Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ δὲ καὶ εἰσέτι νῦν μυρίοι τοῦ σωτῆρος ἡμῶν ἐχθροὶ τὴν ἐκκλησίαν αὐτοῦ κατὰ καιροὺς πολεμεῖν ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἀοράτῳ χειρὶ καὶ ἐνθέῳ δυνάμει τροποῦται, ὡς καὶ περὶ αὐτῶν εἰρῆσθαι τὸ ‟αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.”

ἐπειδὴ δὲ ἤδη λοιπὸν τὰ κατὰ τῶν ἐχθρῶν νικητήρια ἀπειλήφει, τηνικαῦτα ἐπληροῦτο καὶ τὸ ‟ προσκυνήσουσί σε οἶ υἱοὶ τοῦ πατρός σου,’ πάντες δηλαδὴ οἶ κατ’ οὐρανὸν ἄγγελοι, τά τε πνεύματα τὰ λειτουργικὰ καὶ

v.3.p.509
αἶ θεῖαι δυνάμεις, οἵ τε ἐπὶ γῆς ἀπόστολοι καὶ εὐαγ- γελισταὶ, καὶ μετὰ τούτους ἅπαντες οἶ ἐξ ἐθνῶν δι’ αὐτοῦ τὸν ἴνα καὶ μόνον ἀληθῆ πατέρα θεὸν ἐπιγρα- ψάμενοι, οἔτινες θεὸν λόγον ὄντα τὸν Χριστὸν μεμα- θηκότες ὡς θεὸν προσκυνεῖν αὐτὸν ὁμολογοῦνται.

ἀλλ’ ἐπεὶ ἐχρῆν καὶ τὰ τῆς γενέσεως αὐτοῦ καὶ τὰ τοῦ θανάτου μυστήρια τῇ περὶ αὐτοῦ προφητείᾳ συμπεριλαβεῖν, εἰκότως μετὰ τὰ προειρημένα θεσπί- ’ζων ὁ Ἰακὼβ ἐπιλέγει ^* σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἷέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν;” σκύμνον μὲν οὖν λέοντος αὐτὸν ὀνομάζει διὰ τὸ ἐκ βασιλικῆς αὐτὸν γεγονέναι φυλῆς.

ἐκ σπέρματος γοῦν ἦν τοῦ Δαβὶδ κατὰ σάρκα. ^^ ἐκ βλαστοῦ δὲ ἀνέβης υἶέ μου” φησὶν, ἐπείπερ ἐκ σπέρματος καὶ ῥίζης τοῦ ταῦτα προαναφωνοῦντος Ἰακὼβ ἀνέφυ, πρότερον μὲν θεὸς λόγος ὢν, γενόμενος δὲ δεύτερον υἱὸς ἀνθρώπου δι’ ἣν ἀνεδέξατο ὑπὲρ ἡμῶν οἰκονομίαν.

εἴη δ’ ἂν καὶ τοῦ θανάτου αὐτοῦ δηλωτικὸν τὸ ’ ἀναπεσὼν ἐκοι- μήθης ὡς λέων καὶ ὡς σκύμνος,” ἐξ ἔθους τῆς γρα- φῆς κατά τι οἰκεῖον θεώρημα τὸν θάνατον καὶ ἐπὶ μυρίων ἄλλων κοίμησιν ἀποκαλούσης.

τὸ δὲ ‘τίς ἐγερεῖ αὐτόν” περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ θαυμαστικῶς εἴρηται. ἐγερθησόμενον γὰρ αὐτὸν σα- φῶς οἶδεν ὁ φάσκων ‘τίς ἐγερεῖ αὐτόν.’ θαυμαστι- κῶς δὲ ἐπιλέγει τὸ, τίς ἄρα ὁ τοῦτο ποιήσων καὶ ἀνα- στήσων αὐτόν,” ἡμᾶς ἐπὶ τὸ ζητεῖν διεγείρων τίς ἂν εἴη ὁ τὸν κύριον ἡμῶν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀνα- δεξάμενον ἐκ νεκρῶν ἀναστήσων.

τίς δ’ ἂν εἴη ἄλλος ἢ ὁ τῶν Sλων θεὸς καὶ πατὴρ αὐτοῦ, ᾧ μόνῳ ἀναθετέον τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν, κατὰ τὴν λέγουσαν γραφὴν ^ ὃν ὁ πατὴρ ἤγειρεν ἐκ νε-

v.3.p.510
κρῶν;” ἀντὶ δὲ τοῦ ‘σκύμνος λέοντος Ἰούδα, ἐκ βλ στοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθη ἐμφαντικώτατα ὁ μὲν Ἀκύλας φησὶ ‘‘σκύλαξ λέοντος Ἰούδα, ἀπὸ ἁλώσεως υἷέ μου ἀνέβης, κάμψας κατεκλίθης.”

ὁ δὲ Σύμμαχός φησι σκύμνος λέοντος Ἰούδα, ἐκ θηριαλώσεως υἱέ μου ἀνέβης, ὀκλάσας ἡδράσθης·” δι’ ὧν σαφῶς παρίσταται ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἐξ Ἅιδου, ὥσπερ ἔκ τινος θηριαλώσεως, τοῦ δωτῆρος ἡμῶν ἀποφυγή.

τὸ δὲ ὀκλάσαι καὶ ἑδρασθῇναι, ἀλλὰ μὴ καταπεσεῖν, ὁμοῦ τὸν θάνατον ἔδ’ εἶξε διὰ τοῦ ὀκλάσαι, καὶ τὸ μὴ ὑποσυρῆναι ὁμοίως ταῖς τῶν λοιπῶν ἀνθρώπων ψυχαῖς διὰ τοῦ ἡδράσθαι. ταῦτα μὲν οὖν πάντα προαπέκειτο τῷ Χριστῷ, πλὴν ἕως οὐδέπω τέλους ἐτύγχανε τὸ Ἰουδαίων συνειστήκει ἔθνος 5 καὶ οἶ ἐξ αὐτῶν ἄρχοντες καὶ ἡγούμενοι οἵ τε ἐξακριβαζόμενοι τὰς θείας συνετῶς περὶ τοῦ Χριστοῦ προφητείας διέπρεπον ἐν αὐτοῖς.

ἐπεὶ δὲ ἐλήλυθε τὰ ἀποκείμενα τῷ Ἰούδᾳ, ἐφάνη τε ἐπὶ γῆς ὁ προφητευόμενος ἐκ σπέρματος καὶ βλαστοῦ γενόμενος τοῦ ταῦτα τεθεσπικότος, ἀναπεσών τε καὶ κοιμηθεὶς, ἢ ὀκλάσας κατὰ τὸν Σύμμαχον, ἡδράσθη καὶ ἀνηγέρθη, τὰς χεῖρας αὐτοῦ κατὰ νώτου τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν ἐπιβαλὼν, οἱ τε ἀδελφοὶ αὐτοῦ καὶ μαθηταὶ πρότερον ἐπαινοῦντες αὐτὸν καὶ θαυμάζοντες ὕστερον καὶ ὡς θεὸν ὡμολόγησαν εἶναι, καὶ ὡς θεὸν προσεκύνησαν, τηνικαῦτα ἐπληροῦτο τὰ ἀποκείμενα αὐτῷ, ὡς διὰ τοῦτο ἀνειρῆσθαι τὸ ἴως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ.

ἐξ ἐκεί- νοῦ γάρ τοι καὶ εἰς δεῦρο εἰς πέρας ἐλθόντων τῶν ἀποκειμένων αὐτῷ διαλελοίπασι μὲν οἶ ἄρχοντες καὶ ὢ [*](1 1. Thess. 1, 10.)

v.3.p.511
ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους, κατέστησάν τε ἐπὶ κεφαλῆς αὐτῶν ἄρχοντες ἐθνῶν, ἔμπαλιν δὲ τὰ ἔθνη, τὸν Χριστὸν ἐπιγνόντα τοῦ θεοῦ, αὐτὸν ἐπεγράψαντο σωτῆρα καὶ προσδοκίαν.

μετὰ ταῦτα πάντα ἐπιλέγεται “ δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον καὶ τῇ ἥλικι τὸ ὑποζύγιον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἶ ὀδόντες αὐτοῦ ἢ γάλα.”

Αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τούτων τὸν μὲν πῶλον αὐτὸν τὸν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν χορὸν, τὴν δὲ ἄμπελον ἐν ᾗ τὸν πῶλον προσέδησε τὴν ἔνθεον καὶ ἀόρατον αὐτοῦ δύναμιν, ἣν αὐτὸς παριστὰς ἐδίδασκε λέγων ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὁ πατήρ μου ὁ γεωργός ἐστιν.” ἕλιξ δὲ τῆς ἀμπέλου τῆς ἀποδοθείσης εἴη ἂν ἡ τοῦ θεοῦ λόγου διδασκαλία, ἐν ᾗ τὸν πῶλον τῆς ὄνου κατεδήσατο, τὸν νέον ἐξ ἐθνῶν λαὸν, γέννημα τυγχάνοντα τῶν ἀποστόλων αὐτοῦ.

εἴποι δ’ ἄν τις καὶ πρὸς λέξιν ταῦτα τέλους τετυχηκέναι, ὅτε κατὰ τὸν Ματθαῖον εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς ‟πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην., καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.”

