Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Διὸ καὶ ἐπὶ πάντων καθόλου τῶν δημιουργημάτων μίαν χρεὼν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ’ οὐ πολλὰς ἡγεῖσθαι. μία γὰρ ἡ καθόλου κοσμοποιὸς δύναμις καὶ εἷς ὁ τῶν ὅλων δημιουργὸς λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν. ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος·”

ὃν δεῖ ἀληθῶς μὴ ἀγνοεῖν, σέβειν δὲ καὶ τιμᾶν ἐπαξίως, ὅτι δὴ πάντα δι’ αὐτοῦ οὐ μόνον ἐν ἀρχαῖς τόν ὅλων συνέστη, ἀλλὰ καὶ εἰς ἀεὶ γέγονέν τε καὶ γίνεται, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν.

εἴτε γὰρ ζωή τίς ἐστιν ἐν τοῖς οὖσιν, ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν· ἐξ αὐτοῦ γὰρ καὶ δι’ αὐτοῦ ἡ τῶν ὅλων ζώωσίς τε καὶ ψύχωσις) εἴτε ῥυθμὸς, εἴτε κάλλος, εἴτε ἁρμονία, εἴτε τάξις, εἴτε σύγκρασις, εἴτε οὐσία, εἴτε ποιότης, εἴτε μέγεθος, πάντα εἶς ὁ τῶν ὅλων συνέχει καὶ διακοσμεῖ λόγος καὶ μία θεοῦ δύναμις κοσμοποιὸς ἡγεῖται ἁπάντων.

ὡς γὰρ ἐπὶ τοῦ καθ’ ἡμᾶς σώματος πολλὴ μὲν τυγχάνει καὶ ποικίλη τῶν μερῶν ἡ διαφορὰ, μία δὲ ἡ τοῦ παντὸς δύναμις δημι- [*](16 loann. 1, 1.)

v.3.p.218
ουργός· οὐ γὰρ ἄλλῃ θεοῦ μὲν δυνάμει κεφαλῆς ὑπέστη φύσις, ἄλλῃ δὲ ὀφθαλμῶν, ἑτέρᾳ δὲ ὤτων, ἑτέρᾳ δὲ ποδῶν) οὕτω καὶ τοῦ σύμπαντος κόσμου μία καθόλου θεία δύναμις ἐπιστατοῦσα ἡ αὐτὴ ἂν εἴη καὶ οὐρανοῦ καὶ ἀστέρων, τῶν τε ἐν ἀέρι καὶ γῆ καὶ θαλάττῃ ζῴων, στοιχείων τε τῶν καθόλου καὶ τῶν κατὰ μέρος, καὶ ἔτι φύσεων παντοίων γενικῶν τε καὶ τῶν κατ’ εἶδος δημιουργός.

καὶ οὐκ ἄλλη μὲν πυρὸς, ἑτέρα δὲ ὕδατος, καὶ γῆς πάλιν ἄλλη καὶ ἀέρος ποιητικὴ δύναμις· ἀλλὰ μία καὶ ἡ αὐτὴ τῶν ὅλων τεχνῖτις σοφία, καὶ κοσμοποιὸς αὐτὸς οὗτος ἡμῖν ὁ θεολογούμενος τῶν ὅλων ὁ δημιουργὸς τοῦ θεοῦ λόγος.

μαρτυρεῖ δὲ τούτοις ἡ πρὸς ἄλληλα τῶν στοιχείων φιλία, τῇ τῶν συγκράσεων ἐπιμιξίᾳ συγγενῆ καὶ ἀδελφὴν καὶ ὥσπερ ἑνὸς ἀρχιτέκτονος ἔργον τὴν τῶν ὅλων φύσιν ἀπελέγχουσα. γῆ τε γὰρ τὸ βαρὺ στοιχεῖον ἐφ’ ὑδάτων ὀχουμένη, καὶ μὴ τῷ στερεμνίῳ τῆς φύσεως κατὰ βάθους ἑλκομένη, μετέωρος δ’ ἀεὶ φερομένη καὶ μὴ καταδυομένη, θεοῦ λόγῳ καὶ θεοῦ βουλῇ καὶ δυνάμει μαρτυρεῖ.

