Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρ- τίας τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ ῥιπτοῦντος τὸν ἔλεον μου ἔναντι κυρίου τοῦ θεοῦ μου περὶ τοῦ ὅρους τοῦ ἁγίου τοῦ θεοῦ μου, καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, καὶ συνέτισέ με, καὶ ἐλάλησε μετ’ ἐμοῦ, καὶ εἶπε, Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνε- σιν.

ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, [*](10 Ps. 40, 6. 19 Dan. 9, 20.)

v.3.p.514
καὶ ἐγὼ ἦλθον ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ.

ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.

καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ ἴως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο, καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος, καὶ κενωθήσονται οἶ καιροὶ, καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἐξηκονταδύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς, καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάσος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται, καὶ ἴως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.”

Τῆς τοῦ Ἰουδαίων ἔθνους εἰς Βαβυλῶνα ἑβδομηκονταετοῦς αἰχμαλωσίας εἰς πέρας ἤδη συνελαυνούσης, τῷ Δανιὴλ εὐξαμένῳ εἷς τῶν ἁγίων λειτουργῶν τοῦ θεοῦ Γαβριὴλ ὁ ἀρχάγγελος ἐπιφανεὶς τὴν ἀνανέωσιν τῆς Ἰερουσαλὴμ αὐτίκα τότε καὶ οὐκ εἰς μακρὰν ἔσεσθαι θεσπίζει, τόν τε μετὰ τὴν ἀνανέωσιν αὐτῆς χρόνον εἰς ἐτῶν ἀριθμὸν περιορίζει, προλέγει τε ὡς μετὰ τὴν ὡρισμένην προθεσμίαν αὖθις καθαι- ρεθήσεται, καὶ ὡς τὴν δευτέραν ὑπομείνασα ἅλωσιν

v.3.p.515
καὶ πολιορκίαν οὐκέτι τῆς ἐκ θεοῦ τεύξεται ἐπισκοπῆς, μενεῖ δὲ ἔρημος, συγκαθαιρουμένης αὐτῇ τῆς κατὰ τὸν Μωυσέως νόμον λατρείας, ἑτέρας δὲ ἀντ’ ἐκείνης τῷ βίῳ τῶν ἀνθρώπων καινῆς διαθήκης ἀντεισαχθησομένης.

καὶ ταῦτα ὁ Γαβριὴλ ὡς ἐν χρησμοῖς ἐπικεκρυμμένως ἐκφαίνειν ὁμολογεῖ τῷ προφήτῃ.

φησὶν οὑν αὐτῷ Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν, ἐν ἀρχῇ τῆς δεήσεως σου ἐξῆλθεν ὁ λόγος, κἀγὼ ἦλθον ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἷ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ,” σαφῶς διεγείρων αὐτὸν εἰς βαθυτέραν ἔν- νοιαν καὶ σύνεσιν τῆς τῶν λεγομένων θεωρίας. ὀπτασίαν γοῦν αὐτά γέ φησι διὰ τὸ βαθυτέρας ἔχεσθαι διανοίας καὶ οὐ τῆς τυχούσης συνέσεως δεῖσθαι.

διόπερ καὶ αὐτοὶ τὸν δωρούμενον σύνεσιν ἀνθρώποις ἐπικαλεσάμενοι εὐξάμενοί τε ὑπ’ αὐτοῦ φωτισθῆναι τοὺς τῆς διανοίας ὀφθαλμοὺς, ἐπιθαρρήσωμεν τῇ κατὰ τοὺς τόπους θεωρίᾳ. “ ἑβδομήκοντα, ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, τοῦ συντελεσθῆναι ἀμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.”

ὅτι τῶν ἑβδομήκοντα ἑβδομάδων ὁ χρόνος ἐν ἔτεσιν ἀναλυόμενος ἐνενήκοντα πρὸς τοῖς τετρακοσίοις ἀριθμὸν συνάγει παντί που δῆλον. τοσοῦτος τοιγαροῦν συνετμήθη χρόνος ἐπὶ τὸν λαόν σου, τὸ πᾶν συμπέρασμα τοῦ Ἰουδαίων περιορίζων ἔθνους.

