Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός. καὶ οὐδ’ οὕτως ἐπεστρέψατε πρός με, λέγει κύριος.”

Κἀνταῦθα αὐτὸς ὁ κύριος θεόν τινά φησι τὴν ἐπὶ Σοδόμων καταστροφὴν πεποιηκέναι, ἕτερος ὢν δηλαδὴ τοῦ πρὸς αὐτοῦ δηλουμένου.

καὶ ἐν τῇ ἐπὶ Σοδόμων δὲ καταστροφῇ δύο κύριοι παρίστανται, [*](3 Os. 11, 9. 15 Mattli. 10, 5. 21 Amos. 4, 11.)

v.3.p.344
ὅτε ἔβρεξεν ὁ κύριος πῦρ παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα. ὁποίαν τοιγαροῦν, φησὶ, διὰ τἀς εκτόπους δυσσεβείας ὑπέμεινε καταστροφὴν τὰ Σόδομα, τοιαῦτα καὶ ὑμεῖς, ὦ οὗτοι, πείσεσθε, καὶ οὐδ’ οὕτως ἐπεστρέψατε πρός με. σύνηθες δὲ τῇ γραφῇ τὸ μέλλον ὡς παρεληλυθὸς δηλοῦν. ὥστε καὶ τὰ παρόντα ὁμοίως χρὴ νοεῖν, ἀντὶ μὲν τοῦ καταστρέψω μέλλοντος τοῦ παρῳχημένου εἰρημένου τοῦ κατέστρεψα, ἀντὶ δὲ τοῦ ἐπιστραφήσεσθε τοῦ ἐπεφτρέψατε κειμένου.