Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις ἀυτῶν.

Καὶ ἐν ῥ’ δὲ καὶ ’ς Ψαλμῷ εἴρηται ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.” καὶ πάλιν ἐν ρμζ΄ ‟ ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.”

Ἀλλὰ γὰρ τῷ μετὰ χεῖρας Ψαλμῷ φάσκοντι ‟τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν συνᾴδει τὸ ἱερὸν εὐαγγέλιον διαρρήδην λέγον ‟ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. θεὸν εἰκότως τὸ εὐαγγέλιον ὀνομάζει, ἐπεὶ καὶ διὰ τῶν πρόσθεν αὐτὸς οὗτος ὁ νῦν θεολογούμενος λόγος καὶ σοφία καὶ γέννημα θεοῦ καὶ ἱερεὺς καὶ Χριστὸς βασιλεὺς καὶ κύριος καὶ θεὸς καὶ εἰκὼν ἀνηγόρευτο τοῦ θεοῦ.

καὶ ὅτι γε ἕτερος ὢν τοῦ πατρὸς [*](12 Ps. 32. 15 Ps. 106, 20. 18 Ps. 147. 22 Jo. 1, 1.)

v.3.p.318
ὑπουργὸς ἦν αὐτοῦ, ὥστε ἐπικελευομένου τοῦ μείζονος αὐτὸν δημιουργεῖν, ἑξῆς κατὰ τὸν παρόντα ἐπιλέγει Ψαλμὸν ‘‘φοβηθήτω τὸν κύριον πάσα ἡ γῆ, ὑπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἶ κατοικοῦντες οἰκουμένην, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.”

Πρόδηλον γὰρ ὡς ὁ λέγων ἑτέρῳ λέγει καὶ ὁ ἐντελλόμενος· ἑτέρῳ παρ’ ἑαυτὸν ἐντέλλεται. σαφῶς δὲ ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσει μυρία πλήθη ἐκ πάσης τῆς γῆς, τοῦτ’ ἔστιν ἐξ ἁπάντων τῶν ἐπὶ τῆς γῆς ἐθνῶν, οὐκέτι ὡς τὸ πρὶν τοὺς δαίμονας, ἀλλ’ αὐτὸν ἐφοβήθη τὸν κύριον Ἰησοῦν,

πάντες τε οἶ κατοικοῦντες τὴν οἰκουμένην ἐσαλεύθησαν ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, ἀκολούθως τῷ νῦν φάσκοντι λογίῳ ‟φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.”

Ταῦτα μὲν οὖν ἐκ τοῦ β΄ καὶ λ΄ Ψαλμοῦ. σύμφωνα δὲ τούτοις εὕροις ἄν καὶ ἐν ρμη΄ Ψαλμῷ, ὃς διδάσκει οὐ τὰ περὶ γῆν μόνα, ἀλλὰ καὶ τὰ κατ’ οὐρανὸν καὶ συλλήβδην ἅπασαν τὴν κτίσιν κατ’ ἐπικέλευσιν τοῦ τῶν ὅλων θεοῦ γεγονέναι. λέγει δ’ οὖν ‟αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πάσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, ὅτι αὐτὸς εἷπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.”

Εἰ γὰρ αὐτὸς ἐνετείλατο, καὶ τίς ἦν ὁ τοσοῦτος ὡς τὴν περὶ τῶν τηλικούτων ἐντολὴν ὑποδέ- [*](23 Ps. 148, 1.)

v.3.p.319
ξασθαι, ἢ ὁ τοῦ θεοῦ λόγος, ὁ ποικίλως διὰ τῆς παρούσης ρούσης ἡμῖν ὑποθέσεως θεολογούμενος, καὶ λόγος θεοῦ προσαγορευόμενος εἰκότως, ὅτι δὴ τοὺς τῶν ἀπάντων δημιουργικούς τε καὶ ποιητικοὺς λόγους ὁ παντοκράτωρ ἐν αὐτῷ καταβέβληται, λόγῳ καὶ τάξει τὰ σύμπαντα διέπειν αὐτῷ καὶ διακυβερνᾶν παραδούς;

μὴ γὰρ οὖν τις ὑπολάβοι τῷ παρὰ ἀνθρώποις ἐκ συλλαβῶν συνεστῶτι, ἔκ τε ὀνομάτων καὶ ῥημάτων συγκειμένῳ, ἐνάρθρῳ καὶ προφορικῷ λόγῳ τὸν τοῦ θεοῦ παρόμοιον τυγχάνειν· ὅτι δὴ ὁ παρ’ ἡμίν λόγος ἐν φωναῖς καὶ συλλαβαῖς καὶ τοῖς διὰ τούτων σημαινομένοις κέκτηται τὴν οὐσίαν, διὰ γλώττης καὶ ἀρτηριῶν φάρυγγός τε καὶ στόματος προφερόμενος, ὁ δὲ τῆς ἀιδίου καὶ ἀσωμάτου φύσεως πάντη κατὰ πάντα τοῦ καθ’ ἡμᾶς παρηλλαγμένος οὐδὲν ἀνθρώπειον ἐπάγοιτ’ ἂν, μόνῃ κεχρημένος τῇ τῆς προσρήσεως ὁμωνυμίᾳ,

ἐπεὶ μήτε φωνὴν τὴν δι’ ἀέρος κρούσεως ὑφισταμένην, μήτε ῥήματα, μήτε συλλαβὰς, μήτε γλῶτταν, μήτε στόμα, μήτε ὅλως τι τῶν ἀνθρωπείων καὶ θνητῶν ἐπὶ τοῦ τῶν ὅλων θεοῦ παραληπτέον· ψυχῆς γὰρ ἂν εἴη λόγος οὗτος, οὐδαμῶς οἷός τε καθ’ ἑαυτὸν δίχα ψυχῆς εἷναι ἢ ὑποστῆναι. τοιόσδε γὰρ ὁ ἐν ἀνθρώποις λόγος, ἰδίως μὲν ἀνούσιος ὢν καὶ ἀνυπόστατος, ὅλον δὲ αὐτοκίνησίς τε καὶ ἐνέργεια διανοίας τυγχάνων.

ἀλλὰ οὐ καὶ ὁ τοῦ θεοῦ τοιοῦτος, ἔχων δὲ καθ’ ἑαυτὸν οἰκείαν ὑπόστασιν πάντη θείαν καὶ νοερὰν, ἰδίως μὲν ὑφεστῶσαν, ἰδίως δ’ αὖ πάλιν ἐνεργοῦσαν, ἄυλόν τε οὖσαν καὶ ἀσώματον, καὶ κατὰ πάντα τῇ τοῦ πρώτου καὶ ἀγεννήτου καὶ μόνου θεοῦ φύσει παρωμοιωμένην, τοὺς τῶν γεννητῶν ἁπάντων λόγους καὶ τὰς τῶν ὁρωμένων μένων ἀσωμάτους τε καὶ ἀοράτους ἰδέας ἐν ἑαυτῇ

v.3.p.320
φέρουσαν. διὸ καὶ σοφίαν αὐτὴν καὶ θεοῦ λόγον οἱ θεῖοι χρησμοὶ προσαγορεύουσιν.