Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἔδει δὲ μνημονεῦσαι ἐν τούτοις καὶ τῆς καινῆς διαθήκης, ἣν ἔμελλεν ἡ τοῦ Χριστοῦ παρουσία προξενήσειν ἀνθρώποις· αὕτη δέ ἐστιν ἡ καινὴ διαθήκη μετὰ τὴν παλαιὰν ὑπὸ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι δεδομένη. διό φησι τὸ μετὰ χεῖρας λόγιον ‟ὁ θεὸς ᾠδὴν καινὴν ᾄσομαί σοι.”

τὸ δὲ ‟ἅψαι ὀρέων καὶ καπνισθήσονται” αἰνίττεσθαι ἐμπρησμὸν καὶ ἀφανισμὸν πάσης εἰδωλολατρίας, ἥτις παρὰ τοῖς παλαιοῖς ἐν τοῖς ὄρεσι μάλιστα μάλισταξετο. ὥστε ἤδη καὶ αὐτοὺς Ἰουδαίους ἀπελέγχεσθαι, ὡς ἐπὶ πᾶν ὄρος ὑψηλὸν κατὰ μίμησιν τῶν ἀλλοφύλων ἐθνῶν εἰδωλολατροῦντας.

  • Ἀπὸ Ψαλμοῦ ρμς΄.