Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. βήθην. κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην. ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ, ἐν τῷ ἐγγίξειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ. ὁ θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου, δασέος. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται· κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος [*](18 Hab. 3. 2.)

v.3.p.377
αὐτοῦ. πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία.”

Ἐπαδούσας δὲ αὐτὸς ἑαυτοῦ, μᾶλλον δὲ τοῦ ἐμπνέοντος καὶ ἐνθεσπίζοντος ἐν αὐτῷ θείου πνεύματος, ὁ ἱερὸς προφήτης περὶ τοῦ προφητευομένου φήσαντος ὅτι “ἐρχόμενος ἥξει, καὶ οὐ μὴ χρονίσῃ, ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται,’ πιστεύσας τε ὡς δίκαιος τῷ χρησμῷ, διὰ τῶν μετὰ χεῖράς φησι “ κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβῄφην” καὶ τὰ ἐξῆς δι’ δι’ ὧν σαφῶς θεὸν εἰς ἀνθρώπους ἥξειν καταγγέλλει. τίς δὲ ἂν οὗτος εἴη ὁ πάλαι γνωριξόμενος, ὕστερον δέ ποτε ἐν τῷ ἐγγίζειν τὰ ἔτη γνωσθησόμενος, καὶ κατὰ τὸν προφητευόμενον χρόνον ἀναδειχθησόμενος, ἢ ὁ αὐτὸς ἐκεῖνος ὁ προδηλωθεὶς δεύτερος τῶν ὅλων κύριος, ὁ καὶ τῇ προρρήσει ἀκολούθως ἐπὶ συντελεία τῶν αἰώνων εἰς ἐξάκουστον πᾶσιν ἀνθρώποις κηρυχθείς; τούτου δὴ οὖν τὰ ἀνάγραπτα ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔργα, τὴν ἐκ παρθένου δηλονότι οὗ ἀνείληφε σκήνους γένεσιν, καὶ “ὡς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών,” τάς τε ἐπιτελεσθείσας αὐτῷ εἰς ἀνθρώπους παραδοξοποιίας καὶ τὰ κατ’ αὐτοῦ γε τετολμημένα τῷ Ἰουδαίων ἔθνει τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς προλαβὼν, τά τε μέλλοντα συμβήσεσθαι κεκαθαρμέναις ταῖς διανοίαις παρὰ τοῦ διδάσκοντος αὐτὸν θείου πνεύματος μαθὼν, ἐκστῆναι ὁ προφήτης ἐπὶ τοῖς ἀκουσθεῖσι καὶ πεφοβῆσθαι ὁμολογεῖ φάσκων κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.’

ὁ σω- [*](20 Phil. 2, 6.)

v.3.p.378
τὴρ δὲ καὶ κύριος ἡμῶν αὐτὸς οὗτος ὁ τοῦ θεοῦ λόγος “ἐν μέσῳ δύο ζωῶν ἐγνώσθη·” πληθυντικῶς ἐνταῦθα καὶ περισπωμένως τῶν ζωῶν ἀπὸ ἑνικοῦ τοῦ τῆς ζωῆς ὀνόματος ἐξακουομένων.

οὐ γὰρ παροξυτόνως τῶν ζώων ἀπὸ οὐδετέρου ἔρου τοῦ ζώου λέγεται, ἀλλὰ ζωῶν περισπωμένως ἀπὸ πληθυντικῆς εὐθείας τῆς αἱ ζωαί. δύο οὑν, φησὶ, ζωῶν μέσον γνωσθήσῃ. μιᾶς γὰρ οὔσης τῆς κατὰ θεὸν ζωῆς, καὶ θατέρας τῆς κατὰ ἄνθρωπον, καὶ τῆς μὲν θνητῆς, τῆς δὲ ἀιδίου, ἀμφοτέρων εἰκότως ὁ κύριος διὰ πείρας ἐλθὼν ἐν μέσῳ δύο ζωῶν γνωσθῆναι λέγεται κατὰ τὴν τῶν ὁ ἑρμηνείαν· κατὰ γὰρ τὸν Ἀκύλαν οὐχ οὕτως, ἀλλ’ “ ἐν τῷ ἐγγίξειν τὰ ἔτη ζώωσον αὐτό” εἴρηται.

τί δὲ αὐτὸ ἢ τὸ κάτεργόν σου φησί; καὶ ὁ Θεοδοτίων δέ φησιν “ ἐν μέσῳ ἐτῶν ζώωσον αὐτόν,” καὶ ὁ Σύμμαχος ἐντὸς τῶν ἐνιαυτῶν ἀναζώωσον αὐτόν” ἐκδέδωκε. πάντες οὖν ‘‘ζώωσον αὐτόν εἰπόντες σαφῶς ὅτι μὴ περὶ οἶον ἀλόγων τινῶν ἢ λογικῶν ζῴων ὁ λόγος τυγχάνει παρέστησαν.

διὸ παρὰ τοῖς ὁ λεγομένου μένου τοῦ “ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ” οὐ κατὰ τοὺς πρὸ ἡμῶν ἐξειλήφαμεν, ἀλλὰ δύο ζωὰς τοῦ προφητευομένου δηλοῦσθαι ἔφαμεν, μίαν μὲν τὴν ἔνθεον, θατέραν δὲ τὴν ἀνθρωπίνην.

τούτοις ὁ προφήτης ἐπιλέγει “ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ,” διδάσκων ὅτι τὸν τοῦ πάθους τοῦ προφητευομένου καιρὸν συνιδὼν τῷ πνεύματι τεθορύβητο. πλὴν ἀλλ’ ἐν αὐτῷ τούτῳ, φησὶ, τῷ καιρῷ ἐφ’ ᾧ τὴν ψυχὴν ἐταράχθην, ὀργῆς τοῖς ἀνθρώποις οὐδεπώποτε ἄλλοτε ἐπαιωρηθείσης διὰ τὰς τολμηθείσας κατὰ τοῦ κυρίου δυσσεβείας, ἐλέους αὐτὸς ὁ φιλανθρωπότατος κύριος ἀντὶ ὀργῆς ἐμνήσθη, ὡς ἂν ἀγαθοῦ τυγχάνων πατρὸς υἱός.

τὸ

v.3.p.379
γοῦν πάθος αὐτοῦ τῷ παντὶ κόσμῳ σωτηρίας τῆς κατὰ θεὸν καὶ ἐλέους κατέστη αἴτιον. τούτοις ἐπιλέγεται “ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει.” τὸ δὲ Θαιμάν μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν συντέλεια, ὡς μηδὲν διαφέρειν εἰ σαφῶς ἐλέγετο “ὁ θεὸς ἐπὶ συντελείᾳ ἥξει.” ἐπὶ γὰρ συντελείᾳ τοῦ αἰῶνος καὶ ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις ἐπέφανεν ἡμῖν ἡ τοῦ θεοῦ τῶν ὅλων διὰ τοὐ σωτῆρος ἡμῶν εὐεργεσία.

τάχα δὲ καὶ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἐν τούτοις ἄφιξιν θεσπίζει, ὥστε ἀπὸ ἑτέρας ἀναγινώσκεσθαι ἀρχῆς τὰ ἀπὸ τοῦ ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει,” ὡς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἥξοντος αὐτοῦ ἀπὸ τῶν κατὰ τὰ νότια μέρη τοῦ οὐρανοῦ· μεταλαμβάνεται γὰρ Θαιμάν εἰς τὸν νότον.

διόπερ ὁ Θεοδοτίων τοῦτον ἑρμηνεύει τὸν τρόπον “ὁ θεὸς ἀπὸ νοτίου ἥξει.” τὸ δὲ ἑξῆς εἰρημένον “ καὶ ὁ ἅγιος ἐξ ὅρους κατασκίου, δασέος, ” νοήσεις, παραθεὶς τὰς οὕτως ἐχούσας ἐν τῷ Ζαχαρίᾳ φωνὰς ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρὸν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τόν κατασκίων.”

