Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίνης ἥξει εἰς τὸν ναὸν κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ;”

Ὅμοια καὶ ταῦτα τοῖς προτέροις. κύριος γὰρ αὐτὸς ὁ θεὸς ὁ παντοκράτωρ ἥξειν φησὶν εἰς τὸν ναὸν αὑτοῦ κύριον, περὶ ἑτέρου λέγων· δηλοῖ δὲ ἄρα τὸν θεὸν λόγον. μετὰ τοῦτο δὲ καὶ ἄγγελον τῆς διαθήκης ὀνομάζει, ὃν καὶ αὐτὸς ὁ παντοκράτωρ κύριος ἐξαποστέλλειν ἑαυτοῦ πρὸ προσώπου διδάσκει λέγων ‘ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἄγγελόν μου πρὸ προσώπου μου.”

τὸν αὐτὸν δὲ τοῦτον, ὃν ἄγγελόν μου ἀπεκάλεσε, πάλιν ἑξῆς κύριον ὀνομάζει ‟καὶ ἐξαίφνης ἥξει κύριος, ἐπιλέγων, καὶ ὁ ἄγγελος τῆς διαθήκης.” ἴνα δὲ καὶ τὸν αὐτὸν προειπὼν ἐπιφέρει ἰδοὺ ἔρχκται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; τὴν δευτέραν καὶ ἔνδοξον παρουσίαν αὐτοῦ σημαίνων. ὁ ταῦτα δὲ πάντα θεσπίζων κύριός ἐστι παντοκράτωρ ὁ τῶν ὅλων θεός.

[*](9 Mal. 3, 1.)
v.3.p.348