Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.” καὶ ἑξῆς ‟ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής.”

καὶ ‘οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.” κἀνταῦθα αὐτὸς ὁ κύριος ἑτέρου κυρίου τὰ προκείμενα διδάσκει. εἰπὼν γοῦν ‘‘ἐγώ εἰμι κύριος ὁ θεός σου” ἐπιλέγει “οὐ λήψῃ ὄνομα κυρίου τοῦ θεοῦ σου,” περὶ τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων ὁ δεύτερος κύριος τὸν θεράποντα μυσταγωγῶν.

εὕροις δ’ ἂν καὶ ἄλλα μυρία δι’ ὅλης τῆς ἱερᾶς γραφῆς παραπλησίως τούτοις ἐξενηνεγμένα, δι’ ὧν ὁ θεὸς ὡς περὶ ἑτέρου θεοῦ καὶ αὐτὸς ὁ κύριος ὡς περὶ ἑτέρου κυρίου τοὺς χρησμους ἐποιεῖτο.

[*](10 Ex. 20, 2.)
v.3.p.335