καὶ οὐκέτι γε αὐτοὺς ἐν τούτοις θεοῦ λαὸν προσαγορεύει, ἀλλὰ τῷ Δανιήλ φησι, λαόν σου· ὥσπερ γὰρ ἀσεβήσαντά ποτε καὶ εἰδωλολατρήσαντα ἐπὶ τῆς ἐρήμου οὐκέτι λαὸν

v.3.p.516
ἑαυτοῦ ὁ θεὸς, ἀλλὰ τοῦ Μώσεως προσεῖπε, φήσας “βάδιζε, κατάβηθι, ἠνόμησε γὰρ ὁ λαός σου·” τὸν αὐτὸν τρόπον κἀνταῦθα τοῦ περιωρίσθαι κατ’ αὐτῶν τὸν δηλωθέντα χρόνον τὸ αἴτιον ἐκδιδάσκει· τοῦτο δ’ ἦν τὸ μηκέτι τοῦ θεοῦ λαὸν αὐτοὺς καταξιοῦσθαι χρηματίζειν.

ἐπιλέγει δὲ ‘καὶ ἐπὶ τὴν πόλιν τὴν ἀγίαν,” τὸ σοῦ πάλιν ἐξακουόντων ἡμῶν κατὰ κοινοῦ, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ‟ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, ὡς εἰ ἔφασκε, τήν σοι νενομισμένην ἁγίαν. τὸ γοῦν Ἑβραικὸν καὶ οἱ λοιποὶ συμφώνως ἑρμηνευταὶ οὐ μόνον ἐπὶ τοῦ λαοῦ, ἀλλὰ καὶ ἐπὶ τῆς πόλεως τὸ σοῦ προσκείμενον περιέχουυσιν. ὁ γοῦν Ἀκύλας φησὶν ‟ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ πόλιν ἡγιασμένην σου ·” ὁ δὲ Σύμμαχος ‘‘κατὰ τοῦ λαοῦ σου καὶ τῆς πόλεως τῆς ἁγίας σου.”

ὅθεν καὶ παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν ἑβδομήκοντα τὸ σοῦ μετὰ ἀστερίσκου παραθέσεως πρόσκειται.

ἐπεὶ γὰρ εὐξάμενος Δανιὴλ ἐν τοῖς τῆς ἱκεσίας αὑτοῦ ῥήμασι πολλάκις τὸν μὲν λαὸν θεοῦ λαὸν ὠνόμασε, τὸν δὲ τῆς πόλεως τόπον ἅγιον τοῦ θεοῦ τόπον, ἀντιστρέψας ὁ χρηματίζων οὔτε τὴν πόλιν ἁγίαν τοῦ θεοῦ οὔτε τὸν λαὸν τοῦ θεοῦ εἶναι ὁμολογεῖ, ἀλλὰ σοῦ, φησὶ, τοῦ προσευχομένου καὶ τοιαῦτα περὶ τοῦ λαοῦ καὶ τοῦ τόπου καὶ τῆς πόλεως εἰρηκότος. ἔχουσι δὲ τοῦ Δανιὴλ αἶ φωναὶ οὕτως ‘‘ἀποστραφήτω δὴ ὁ θυμός σου, καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεως σου Ἰερουσαλὴμ ὄρους ἁγίου σου.”

καὶ ‟ὁ λαός σου ἐγένετο εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν.” καὶ πάλιν ‟ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον.” καὶ αὖθις [*](2 Ex. 32, 7. 26 Dan. 9, 16.)

v.3.p.517
“ἴδε τὸν ἀφανισμὸν τῆς πόλεως σου, ἐφ’ ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ’ αὐτῆς,” καὶ ἐξῆς ‘‘ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου.”

τοιαῦτα εὐξάμενος ἐπιλέγει “καὶ μου λαλοῦντος καὶ προσευχομένου, ἰδοὺ Γαβριὴλ ὃν εἶδον ἐν τῇ ὁράσει μου πετόμενος, καὶ ἥψατό μου,” καὶ εἶπε τὰ ἀναγεγραμμένα· σαφῶς οὖν διὰ τούτων ὁ μὲν προφήτης πόλιν οὐχ ἁπλῶς, ἀλλὰ τοῦ θεοῦ πόλιν ὠνόμασε, καὶ τὸ ἁγίασμα τοῦ θεοῦ καὶ τὸν λαὸν τοῦ θεοῦ λαὸν, διαθέσει τῇ πρὸς τὸν λαόν.

