Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἀλλὰ γὰρ πλησιαζούσης αὐτῶν τῆς ἐσχάτης δυσσεβείας μετὰ ταῦτα πάντα ἀπεφήνατο εἰπὼν ‘ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος, ὃ καὶ αὐτὸ ἐπληροῦτο, ὅτε παθόντος αὐτοῦ τὸ καταπέτασμα τοῦ ναοῦ ὅλον δι’ ὅλου μέσον ἐρράγη, καθῄρητό τε ἐξ ἐκείνου δυνάμει ἡ προσηνὴς τῷ θεῷ κατὰ τὴν τοῦ νόμου διάταξιν θυσία καὶ σπονδὴ, ἧς ἀρθείσης καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως κατὰ τὴν ἐν χερσὶ προφητείαν ἐπηκολούθησε τῷ τόπῳ.
εἰ δὲ καὶ ἐπί τινα χρόνον παραμένειν ἔδοξε τὰ τῆς ἐν τῷ τόπῳ λειτουργίας, ἀλλ’ οὐκέτι γε ταῦτα ἀρεστὰ τῷ θεῶ ἦν, ἀκρίτως καὶ οὐ κατὰ νόμον ἐπιτελούμενα.
ὥσπερ γὰρ πρόπαλαι ἐξολοθρευθέντος τοῦ χρίσματος, καὶ τῶν κατὰ διαδοχὴν νομίμων ἀρχιερέων πεπαυμένων ἀπὸ τῆς Ὑρκανοῦ τελευτῆς, οἱ μετὰ ταῦτα παριόντες ἀτάκτως καὶ παρανόμως ἐδόκουν μέν τι ποιεῖν, οὐ μὴν κατὰ τοὺς πρέποντας ἔπραττον θεσμοὺς, δι’ οὓς καὶ ἔφασκεν ἡ προφητεία ‟ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτω δὴ καὶ ἐπὶ τῆς θυσίας καὶ τῆς σπονδῆς συμβεβηκέναι φήσεις, ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ σωτῆρος ἐπιτελουμένης διὰ τὴν εἰσέτι τότε τὰ τῶν ἁγίων τόπων [*](2 Matth. 21, 13. 4 Jo. 2, 16. 9 Matth. 23, 38.)
ὁμοῦ γὰρ τῷ πληροῦσθαι τὸ φάσκον λόγιον καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία τὰ τῆς παλαιὰς διαθήκης περιῄρητο. πότε δὲ τὰ τῆς διαθήκης τῆς καινῆς ἐδυναμοῦτο ἢ ὅτε ὁ σωτὴρ καὶ κύριος ἡμῶν μέλλων τελεῖν τὸ μέγα μυστήριον τῆς εἰς τὸν θάνατον αὑτοῦ παρόδου ᾑ νυκτὶ παρεδίδοτο, τὰ σύμβολα τόν κατ’ αὐτὸν ἀπορτήτων τῆς καινῆς διαθήκης λόγων τοῖς αὑτοῦ παρεδίδου μαθηταῖς; ὁμοῦ γὰρ ταῦτ’ ἐτελεῖτο καὶ ἡ κατὰ Μωσέα παλαιὰ διαθήκη περιῄρητο, ὅπερ ἐδήλου τὸ καταπέτασμα τοῦ ναοῦ κατὰ τὸν αὐτὸν ῥηγνύμενον χρόνον.
ἀρθείσης γοῦν ἐξ ἐκείνου καὶ δυνάμει καὶ ἀληθείᾳ καταλυθείσης θυσίας καὶ σπονδῆς, αἱ μετὰ ταῦτα νομιζόμεναι αὐτόθι ἐπιτελεῖσθαι θυσίαι ἄσπονδοι καὶ ἀνίεροι ἐν βεβήλῳ τόπῳ καὶ ὑπὸ βεβήλων καὶ ἀνιέρων ἐπετελοῦντο.
δέχου δὲ καὶ τὰς περὶ τούτων Ἰωσήπου μαρτυρίας ‟κατὰ δὲ τὴν ἡμέραν τῆς πεντηκοστῆς νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερὸν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας λεγούσης, μεταβαίνωμεν ἐντεῦθεν.” ταῦτα δὲ ἱστορεῖ μετὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν γεγονέναι.
καὶ πάλιν [*](23 Joseph. B. J. VI. 5, 3. 29 Vid. Joseph. Ant. XVIII. 3, 1. B. J. II. 9, 2.)
Αὐτὰ δὴ ταῦτα καὶ ὁ Φίλων συμμαρτυρεῖ, τὰς σημαίας φάσκων τὰς βασιλικὰς τὸν Πιλάτον νύκτωρ ἐν τῷ ἱερῷ ἀναθεῖναι, ἀρκήν τε στάσεων καὶ συμφορῶν ἐπαλλήλων ἐξ ἐκείνου τοῖς Ἰουδαίοις συμπεεσεῖν.
Οὐ διέλιπον οὖν ἔκτοτε τὸ πᾶν ἔθνος καί τὴν μητρόπολιν αὐτῶν παντοίων κακῶν ἐπαναστάσεις ἕως τοῦ ὑστάτου κατ’ αὐτῶν πολέμου καὶ τῆς ἐσχάτης πολιορκίας, καθ’ ἤν παντοίοις ἀφανισμοῖς λιμοῦ τε καὶ λοιμοῦ καὶ μαχαίρας καταποντισμοῦ δίκην τοῦ κατ’ αὐτῶν ὀλέθρου συρρεύσαντος, πάντες οὑ κατασυστάντες τοῦ σωτῆρος ἠμῶν ἠβηδὰν ἐξεκόπησαν· ὅτε καὶ τὸ βδέλυγμα τῆς ἐρημώσενς ἐπὶ τὸ ἱερὸν ἔστη, ὃ καὶ εἰς δεῦρο διέμειεἰκὸς ὁσημέραι ἐπὶ τὸ χεῖρον ἐρημίας ἐλαῦνον.
Εἰκὸς δὲ καὶ ἑπιτείνειν αὐτὸ μέκρι τῆς τοῦ βίου συντελείας, Κατὰ τὸν ὑπὸ τὴς προφητείας ἀποξανθέντα ὅρον, φήσαντα “καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.”
ἥντινα φωνὴν γίσατο εἰπὼν “ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τὴς ἐρημώσεως τὸ ῥηθέν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἀγίῳ, τότε υινώσκεετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. ”
Εἰ δὲ δυσπίστως πρὸς ταῦτα ἔκκοιεν οἱ ἐκ περιτομῆς, ἐλευκτέον αὐτοὺς μὴ μόνον ἀναιδῶς πρὸς τὰ ἀλ ἀληθῆ καὶ ἐναργῆ ἱσταμένους, ἀλλὰ καὶ τὸς [*](6 Philo Jud. Cf. leg. Ad Caium s. 38. P. 589. 590. 24 Matth. 24, 15. Luc. 21, 20.)
ὧν σαφῶς ὑπ’ ὀφθαλμοῖς ὁρωμένων ἡμῖν εἰσέτι νῦν θαυμάσαι ἔστι τοὺς ἐκ περιτομῆς οὐχ οὕτως ἀντιβλέπειν τοῖς ἐναργέσι τολμῶντας, ὅσον ἀβλεπτοῦντας καὶ τὴν διάνοιαν ἐσκοτωμένους πρὸς τὸ μὴ ὁρᾶν τὰ οὕτω σαφῆ καὶ ἐναργῆ τῶν θείων γραφῶν ἀποτελέσματα.
ὃ καὶ πεπόνθασι κατὰ τὴν εἰς αὐτοὺς πληρωθεῖσαν κἀν τούτῳ τοῦ Ἡσαΐου φωνὴν, δι’ ἦς ἐθέσπισεν αὐτοῖς εἰπὼν ‟ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν, καὶ τοὶς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ἀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.”
Ἀλλ᾿ ἐπεὶ καὶ περὶ τῶν πεπιστευκότων ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πάλαι πρότερον εἴρητο ‟οἷς [*](22 Es. 6, 9. 30 Es. 52, 15.)