ὑγρᾶς τε αὖ πάλιν οὐσίας ἡ πρὸς τὸ ξηρὸν κοινωνία μηδὲν φθόρον ἐπιδεικνυμένη, μηδ’ ἀθρόως τὸ πὰν ἐπιλιμνάζουσα, νεύματι δ’ ἀρρήτῳ θεοῦ πεπεδημένη, ἴνα πάλιν καὶ τὸν αὐτὸν λόγον τοῦ θεοῦ παρίστησι.

τί δέ; τὸ πῦρ, καίτοι καυστικῆς καὶ φθαρτικῆς φύσεως, ἔπειτα ξύλοις ἐμφωλεῦον καὶ παντοίοις ζῴων σώμασιν ἀνακεκραμένον, γῇ τε καὶ ὕδατι καὶ ἀέρι συνεστοιχειωμένον, κἄπειτα λόγῳ καὶ μέτρῳ τοῖς πᾶσι τὸ δέον, ὅσον ἂν ἑκάστῳ γένοιτο πρὸς ὠφελείας, ἐπιχορηγοῦν, τῆς δ’ οἰκείας δυνάμεως ἐπιλελησμένον, οὔ σοι δοκεῖ πάλιν θεοῦ λόγῳ καὶ δυνάμει δουλεύειν ; ἡμέρας δὲ καὶ νυκτὸς ἀμοιβαίας ὁρῶντι κινήσεις,

v.3.p.219
ὡρῶν τε καὶ καιρῶν τοτὲ μὲν αὐξήσεις, τοτὲ δὲ μειώ- μειώσεις, κύκλους τε ἐνιαυτῶν καὶ περιόδους χρόνων, ά́στρωντε περιδινήσεις, ἡλίου τε δρόμους, καὶ σελή- νῆς τροπὰς, συμπαθείας τε καὶ ἀντιπαθείας ἁπάν- τῶν, καὶ κόσμον ἔνα αὐτῶν ἐξ ἀπάντων, ἆρά σοι τὴν ἀλογίαν καὶ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν αἰτίαν εἶναι τῶν ὅλων θεμιτὸν ἀποφαίνεσθαι, ἢ λόγον ὡς ἀληθῶς θεοῦ καὶ θεοῦ σοφίαν καὶ θεοῦ δύναμιν, καὶ ταύ- τὴν μίαν, ἀλλ’ οὐ πολλὰς ἀνυμνεῖν;

ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ’ ἂν δημιουργὸς καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο ’ καὶ εἰς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ’ ἄν ποτε μυρίων ἐπιστήμας, γεω- μετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει, καὶ λόγους γραμματικῆς παραδώσει καὶ ἰατρικῆς, ἔν τε μαθή- μασι καὶ τοῖς κατὰ χεῖρας προστήσεται· καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἑο ἐνὶ σώματι ψυχὰς ἡγή- σατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν ἀνθρώπου δυνά- μεὶς διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν.

εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν, κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθήσει ζῴου μορφὴν, ἄλλῳ μὲν σχήματι κεφαλὴν, χεῖρας δὲ καὶ πόδας ἑτέρως, καὶ ὀφθαλμοὺς πάλιν ἄλλως, καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυ- πωσάμενος τέχνῃ τῇ πλαστικῇ, ἆρα ἐπεὶ πολλὰ σχή- μάτα καὶ μέλη καὶ μέρη ὑφ’ ἐνὶ σώματι δεδημιούρ- γηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἢ τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν ἐνὶ λογι- σμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον;

τί δῆτα τοιγαροῦν ἐπὶ τοῦ παντὸς, ἑνὸς μὲν ὄντος, ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, πολλὰς χρῆν ὑποτί-

v.3.p.220
θέσθαι δημιουργικὰς δυνάμεις, καὶ πολλοὺς ὀνομάζειν θεοὺς, οὐχὶ δὲ μίαν ὁμολογεῖν τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ ὁμοῦ τὰ πάντα ὑφισταμένην τε καὶ ζώουσαν, καὶ τοῖς πάσι ποικίλην τὴν ἐξ αὑτῆς ἐπιχορηγίαν ποιουμένην; οὕτω καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμοὺς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, αὔξει φυτὰ, χρόνον ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναργῆ τὴν ἐν τῷ παντὶ συνίστησι, πάντα τε ταῦτα μιᾷ ῥοπῇ φύσεως συντελεῖ.

καὶ πυρὸς φύσις χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει· καὶ κηρὸν μὲν λύει, πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει, μιᾷ τῇ καυστικῇ δυνάμει τὰ τοσαῦτα κατεργαζομένη. ταύτῃ τοι καὶ ὁ οὐράνιος τοῦ θεοῦ λόγος, ὁ καὶ ἡλίου καὶ οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργικὸς, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων ἥκων, ἡλίῳ μὲν καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας τῆς ἀενάου δνάμεως φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα τὴν ἀρχὴν ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δὲ ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀγγέλων καὶ πνευμάτων, νοερῶν τε καὶ λογικῶν οὐσιῶν, ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς καὶ καλοῦ κἀγαθοῦ παντὸς ἐκ τῶν παρ’ αὐτοῦ θησαυρῶν ἐμπίμπλησι, μιᾷ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ· καὶ στοιχείοις οὐσίας οὔ ποτε διαλιμπάνει παρέχων, καὶ μίξεις καὶ κράσεις, καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα, ποιότητάς τε μυρίας, ἔν τε ζῴοις καὶ φυτοῖς καὶ ψυχαῖς καὶ σώμασι λογι- [*](3 1. Cor. 1, 24.)

v.3.p.221
κοῖς τε καὶ ἀλόγοις, ἄλλοτε ἄλλως καταποικίλλων, καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, καὶ νοῦν ἐπὶ πᾶσιν ἀνθρώποις ἐπιγνώμονα καὶ θεωρητικὸν τῆς αὐτοῦ σοφίας δωρούμενος, ἄντικρύς τε παριστὰς τοῖς πᾶσι καὶ διαρρήδην ἴνα κόσμον ἐπι- δείκνυσιν ἑνὸς λόγου κοσμοποιοῦ ἔργον.

τοιοῦτον δὴ καλλιτέχνην υἱὸν μονογενῆ τῆς αὐτοῦ βουλῆς καὶ δημιουργὸν ἀπάντων ὁ ἀνωτάτω καὶ αὐτοῦ δημιουργοῦ θεὸς καὶ πατὴρ πρῶτον ἁπάντων ἐγέννα, δι’ αὐτοῦ καὶ ἐν αὐτῷ τοὺς τῶν μελλόντων ἔσεσθαι δημιουργικοὺς λόγους ὑφιστάμενος, καὶ τὰ σπέρματά γε τῆς τῶν ὅλων συστάσεως τε καὶ διοικήσεως ἐν αὐτῷ καταβαλλόμενος.

οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὃν οὐρανὸς εἷς περιλαμβάνει, μυ- ρίας τε ἀμφὶ τοῦτον χορείας καὶ ἄστρων περιπολεύσεις; πάλιν εἷς ἥλιος, ἀλλ’ οὐ πλείους, ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει τὰς μαρμαρυγάς.

οὕτω δῆτα ἑνὸς ὄντος πατρὸς ἴνα χρῆν καὶ τὸν υἱὸν εἶναι. εἰ δ’ ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελήνας καὶ κόσμους καὶ μυρία ἄττα αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὖ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντος.