Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πλὴν ἀλλ’ ἕνα μονογενῆ καὶ ἀγαπητὸν υἱὸν ἐδόκει τῷ παναγάθῳ πατρὶ τῆς τῶν γεννητῶν ἁπάντων δημιουργίας προυφίστασθαι δεῖν, ἐπεὶ καὶ κόσμον ἔνα, ὥσπερ τι ἕν καὶ μέγα σῶμα ἐκ πλειόνων καὶ διαφόρων μελῶν τε καὶ μερῶν ἤμελλεν ὅσον οὐδέπω προβάλλεσθαι, ** οὐκ ἐπιστατεῖν μὲν αὐτὴν ἄνωθεν, ὥσπερ μείζονος κεφαλῆς τῆς τοῦ πατρὸς θεότητος ἐξημμένην, κεφαλὴ γὰρ τοῦ Χριστοῦ ὁ πατήρ) ἡγουμένην δὲ καὶ προυπάρχουσαν τῶν μετὰ ταύτην ἁπάντων, οὐ μὴν ἀλλὰ καὶ διαρκοῦσαν εἴς τε τὴν [*](16 Es. 53, 8. V. Matth. 11, 27.)

v.3.p.217
τοῦ πατρὸς ἐπικέλευσιν καὶ εἰς τὴν τῶν μετὰ ταῦτα δημιουργίαν.

διὸ δὴ καὶ ἔφαμεν αὐτὸν πρῶτον πάντων ὑπὸ τοῦ πατρὸς οἷόν τι μονοειδὲς πάσης οὐσίας καὶ φύσεως προβεβλῆσθαι ὄργανον ἔμψυχον καὶ ζῶν, μᾶλλον δ’ ἔνθεον καὶ ζωοποιὸν καὶ πάνσοφον, ἀγαθῶν γεννητικὸν, φωτὸς χορηγὸν, οὐρανοῦ δημιουργικὸν, κόσμου κατασκευαστικὸν, ἐγγελῶν ποιητικὸν, πνευμάτων ἀρχοντικὸν, ὄργανον ψυχῶν σωτήριον, σωμάτων αὐξητικὸν, πάντων προνοητικὸν, κυβερνητικὸν, θεραπευτικὸν, βασιλικὸν, κριτικὸν, πατρὸς εὐσεβείας ἀπαγγελτικόν.

Διὸ καὶ ἐπὶ πάντων καθόλου τῶν δημιουργημάτων μίαν χρεὼν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ’ οὐ πολλὰς ἡγεῖσθαι. μία γὰρ ἡ καθόλου κοσμοποιὸς δύναμις καὶ εἷς ὁ τῶν ὅλων δημιουργὸς λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν. ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος·”

ὃν δεῖ ἀληθῶς μὴ ἀγνοεῖν, σέβειν δὲ καὶ τιμᾶν ἐπαξίως, ὅτι δὴ πάντα δι’ αὐτοῦ οὐ μόνον ἐν ἀρχαῖς τόν ὅλων συνέστη, ἀλλὰ καὶ εἰς ἀεὶ γέγονέν τε καὶ γίνεται, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν.

εἴτε γὰρ ζωή τίς ἐστιν ἐν τοῖς οὖσιν, ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν· ἐξ αὐτοῦ γὰρ καὶ δι’ αὐτοῦ ἡ τῶν ὅλων ζώωσίς τε καὶ ψύχωσις) εἴτε ῥυθμὸς, εἴτε κάλλος, εἴτε ἁρμονία, εἴτε τάξις, εἴτε σύγκρασις, εἴτε οὐσία, εἴτε ποιότης, εἴτε μέγεθος, πάντα εἶς ὁ τῶν ὅλων συνέχει καὶ διακοσμεῖ λόγος καὶ μία θεοῦ δύναμις κοσμοποιὸς ἡγεῖται ἁπάντων.

