Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πῶς δ’ ἂν τὸν ἀνωτάτω θεὸν, τῶν ὅλων ἐπέκεινα, τὴν ἄτρεπτον καὶ ἀγέννητον οὐ- σίαν, σάρκα περιβεβλημένη ψυχὴ καὶ ὀφθαλμοὶ θνητῶν θεάσαιντο, εἰ μὴ ἄρα σαφῶς κἀνταῦθα ὑποβαίνοντα τοῦ οἰκείου μεγέθους τὸν θεὸν λόγον τὸν διαφόρως ἀποδεικνύμενον κύριον εἴποιμεν ἂν παρίστασθαι, ὡς ἔστι καὶ ἐξ αὐτῶν τῶν χρησμῶν μαθεῖν, δι’ ὧν αὖθις ὁ κύριος πρὸς τὸν Ἰὼβ τὰ περὶ τοῦ διαβόλου ὧς περὶ δράκοντος διιὼν ἐπεχείρει ‟οὐ ὅτι ἡτοίμασταί μοι;”

δράκοντα γὰρ ποίῳ κυρίῳ προσήκει νομίζειν ἢ τῷ θεῷ λόγῳ καὶ σωτῆρι ἡμῶν; ὃς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου πάλαι πρότερον πολιορκοῦντα τὸ τῶν ἀνθρώπων γένος καθεῖλε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, ὁ καὶ αὐτὸς παρίστησι φήσας ‟ἦλθες δ’ ἐπὶ πηγὴν θαλάσσης, δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας· ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ Ἅιδου ἰδόντες σε ἔπτηξαν.”

ταῦτα δὲ εἰκότως πρὸς τὸν Ἰὼβ μετὰ τὸν μέγαν πειρασμὸν, ὃν ὑπέμεινε, καὶ ἀγῶνα, διδάσκων αὐτὸν ὅτι ὑπὲρ μέρους ἠγώνισται,

v.3.p.342
τοὐ μείζονος καὶ κραταιοτέρου πολέμου καὶ ἀγῶνος αὐτῷ τῷ κυρίῳ πεφυλαγμένου κατὰ τὸν καιρὸν τῆς εἰς τὸν θάνατον αὐτοῦ παρουσίας.

  • Ἀπὸ τοῦ ABBREV Ψαλμοῦ.
  • Ὡς δύο κυρίους καὶ ὁ προκείμενος οἶδε Ψαλμός.