καὶ ἔστι γε ἀληθῶς τῷ λόγῳ ἐπιστήσαντα ἀποθαυμάσαι τὴν τοῦ προφήτου πρόρρησιν, τῷ θείῳ πνεύματι προτεθεωρηκότος, ὅτι δὴ μελλήσει ὁ προφητευόμενος οὐχ οἷά τις ἐπίδοξος ἐν ἀνθρώποις βασιλεὺς ἐφ’ ἁρμάτων καὶ ἵππων ὀχήσεσθαι, ἀλλὰ ἐπὶ ὄνου καὶ πώλου, οἷά τις τῶν πολλῶν κοινὸς ἀνὴρ καὶ πένης.

τοῦτο γὰρ καὶ ἄλλος [*](5 Gen. 49, 11. 14 Jo. 15, 1. 22 Matth. 21, 2.)

v.3.p.512
προφητῶν ἐθαύμασε φήσας “χαῖρε σφόδρα, φὐγατερ Σιὼν, ἰδοὺ ὁ βασιλεύς σου ἒρχεται σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πωλον νέον.” τὸ δὲ “πλυνεῖ ἐν οἲνῳ τὴν στολὴν· αὑτοῦ, καὶ ἐν αἳματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ” σκέψαι καὶ αὐτὸς μήποτε ὡς ἐν ἀπορρήτοις τὸ μυστικὸν αἰνίττεται πάθος αὐτοῦ, ἐν ᾧ τὴν στολὴν αὑτοῦ καὶ τὸ περιβόλαιον ἀπέπλυνε λουτρῷ, δι’ οὗ τῶν εἰς αὐτὸν πεπιστευκότων ἀποπλύνειν τὰ παλαιὰ ῥύπη δηλοῦται.

διὰ γὰρ τοῦ οἲνου, ὃπερ ἦν τοῦ αἳματος αὐτοῦ σύμβολον, τοὺς εἰς τὸν θάνατον αὐτοῦ βαπιζομένους καὶ ἐπὶ τὸ αἷμα αὐτοῦ πεπιστευκότας τῶν πάλαι κακῶν ἀποκαθαίρει, ἀποπλύνων αὐτῶν καὶ ἀυποσμήχων τὴν παλαιὰν αὐτῶν στολὴν καὶ τὸ περιβόλαιον, ὣστε αὐτοὺς τῷ τιμίῳ αἳματι τῆς ἐνθέου καὶ πνευματικῆς σταφυλῆς τῷ τε ἐκ τῆς ἀποδορείσης ἀμπέλου οἲνῳ λελυτρωμένους ἀποδύσασθαι μὲν τὸν παλαιὸν ἂνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνδύσασθαι δὲ τὸν νέον τὸν ἀνακαινούμενον εἰς έπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος·

καὶ τὸ “χαροποιοὶ αὐτοῦ οἱ ὀφθαλμοὶ ἀπὸ οἲνου·” καὶ τὸ “λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα” πάλιν ἀπορρήτως τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν διαθήκης τὰ μυστήρια ἡγοῦμαι περιέεχιν. τὴν γοῦν εὐφροσύνην τὴν ἀπὸ τοῦ μυστικοῦ οἲνου οὗ παραδέδωκεν αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς εἰπὼν “ λάβετε, πίετε, τοῦτό μού ἐστι τὸ αἷμα τὸ ὐπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἂφεσιν ἁμαρτιῶν· τοῦτο ποιεπιτε εἰς τὴν ἐμὴν ἀνάμνησιν,” δοκεῖ μοι σημαίνειν τοὶ “χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἲνου” καὶ τὸ “λευκοὶ οἱ ὀδόντες αἰτοῦ ἢ γάλα” τὸ λαμπρὸν καὶ καθαρὸν τῆς μυστηριώδους τροφῆς.

[*](1Zach. 9, 9.)
v.3.p.513

πάλιν γὰρ αὐτὸς τὰ σύμβολα τῆς ἐνθέου οἰκονομίας τοῖς αὑτοῦ παρεδίδου μαθηταῖς, τὴν εἰκόνα τοῦ ἰδίου σώματος ποιεῖσθαι παρακελευόμενος.

ἐπειδὴ γὰρ οὐκέτι τὰς δι’ αἱμάτων θυσίας, οὐδὲ τὰς παρὰ Μωσεῖ ἐν διαφόρων ζῴων σφαγαῖς νενομοθετημένας προσίετο, ἄρτῳ δὲ χρῆσθαι συμβόλῳ τοῦ ἰδίου σώματος παρεδίδου, εἰκότως τὸ λαμπρὸν καὶ καθαρὸν ᾐνίξατο τῆς τροφῆς, εἰπὼν καὶ ‟ λευκοὶ οἶ ὀδόντες αὐτοῦ ἢ γάλα.” τούτου καὶ ἄλλος ἐμνημόνευσε προφήτης φήσας ‘‘θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι.”