Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Δαρείου γὰρ κατὰ τὸ δεύτερον ἔτος τὸν ἑβδομηγονταετῆ χρόνον τῆς ἐρη- μώσεωςἹερουσαλὴμ συμπεπεράνθαιὁ προφήτηςΖαχα- ρίας δηλοῖ λέγων τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδε- κάτῳ μηνὶ, αὐτός ἐστι Σαβὰτ, ἐν τῷ δευτέρῳ ἔτει Δαρείου, ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου.”

εἶθ’ ἐξῆς ἐπιλέγει ‘‘καὶἀπε- κρίθη ὁ ἄγγελος κυρίου, καὶ εἶπεν, κύριε παντοκρά- τωρ, ἴως τίνος οὐ μὴ ἐλεήσῃς τὴνἹερουσαλὴμ καὶ τὰς πόλειςἸούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;” τοῦτον δὴ οὖν αὐτὸν τῷ θείῳ πνεύματι θεω- ρήσας ὁ Δανιὴλ τὸν χρόνον σημειοῦται λέγων ’ ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἰερεμίαν τὸν προφή- προφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως Ἰερουσαλὴμ, ἐβδο- ἑβδομήκοντα ἔτη, καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύ- ῥίον τὸν θεόν μου, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν.

εἶτα μετὰ τὴν εὐχὴν ἐπιφανεὶς αὐτῷ ὁ ἄγγελος θεσπίζει τὰ περὶ τῶν ἑβδομήκοντα ἑβδομά- δῶν, καὶ τὸν χρόνον ὅθεν δεῖ ἄρχεσθαι ἀριθμεῖν σημαίνει λέγων ‘καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομήσαι Ἱερου- σαλὴμ ἴως χριστοῦ ἡγουμένου.” γέγονε μὲν οὖν ἀπό- κρισις πρώτη Κύρου οἰκοδομηθῆναι τὴν Ἰερουσαλὴμ, οὐ μὴν εἰς ἔργον ἐχώρησε, τῶν περιοίκων κεκωλυ- κότων.

Δαρείου δὲ μετὰ ταῦτα κελεύσαντος καὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ κατ’ αὐτὸν συντελεσθείσης [*](7 Zach. 1, 7. 10 Zach. 1, 12. 15 Dan. 0, 2.)

v.3.p.534
ἡ τοῦ Λανιηλ εντεύθεν προφητεία τήν καταρχήν τής έκβάσεως έλάμβανεν, ή τε φάσκουσα "άπο έξόδον λόγον τού άποκριθήναι καϊ τού οίκοδομήσαι 'ίερου- ύαλήμ” καϊ δι ης είρηται "εγώ Λανιήλ συνήκα έν ταίς βίβλοις τον αριθμόν τών έτών, ός έγενήθη λό- γος κυρίου προς Ιερεμίαν τον προφήτην, εις συμ- πλήρωσαν έρημώσεως Ιερουσαλήμ, έβδομήκοντα έτη.”

κατά γούν το δεύτερον έτος Λαρείου η συμπλή- ρωσις τής εβδομηκονταετηρίδος άποδέδεικται περαι- ωθεΐσα, ώστε έξ άπαντος άρχεσθαι δει ν ημάς τών έβδομήκοντα εβδομάδων από τής εξηκοστής καϊ έκτης 'Ολυμπιάδος και από δευτέρου έτους Λαρείου, έν ω τά τής οικοδομής περαιούται.

έντεύθεν γούν εί τους έπομένους χρόνους άριθμήσειας, εύροις άν έπ' ι» αυτόν Ήρώδην μόναρχόν τε Ρωμαίων Αυγουστον, καθ' ους η τού σωτήρος ημών έπέφανε τω βίω γένε- σις, τά τετρακόσια όγδοήκοντα τρία έτη, αϊ είσιν επτά καϊ έξήκοντα δύο εβδομάδες, κατά" τήν τού Δα- νιήλ προφητείαν περιοριζόμενα.

άπο γάρ τής εξη- κοστής και έκτης 'Ολυμπιάδος έπϊ τήν εκατοστή ν όγδοηκοστήν έκτην γίνονται 5Ολυμπιάδες μεταξύ εκα- τόν είκοσι μία, έτη τετρακόσια όγδοήκοντα τέσσαρα, τετραετίαν τής "Ολυμπιάδος έπεχούσης, καθ* όν και- ρόν Αύγουστος 'Ρωμαίων βασιλεύς πεντεκαιδέκατον έτος τής βασιλείας έπέχων Αιγύπτου κρατεί κάί τής λοιπής οικουμένης, ύφ ου πρώτος άλλόφυλος Ηρώ- δης τήν τών 'Ιουδαίων έγχειρίξεται βασιλείαν, γεννά- ται ό σωτήρ καϊ κύριος ημών 'Ιησούς ό Χριστός τού θεού, κατά το αυτό συντρεχόντων τών χρόνων τής γενέσεως αύτού καϊ τής συμπληρώσεως τών παρά τω Λανιήλ επτά καϊ έξήκοντα δύο έβδομάδων' μεθ' άς διηρημένης καϊ μακράν άπεσχοινισμένης μετα

v.3.p.535
πλεῖστα ὅσα τὰ μεταξὺ προφητευόμενα τῆς λειπούσης μιᾶς ἑβδομάδος, τὰ λοιπὰ πάντα διὰ μέσου τῆς τοῦ χρησμοῦ προρρήσεως εἰρημένα ἐπιτελεῖται, ἃ καὶ αὐτὰ τοῦτον ἔχει τὸν τρόπον “μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ. καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς.”

