένον, πάσης μὲν ἐξ ἐκείνου καταλυθείσης πολυαρχίας, εἰρήνης δὲ τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη διαλαβούσης.

τίς δὲ πρὸ τῶν Ῥωμαϊκῶν χρόνων ἐπὶ τῶν Περσικῶν ἢ τῶν Μακεδονικῶν τοιοῦτος γέγονεν Ἰου- δαίων βασιλεὺς, ὡς ἄρξαι αὐτὸν ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἴως περάτων τῆς οἰκουμένης; τοῦτο γοῦν ἐδήλωσαν οἱ λοιποὶ ἑρμηνευταί. ὁ γοῦν Ἀκύλας φησὶ ‟ καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσι, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἴως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης.

ᾧ συνάδει καὶ τὸ ἐν ἑβδομηκοστῷ πρώτῳ Ψαλμῷ περὶ τοῦ ἐκ σπέρματος Σολομῶνος γενησομένου Χριστοῦ ὧδέ πη εἰρημένον ‟ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἴως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης·” ταῦτα γὰρ περὶ τοῦ υἱοῦ Σολομῶνος ἐλέγετο οὐδὲν λειπόμενα τῶν ἐν τῷ προφήτῃ εἰρημένων.

πότ’ οὖν ταῦτα καὶ πῶς, ἢ κατὰ ποίους χρόνους γέγονεν, ὁ βουλόμενος ἑρμηνευέτω, ἢ πότε ἄλλοτε μετὰ τὴν ὑπὸ Βαβυλωνίοις πολιορκίαν δεύτερον ἐμπρησμὸν ὑπέμεινεν Ἱερουσαλὴμ, καὶ ὁ ἐν αὐτῇ κατερρίφη νεώς.

ὃ καὶ αὐτὸ θαῦμα μέγα ἔχει, ὡς ᾐνίξατο ὁ προφήτης εἰπὼν ‘διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.” Λίβανον γὰρ ἐν τούτοις συνήθως αὐτὸ τὸ ἱερὸν ὀνομάζει, ἐπεὶ καὶ δι’ ἑτέρων προφητειῶν [*](16 Ps. 71, 7.)

v.3.p.555
ἀποδέδεικται Λίβανος αὐτὸς ὁ νεὼς ἐπικεκλημένος.

τοῦτο δὲ καὶ αὐτοὶ παῖδες Ἰουδαίων εἰσέτι νῦν ὁμολογοῦσιν, ἐπεὶ καὶ Ἡσαΐας ἐμφερῆ τῷ μετὰ χεῖρας προφήτῃ θεσπίζων ἔφησεν ‟ἰδοὺ κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται. ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται, καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ.” οἷς ἐπιλέγει ‟καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐπιοῦσι.”

καὶ ἐνταῦθα γὰρ ὁμοῦ τῇ ἐκ σπέρματος Ἰεσσαὶ καὶ Δαβὶδ γενέσει τοῦ Χριστοῦ Λιβάνου καθαίρεσις καὶ ἐθνῶν κλῆσις συνῆπται. Λίβανον δὲ τὴν Ἰερουσαλὴμ διαρρήδην ὁ Ἰεζεκιὴλ σημαίνει λέγων ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ ἔχων τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου.

ταῦτα γοῦν ὁ αὐτὸς ἐξῆς διασαφῶν ἐπιλέγει ‟ὅταν ἔλθῃ Ναβουχοδονόσορ ἐπὶ Ἱερουσαλὴμ λάβῃ τοὺς ἄρχοντας αὐτῆς” καὶ τὰ ἑξῆς. ἀλλὰ ταῦτα μὲν ὁ Ἰεζεκιὴλ περὶ τῆς πρώτης ἐδήλου πολιορκίας, μεθ’ ἣν ὁ Ζαχαρίας περὶ τῆς δευτέρας θεσπίζει. πότε οὖν μετὰ τοὺς Ζαχαρίου χρόνους ἐπὶ τῆς Μακεδόνων βασιλείας ἐμπρησμὸν ὑπέμεινεν ὁ νεώς; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν.