Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ ἔδειξέ μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου. καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπε κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ, ὁ ἐκλεξάμενος τὴν ἱερουσαλήμ."

Πἀλιν καὶ ἐνταῦθα ὁ κύριος ἕτερον κύριον ἐπιτιμήσειν τῷ διαβόλῳ φησὶν, οὐκ αὐτὸς ὁ προσδια [*](8 Matth. 28, 20. 10 Matth. 18, 20. 23 Zach. 3, 1.)

v.3.p.347
λεγόμενος κύριος ἐπιτιμῶν, ἀλλ’ ἑτέρου μνημονεύων κυρίου. δι’ ὧν ἡγοῦμαι σαφῶς παρίστασθαι τὴν περὶ τῶν δύο κυρίων, τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων καὶ του μέτα ’τον πατέρα τὴν κάτα πάντων τῶν γεννητῶν Κυρείαν καὶ δεσποτείαν διειληφότος, ἀπόδειξιν.

  • Ἀπὸ τοὐ Μαλαχίου.
  • Ὡς ἄγγελον διαθήκης τὸν Χριστὸν, τὸν αὐτὸν δὲ καὶ κύριον ὁ παντοκράτωρ θεὸς ἀποκαλεῖ.