Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Καὶ ἐλάλησε Δαβὶδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης. εἶθ’ ἑξῆς φησι καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. καὶ ἐπέβη ἐπὶ Χερουσβίμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ.”

καὶ ἐπὶ τέλει τῆς αὐτῆς ῥῦσαί με φησὶν) ἐξ ἀντιλογιῶν λαοῦ. καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου, υἱοὶ ἀλλότριοι ἀπορριφθήσονται.”

Ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς θεὸς, ὁ ἐπιβὰς ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὅντινα νῦν Χερουβὶμ ὁ λόγος ὀνομάζει, ἀνέπτη σὺν αὐτῷ τὴν ἄνοδον πεποιημένος μετὰ τῶν δορυφορούντων αὐτὸν θείων πνευμάτων, πτερύγων ἀνέμων καὶ αὐτῶν χρηματιζόντων. σκοτεινῶς δὲ ταῦτα καὶ ἐν παραβύστῳ γεγενῆσθαι κατά τινας ἀπορρήτους καὶ λανθάνοντας αἰνίττεται λόγους, φάσκων ‟καὶ ἔθετο σκότος ἀποκρυφὴν τὰ δὲ ἑξῆς ἀκολούθως τῇ τοῦ Χριστοῦ ἐνανθρωπήσει τὴν κατ’ αὐτοῦ γενομένην ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ σημαίνει, καὶ τὴν τῶν ἐθνῶν ὑπα [*](8 2. Reg. 22.)

v.3.p.364
κοὴν τῆς τοῦ Χριστοῦ διδασκαλίας. αὐτοῖς δὲ ῥήμασι τὰ παραπλήσια εὕροις ἂν καὶ ἐν ἑπτακαιδεκάτῳ Ψαλμῷ, εἰς ἃ τὰ φανέντα προείρηται.

  • Ἀπὸ τῆς τρίτης τῶν Βασιλειῶν.