Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ ἐπὶ πᾶσιν ἐπιλέγει ‘‘τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυ- μου ἄπο προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.”

Κἀνταῦθα πάλιν ἐρχόμενος εἰς ἀνθρώπους κύριος προφητεύεται, καινόν τε ᾆσμα ἐπὶ τῇ παρου- σία αὐτοῦ ᾄσεσθαι, τὴν καινὴν δηλονότι διαθήκην, οὐ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ πᾶσαν τὴν γῆν ’ εὐαγ- γελισθήσεσθαί τε οὐκέτι τὸν Ἰσραὴλ, ἀλλὰ πάντα τὰ ἔθνη, ἐπειδήπερ αὐτῶν ἔσεσθαί φησι βασιλέα τὸν ἐρχόμενον κύριον.

τίς δ’ ἂν εἴη οὗτος ἢ ὁ θεὸς λόγος; ὃς μέλλων δικαιοσύνῃ τὴν οἰκουμένην καὶ ἀληθείᾳ τὴν ἀνθρωπότητα κρίνειν, ἐξ ἴσης ἅπαντας τοὺς ἐπὶ τῆς οἰκουμένης ἀνθρώπους τῆς αὑτοῦ κλή- σεως καὶ τῆς ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ σωτηρίας κατη- ξίωσεν.

  • Ἀπὸ qἴ·αλμοῦ ABBREVζ’.