τοῦτον γοῦν τὸν ἐπιβεβηκότα ἐπὶ ἴππον πυρρὸν, καὶ ἑστῶτα ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων, αὐτὸν ἡγοῦμαι εἶναι τὸν ἐν τῇ μετὰ χεῖρας δηλούμενον προφητείᾳ, φασκούσῃ τὸν ἅγιον ἥξειν ἐξ ὄρους κατασκίου, δασέος. ἐν ἑκατέροις γοῦν ὄρη κατάσκια λέλεκται, καὶ ἡγοῦμαι τοῦ παραδείσου τοῦ θεοῦ τυγχάνειν, ὃν ἐφύτευσεν ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, ἢ καὶ τῆς ἐπουρανίου Ἱερουσαλήμ. ‘‘ὅρη γὰρ κύκλῳ αὐτῆς, καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.

ταῦτα γοῦν διὰ τὸ πλήρη τυγχάνειν θείων δυ- [*](18 Zach. 1, 8. 28 Ps. 125, 2.)

v.3.p.380
νάμεων καὶ πνευμάτων ἀγίων ὡς ἂν σύμφυτα καὶ ἀμφιλαφῆ κατάσκια λέγεται. ἀλλ’ ἐν μὲν τῷ Ζαχαρίᾳ σαφῶς ἀνὴρ ἐποχούμενος ἵππῳ πυρρῷ θεωρεῖται, οὕτω τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ τῆς σαρκὸς, ᾗ ἐπωχήσατο, δηλουμένης· ἐνταῦθα δὲ ὁ θεὸς καὶ ἅγιος ὠνόμασται.

ὡς γὰρ ἐκ θεοῦ εἰς ἀνθρώπους τὴν ἄφιξιν πεποιημένος, καὶ ὡς ἂν ἐκ τῶν θειοτέρων χωρίων ἐπιφοιτήσας, λέγεται “ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου, δασέος.” εἶτα ἐξῆς ἐπιλέγει “ ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται.’

δι’ ὧν ὁμοῦ ἥ τε εἰς οὐρανοὺς ἔνδοξος αὐτοῦ βασιλεία παρίσταται καὶ ἡ μετὰ ταῦτα γενομένη τε καὶ ἐπὶ πλέον γενησομένη εἰς πᾶσαν τὴν γῆν τῆς περὶ αὐτοῦ διδασκαλίας αἴνεσις. τὸ δὲ ‘κέρατα ἐν ταῖς χερσὶν αὐτοῦ’ τῆς βασιλείας αὐτοῦ τὰ σύμβολα δηλοῖ, δι’ ὧν κεράτων τὰς ἀοράτους καὶ ἀντικειμένας δυνάμεις ὠθούμενος καὶ κερατίζων ἀπελαύνει. ἀκολούθως τούτοις ἐπιλέγει “καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὑτοῦ.”

καὶ τῆς γε εἰς ἀνθρώπους κραταιᾶς διαθέσεως αὐτοῦ καὶ ἀγάπης δεῖγμα μέγιστον ἦν τὸ ‘πρὸ προσώπου αὐτοῦ πορευθῆναι λόγον,” δηλονότι τὸν σωτήριον καὶ εὐαγγελικὸν, ἐξελθόντα τε τοῦτον διαδραμεῖν εἰς πεδία, ὥστε ἐν ὀλίγῳ πᾶσαν πληρῶσαι τὴν οἰκουμένην τῆς ὑπ’ αὐτοῦ προξενηθείσης ἅπασιν ἀνθρώποις σωτηρίας ἀκολούθως τῇ προφητείᾳ φησάσῃ “πρὸ πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία.” κατὰ τὴν δευτέραν δὲ αὐτοῦ παρουσίαν ἔτι μᾶλλον καὶ κυριώτερον ὁ λόγος αὐτοῦ πέρας ἐπιθήσει τοῖς τε εἰρημένοις καὶ τοῖς ἐξῆς ἐπιφερομένοις, ἃ καὶ οὐ νῦν ἐξετάζειν καιρός.

v.3.p.381
  • Ἀπὸ τοῦ Ζαχαρίου.