Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πάντη γὰρ καὶ πανταχοῦ ὁ σημαινόμενος τροπικῶς τοῦ κυρίου ἐλαιὼν ἡ ἐκκλησία αὐτοῦ καταπεφύτευται. δύναται δὲ καὶ κατὰ διάνοιαν τὰ ἐπὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας γενόμενά τε καὶ εἰσέτι νῦν γινόμενα σχίσματα καὶ τὰς αἱρέσεις τάς τε ἠθικὰς κατὰ τὸν βίον ἀπόπτως εἰς αἰνίττεσθαι σχισθέντα· φησὶ γὰρ ‟τὸ ὄρος διαστήσεσθαι, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον, ὡς εἰς τέσσαρα μέρη διαιρεῖσθαι, δύο μὲν τὰ σεμνότερα καὶ κρείττω, δύο δὲ τὰ ἐναντία.

καὶ ὅρα μή ποτε διὰ τούτων τὸ μὲν πρὸς ἀνατολὰς καὶ πρὸς νότον δύο τάγματα σημαίνει τῶν τῆς κατὰ θεὸν προκοπῆς ἐπειλημμένων, ἕν μὲν τῶν ἐν γνώσει καὶ λόγῳ καὶ τοῖς λοιποῖς τοῦ θείου πνεύματος χαρίσμασι τελειουμένων, θάτερον δὲ τῶν διὰ βίου κατορθούντων, ἐν ἐκλογαῖς γε μὴν διατριβόντων.

τὰ δὲ λοιπὰ δύο μέρη τῶν προτέρων διῃρημένα εἴη ἂν, τὸ κατὰ θάλασσαν καὶ πρὸς βορρᾶν, ἀμφότερα πρὸς τῇ κακίᾳ σημαινόμενα. ‟ἀπὸ ἀπὸ προσώπου γὰρ (φησὶ) βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν·” ὅ τε δράκων ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς λέγεται.

ὥστε εἰκότως κἀνταῦθα τῶν ἀπὸ τῆς ἐκκλησίας ἀποπιπτόντων δύο πάλιν δηλοῦσθαι τρόπους, τόν τε κατὰ τὸ ἦθος ἁμαρτάνοντα καὶ τὸν τῆς ὑγιοῦς καὶ ὀρθοδόξου γνώσεως ἐξολισθαίνοντα, ὡς εἶναι ταύτας τοῦ δηλουμένου τοῦ ἐλαιῶνος ὄρους τὰς ὑπὸ τῆς προφητείας αἰνιττομένας διαστάσεις.

[*](21 Jer. 1, 14 22 Es. 27, 1.)
v.3.p.393

Τούτοις ἑξῆς ἐπιλέγεται ‟καὶ καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἴως Ἀσαήλ. καὶ ἐμφραχθήσεται, ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.” κοιλὰς δὲ ἐν τούτοις τῶν ὀρέων τοῦ θεοῦ τίς ἂν εἴη ἢ ἡ κατὰ τὸν Μώσεως νόμον ἐν τῇ Ἱερουσαλὴμ πάλαι πρότερον συντελουμένη σωματικὴ καὶ Ἰουδαικὴ θρησκεία, ἣ ἀποκλεισθήσεσθαι ὥσπερ ἀποφραχθεῖσαν ὁ παρὼν λόγος θεσπίζει φάσκων ‟καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἴως Ἀσαὴλ, καὶ ἐμφραχθήσεται;”

ἀνθ’ ὧν ὁ Σύμμαχος πεποίηκε ‟καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων μου, καὶ ἔτι ἐγγιεῖ ἡ φάραγξ τῶν ὀρέων πρὸς τὸ παρακείμενον, καὶ ἐμφραχθήσεται;’ δι’ ὧν παρίστησι τὸ αἴτιον τῆς ἐμφραχθείσης φάραγγος. τί δὲ ἦν τοῦτο ἀλλ’ ἢ τὸ ἐγγίσαι αὐτὴν καὶ πλησιάσαι τῷ παρακειμένῳ αὐτῇ; τοῦτο δὲ ἦν τὸ τοῦ κυρίου ὅρος τὸ τῶν ἐλαιῶν προωνομασμένον, ὅπερ Ἀσαὴλ ὠνόμασται παρὰ τοῖς ἑβδομήκοντα.

δηλοῖ δὲ τοῦτο κατὰ τὴν Ἑβραίων φωνὴν ποίησιν θεοῦ. οὕτω δὲ, φησὶν, ἡ παλαιὰ φάραγξ πλησιάσασα τῷ ὄρει καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ τῷ τε ποιήματι θεοῦ ἐμφραχθήσεται καὶ ἀποκλεισθήσεται, ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.