καὶ ταῦτα δὲ ἐναργῆ τὴν ἔκβασιν εἴληφε κατ’ αὐτὸν Αὔγουστον καὶ Ἡρώδην, εἰς οὓς τὰς προειρημένας ἑπτὰ ἑβδομάδας συγκεφαλαιοῦσθαί φαμεν. ὁδῷ γοῦν καὶ τάξει τοῦ κατὰ τὴν ἀρχιερωσύνην χρίσματος μέχρι τῶν Ἡρώδου καὶ Αὐγούστου χρόνων διαρκέσαντος, τῆς τε διαδοχῆς τῶν πάλαι ἀρχιερέων ἐπὶ Ἀλέξανδρον τὸν Ὑρκανοῦ πατέρα περιγραφείσης, Ἡρώδης τὸν Ὑρκανὸν ἀνελὼν οὐκέτι τοῖς ἐκ πατέρων διαδόχοις ἐπιτρέψαι λέγεται τὴν λειτουργίαν, ἀλλά τισιν ἀσήμοις μοις καὶ ἀφανέσιν ἀνθρώποις.

τοῦτο δὲ καὶ ὁ χρησμὸς προλαβὼν ἐθέσπισεν εἰπὼν “καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἐξήκοντα δύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ.”

ὅπερ σαφῶς καὶ οἶ λοιποὶ τεθείκασιν ἑρμηνευταί· ὁ μὲν Ἀκύλας φήσας ‟καὶ μετὰ τὰς ἑπτὰ ἑβδομάδας καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται ἠλειμμένος καὶ οὐκ ἔστιν αὐτῷ·‘ ὁ δὲ Σύμμαχος ‟καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἐξήκοντα δύο ἐκκοπήσεται χριστὸς, καὶ οὐχ ὑπάρξει αὐτῷ” ὅθεν μάλιστα παρί- στασθαί μοι δοκεῖ χριστὸς ἡγούμενος εἶναι ὁ κατὰ τὴν ἡμετέραν ἀπόδοσιν δεδηλωμένος.

μετὰ γοῦν [*](4 Dan. 9, 26.)

v.3.p.536
τὴν τῶν εἰρημένων ἑβδομάδων συμπλήρωσιν ‟ἐξολοθρευθήσεται χριστός” φησί. τίς δὲ οὗτος ἢ ὁ ἡγούμενος καὶ ὁ κατὰ διαδοχὴν ἐξ ἱερατικοῦ γένους τοῦ ἔθνους προεστώς; διέμενε γοῦν οὗτος εἰς ὅσον οὔπω τὰ τῶν ἑβδομάδων ἐπληροῦτο· ἐπειδὴ δὲ τέλος ἐλάμβανον αὗται, ἀκολούθως τῇ προφητείᾳ ἐξεκόπη ὁ ἐκ διαδοχῆς γένους τοῦ ἔθνους προεστώς. οὗτος δὲ ἦν Ὑρκανὸς, ὃν αὐτὸς Ἡρώδης ἀνελὼν τὴν κατὰ τοῦ ἔθνους βασιλείαν μηδὲν αὐτῷ διαφέρουσαν ὑφαρπάζει, πρῶτός τε αὐτὸς ἀλλόφυλος ἡγεῖται.

οὐ μόνος δὲ ἄρα ὁ Ὑρκανὸς χριστὸς ὢν καὶ τῶν πάλαι ἀρχιερέων ὕστατος ἐξεκόπη, ἀλλὰ καὶ ἡ ἐκ προγόνων ἄνωθεν ἐκ τῶν πρόπαλαι ἀρχιερέων κατιοῦσα διαδοχὴ, αὐτό τε τὸ κατὰ νόμους χρῖσμα οὐκέτι κατὰ κρίσιν γινόμενον, ἀτάκτως δὲ καὶ συγκεχυμένως, οὐ κατὰ τὰ παρὰ Μωσεῖ νενομοθετημένα· συνέτρεχε δὲ ὁμοῦ πάντα ἀκολούθως τῇ προφητείᾳ φησάσῃ ‟ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ.

