Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταῦτα δὲ πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτείνεται, ἃ καὶ οὐδ’ ἄλλοτε ἢ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο. ὁ γοῦν ἱερὸς αὐτῶν καὶ τὸ πρὶν ἅγιος τόπος εἰς τοῦτο νῦν περιῆλθεν, ὡς κατὰ μηδὲν τῆς Σοδόμων καταστροφῆς ἀποδεῖν. πλὴν ὅμως καίπερ ἀκόλουθα τῇ προρρήσει πεπονθότες, οὔπω καὶ εἰς δεῦρο τὴν πρὸς τὸν Χριστὸν τοῦ θεοῦ, δι’ ὃν ταῦτα πεπόνθασιν, ἐπιστροφὴν ἐποιήσαντο· ὡς εἰκότως καὶ τοῦτο διὰ τῆς ἐν χερσὶ θεσπίζεσθαι προφητείας λεγούσης καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρός με, λέγει κύριος.”

  • Ἀπὸ τοῦ Ἀβδίου.
  • Περὶ τῶν δύο κυρίων, πατρὸς καὶ τῆς τῶν ἐθνῶν κλήσεως.