οὐκέτι μὴν καὶ ὁ Γαβριὴλ ὁμοίως αὐτῷ καλεῖ τὰ δηλούμενα, ἔμπαλιν δὲ ἐπὶ τὸν λαόν σου φησὶ, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, μονονουχὶ καὶ τὴν πόλιν καὶ τὸν λαὸν καὶ τὸ ἁγίασμα ἀνάξιον εἶναι τῆς τοῦ θεοῦ προσηγορίας ἀποφήνας.

τοσοῦτον δὴ οὖν χρόνον ὡρίσθαι κατὰ τοῦ λαοῦ πρῶ- τον ἔπειτα καὶ κατὰ τῆς πόλεως διδάσκει, καὶ τοσοῦτός γε ὢν ἀποδείκνυται ἀπὸ τῆς ἀνανεώσεως τῆς Ἰερουσαλὴμ, ὃ γέγονεν ἐπὶ Δαρείου τοῦ Περσῶν βασιλέως, μέχρι τῆς Αὐγούστου Ῥωμαίων ἐπικρατήσεως, Ἡρώδου τε Ἰουδαίων βασιλέως ἀλλοφύλου τὸ γένος καθ’ οὓς τὰ τῆς γενέσεως ἱστορεῖται τοῦ σωτῆρος ἡμῶν, ὡς ὁ λόγος προιὼν ἐπιδείξει.

ἑξῆς δὲ ἐπιλέγει “τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.” ἀντὶ μὲν οὖν τοῦ ‟συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας ὁ Ἀκύλας πεποίηκε ‟τοῦ συντελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι ἁμαρτίαν.”

τὸ γὰρ ‘πληρώσατε τὸ [*](31 Matth. 23, 32.)

v.3.p.518
μέτρου τών πατέρων υμών" είρημένον υπό τον Οω- τήρος ημών προς τούς έκ περιτομής καϊ δια τούτων οῖμαι παρίοταοθαι. έπϊ γαρ τής κατ' αύτού τολμηθεί- Οης τον Ιουδαίων έθνους έπιβουλής ουνετελέοθη αυ- τών η αμαρτία καϊ η προς τον θεόν κατά τον Ἀκυλαν άθεα ία τέλος είληφε.

πάλαι μίν γάρ πρότερον έφερεν αυτούς ή τού θεού μακροθυμία μυρία όοα πλημμελούντας προ τής τού οωτήρος ημών παρου- σίας, ώοπερ ουν διά τών προφητικών άποδείκνυται λόγων' πλήν αλλ᾿ ώοπερ έπϊ τών πάλαι τήν γήν τής έπαγγελίας οίκούντων άλλοφύλων είρητο τω “Αβραάμ ούπω γάρ άναπεπλήρωνται αί άμαρτίαι τών 'Λμορ- ραίων” καϊ εί μηδέπω ήοαν έκπεπληρωμέναι, ουκ ηλαύνοντό πω οί'Αμορραΐοι τής πατρώας γης, έπεϊ δὲ έπληρώθηοαν αϊ άμαρτίαι αύτών, τηνικαύτα πάντες έξωλοθρεύθηοαν έπὶ τῶν Ἰησοῦ τού Μωυοέως δια- δόχου χρόνων' ούτω καϊ έπϊ τού προτέρου νοηθείς λαού' εως μεν γάρ ουκ έπληρούντο αύτών αί άμαρ- τίαι, η τού θεού άνοχή καϊ μακροθυμία έφερεν αύ- τούς, εις έπιΰτροφήν έκάοτοτε προσκαλουμένη διά τών προφητών έπεὶ δὲ κατά τήν οωτήριον φωνήν έπλήρωσαν το μέτρον τών πατέρων αύτών, ούτω δ᾿ αν πάντα ουναχθέντα κατά το αυτό τον έοχατον αύ- τοις κατειργάοατο όλεθρον, ώοπερ ουν πάλιν αυτός ό κύριος ημών διδάοκει λέγων πάν αίμα έκχυθεν από καταβολής κόομου, άπο αίματος 'Αβελ τού δικαίου εως αίματος Ζαχαρίου, ήξειν έπϊ τήν γενεάν ταύτη ν.”