μάρτυς ἀξιόχρεως τούτων ὁ ἐξ αὐτῶν Ἑβραίων Ἰώσηπος, ὧδέ πως ἱστορῶν τὰ κατὰ τοὺς χρόνους ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαικῆς Ἀρχαιολογίας ‟τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους, οὗτοι δὲ ἦσαν οἱ καλούμενοι Μακκαβαῖοι, καθίστησιν ἀρχιερεῖς, ἀλλά τινας ἀσήμους καὶ μόνον ἐξ Ἑβραίων ὄντας, πλὴν ἑνὸς Ἀριστοβούλου, ὃν Ὑρκανοῦ υἱὸν ὄντα καταστήσας ἀρχιερέα τῇ ἀδελφῇ αὐτοῦ συνῴκησε Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς αὐτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην.

εἶτα δεδιὼς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν ἀνεῖλεν [*](21 ὀκτωκαιδεκάτω] Immo XX. 10, 5)

v.3.p.537
αὐτόν ἐν Ἱεριχοῖ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. μετὰ τοῦτον οὐκέτι τοῖς ἐκγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν·. ἔπραξε δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων Ἀρχέλαος τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον Ῥωμαῖοι τὴν τῶν Ἰουδαίων βασιλείαν παρειληθότες.”

πάλιν ἐν ἑτέροις ταῦτα περὶ αὐτῶν φησιν ‟Ἡρώδης δὲ βασιλεύσας τήν τε βᾶριν ταύτην ἐν ἐπιτηδείῳ τόπῳ κειμένην κατασκευάσας πολυτελῶς Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν λαμβάνει, τὴν δὲ κειμένην κατεῖχε, πιστεύων οὐδὲν νεωτερίσειν τὸν λαὸν δι’ αὐτήν. ἔπραξε δ’ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς ᾿Αρχέλαος, υἱὸς ὢν αὐτοῦ, παρ’ οὗ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχὴν ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι ὑπὸ σφραγῖδι.”

διὰ τούτων τὸ ἀποτέλεσμα παντί τῳ νομίζω καταφανὲς γεγενῆσθαι τοῦ φήσαντος χρησμοῦ ‟καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἐξήκοντα δύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ.”

ἔτι δὲ μᾶλλον ὄψει πῶς εἴρηται τὸ ‟κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, τὸ ἄκριτον συνιδὼν τῆς τῶν ἀρχιερέων καταστάσεως τῶν μετὰ Ἡρώδην καὶ κατὰ τοὺς χρόνους τοῦ σωτῆρος ἡμῶν γεγενημένων.

τοῦ γὰρ κατὰ τὸν θεῖον νόμον ἀρχιερέως πάντα τὸν τῆς ζωῆς χρό- νον τὴν λειτουργίαν διέπειν κεκελευσμένου ἐπὶ διαδόχῳ παιδὶ γνησίῳ, κατὰ τοὺς ἐξεταζομένους καιροὑς μετὰ τὸ ἐξολοθρευθῆναι τὸ χρῖσμα τῇ προφητείᾳ συμφώνως, πρῶτος μὲν Ἡρώδης, ἔπειτα δὲ καὶ Ῥωμαῖοι [*](7 ἐν ἑτέροις] A. J. XVIII, 4, 3.)

v.3.p.538
μετὰ τοῦτον, ἀκρίτως καὶ οὐ κατὰ τὸν νόμον τοὺς ἀρχιερεῖς καθίστων οὓς ἐδόκει αὐτοῖς, δημοτικοῖς τισι καὶ ἀσήμοις ἀνδράσι τὴν τιμὴν χαριζόμενοι, ἐπίπρασκόν τε καὶ ἐκαπήλευον τοὔν·ομα, ἄλλοτε ἄλλοις ἐνιαυσιαῖον τὸ ἀξίωμα δωρούμενοι.

διό μοι δοκεῖ ὁ ἱερὸς εὐαγγελιστὴς Λουκᾶς τὸν χρόνον τοῦ κηρύγματος τοῦ σωτῆρος ἡμῶν ὑπογράφων σημειοῦσθαι τοῦτο δι’ ὧν φησιν “ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχούντων δὲ Ἡρώδου καὶ Φιλίππου καὶ Λυσανίου, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάρα.”

δύο γὰρ οὗτοι κατὰ τὸ αὐτὸ ἀρχιερεῖς πῶς ἂν ἐγένοντο ἢ καταλυθείσης τῆς περὶ τῶν ἀρχιερέων νομοθεσίας; τούτοις γοῦν καὶ Ἰώσηπος ἐπιμαρτυρῶν ταῦτα γράφει ‟Οὐαλέριος Γρᾶτος Ῥωμαίων στρατηγὸς παύσας ἀρχιερᾶσθαι Ἄνανον Ἰσμαῆλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φήβα, καὶ τοῦτον μετ’ οὐ πολὺ μεταστήσας Ἐλεάζαρον τὸν τοῦ Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας Σίμωνι τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος, ὁ καὶ Καϊάφας, ἦν αὐτῷ.