ζητῶν δὲ παρ’ ἐμαυτῷ καὶ τὰς θείας περιιὼν γραφὰς, εἴ ποτε ἐν ταῖς ἡμέραις Ὀζίου ἡ ἐνταῦθα δηλουμένη φάραγξ ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ, ἐν μὲν ταῖς τῶν Βασιλειῶν ἱστορίαις οὐδὲν ηὕρισκον· οὐδὲ γὰρ σωματικῶς κατ’ αὐτὸν σεισμὸς γεγονὼς, οὔτε τι τοιοῦτο περὶ φάραγγος ἐν αὐταῖς εἰρημένον ἀναγέγραπται.

ἱστορεῖταί γε μὴν Ὀζίας ἐν ἀρχαῖς δίκαιος

v.3.p.394
γεγονέναι, εἶτα διαβέβληται ὡς ἐπαρθεὶς τῇ διανοίᾳ, καὶ δι’ αὑτοῦ θῦσαι τῷ θεῷ τολμήσας, διὸ καὶ λέπραν αὐτῷ κατὰ τοῦ προσώπου ἀνθῆσαι. τοῦτο μὲν οὖν ἡ βίβλος τῶν Βασιλειῶν παρίστησιν· ὁ δέ γε Ἰώσηπος καὶ τὰς ἔξωθεν Ἰουδαι·κὰς δευτερώσεις ἀπηκριβωκὼς, ἅτε Ἑβραῖος ἐξ Ἑβραίων τυγχάνων, ἐπάκουσον οἷα γενέσθαι κατὰ τοὺς αὐτοῦ δηλοῖ χρόνους, λέγων ‟ὡς ἄρα κατεπειγόντων τὸν Ὀζίαν τῶν ἱερέων ἐξιέναι τοῦ ἱεροῦ, καὶ μὴ παρανομεῖν εἰς τὸν θεὸν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσιν.

μεταξὺ δὲ σεισμὸς ἐκλόνησε τὴν γῆν, καὶ διαστάντος τοῦ ναοῦ φέγγος λαμπρὸν ἐξέλαμψεν, καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τῷ μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως πρὸς τῇ καλουμένῃ Ἐρωγῇ τοῦ ὄρους ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν, καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραχθῆναι καὶ τοὺς παρακείσους τοὺς βασιλικούς.”

ταῦτά μοι ἀπὸ τοῦ συγγράμματος τῆς Ἰωσήπου Ἰουδαι·κῆς ἀρχαιολογίας κείσθω. καὶ ἐν τῷ προφήτῃ δὲ Ἀμὼς εὗρον κατ’ ἀρχὰς τῆς προφητείας αὐτοῦ ὡς ὅτι ἤρξατο προφητεύειν ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα πρὸ δύο ἐτῶν τοὐ σεισμοῦ. ποίου δὲ σεισμοῦ οὐκέτι σαφῶς ἐπιλέγει.

οἶμαι δὲ τὸν αὐτὸν προφήτην προιόντα τὸν σεισμὸν ὑπογράφειν ἐν οἷς φησιν εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπε, πάταξον ἐπὶ τὸ θυσιαστήριον, σιαστήριον, καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων, καὶ τοὺς καταλοίπους [*](4 2. Paralip. 26, 19. 5 Joseph. Ant. IX. 10, 4. 27 Amos. 9, 1.)

v.3.p.395
αὐτῆς ἐν ῥομφαίᾳ ἀποκτενῶ.’

δι’ ὧν ἡγοῦμαι θεσπίζεσθαι τὸν σεισμὸν, καὶ τὴν καθαίρεσιν τῶν πάλαι σεμνῶν τοῦ Ἰουδαίων ἔθνους καὶ τῆς ἐπιτελουμένης ὑπ’ αὐτῶν ἐν τῆ Ἱερουσαλὴμ θρησκείας, τήν τε ἀπώλειαν τὴν μετελθοῦσαν αὐτοὺς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, ὅτε παραιτησαμένων αὐτῶν τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ἀληθῆ ἀρχιερέα, λέπρα κατὰ τῶν ψυχῶν ἐξήνθησεν, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Ὀζίου 5 ὅτε καὶ ἀοράτῳ δυνάμει αὐτὸς ὁ κύριος ἐπιστὰς τῷ θυσιαστηρίῳ αὐτῶν τὴν ἐξουσίαν ἔδωκε τῷ πατάσσοντι, φήσας πάταξον τὸ θυσιαστήριον.”