ὡς γὰρ ἐπὶ τοῦ καθ’ ἡμᾶς σώματος πολλὴ μὲν τυγχάνει καὶ ποικίλη τῶν μερῶν ἡ διαφορὰ, μία δὲ ἡ τοῦ παντὸς δύναμις δημι- [*](16 loann. 1, 1.)

v.3.p.218
ουργός· οὐ γὰρ ἄλλῃ θεοῦ μὲν δυνάμει κεφαλῆς ὑπέστη φύσις, ἄλλῃ δὲ ὀφθαλμῶν, ἑτέρᾳ δὲ ὤτων, ἑτέρᾳ δὲ ποδῶν) οὕτω καὶ τοῦ σύμπαντος κόσμου μία καθόλου θεία δύναμις ἐπιστατοῦσα ἡ αὐτὴ ἂν εἴη καὶ οὐρανοῦ καὶ ἀστέρων, τῶν τε ἐν ἀέρι καὶ γῆ καὶ θαλάττῃ ζῴων, στοιχείων τε τῶν καθόλου καὶ τῶν κατὰ μέρος, καὶ ἔτι φύσεων παντοίων γενικῶν τε καὶ τῶν κατ’ εἶδος δημιουργός.

καὶ οὐκ ἄλλη μὲν πυρὸς, ἑτέρα δὲ ὕδατος, καὶ γῆς πάλιν ἄλλη καὶ ἀέρος ποιητικὴ δύναμις· ἀλλὰ μία καὶ ἡ αὐτὴ τῶν ὅλων τεχνῖτις σοφία, καὶ κοσμοποιὸς αὐτὸς οὗτος ἡμῖν ὁ θεολογούμενος τῶν ὅλων ὁ δημιουργὸς τοῦ θεοῦ λόγος.

μαρτυρεῖ δὲ τούτοις ἡ πρὸς ἄλληλα τῶν στοιχείων φιλία, τῇ τῶν συγκράσεων ἐπιμιξίᾳ συγγενῆ καὶ ἀδελφὴν καὶ ὥσπερ ἑνὸς ἀρχιτέκτονος ἔργον τὴν τῶν ὅλων φύσιν ἀπελέγχουσα. γῆ τε γὰρ τὸ βαρὺ στοιχεῖον ἐφ’ ὑδάτων ὀχουμένη, καὶ μὴ τῷ στερεμνίῳ τῆς φύσεως κατὰ βάθους ἑλκομένη, μετέωρος δ’ ἀεὶ φερομένη καὶ μὴ καταδυομένη, θεοῦ λόγῳ καὶ θεοῦ βουλῇ καὶ δυνάμει μαρτυρεῖ.

ὑγρᾶς τε αὖ πάλιν οὐσίας ἡ πρὸς τὸ ξηρὸν κοινωνία μηδὲν φθόρον ἐπιδεικνυμένη, μηδ’ ἀθρόως τὸ πὰν ἐπιλιμνάζουσα, νεύματι δ’ ἀρρήτῳ θεοῦ πεπεδημένη, ἴνα πάλιν καὶ τὸν αὐτὸν λόγον τοῦ θεοῦ παρίστησι.

τί δέ; τὸ πῦρ, καίτοι καυστικῆς καὶ φθαρτικῆς φύσεως, ἔπειτα ξύλοις ἐμφωλεῦον καὶ παντοίοις ζῴων σώμασιν ἀνακεκραμένον, γῇ τε καὶ ὕδατι καὶ ἀέρι συνεστοιχειωμένον, κἄπειτα λόγῳ καὶ μέτρῳ τοῖς πᾶσι τὸ δέον, ὅσον ἂν ἑκάστῳ γένοιτο πρὸς ὠφελείας, ἐπιχορηγοῦν, τῆς δ’ οἰκείας δυνάμεως ἐπιλελησμένον, οὔ σοι δοκεῖ πάλιν θεοῦ λόγῳ καὶ δυνάμει δουλεύειν ; ἡμέρας δὲ καὶ νυκτὸς ἀμοιβαίας ὁρῶντι κινήσεις,

v.3.p.219
ὡρῶν τε καὶ καιρῶν τοτὲ μὲν αὐξήσεις, τοτὲ δὲ μειώ- μειώσεις, κύκλους τε ἐνιαυτῶν καὶ περιόδους χρόνων, ά́στρωντε περιδινήσεις, ἡλίου τε δρόμους, καὶ σελή- νῆς τροπὰς, συμπαθείας τε καὶ ἀντιπαθείας ἁπάν- τῶν, καὶ κόσμον ἔνα αὐτῶν ἐξ ἀπάντων, ἆρά σοι τὴν ἀλογίαν καὶ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν αἰτίαν εἶναι τῶν ὅλων θεμιτὸν ἀποφαίνεσθαι, ἢ λόγον ὡς ἀληθῶς θεοῦ καὶ θεοῦ σοφίαν καὶ θεοῦ δύναμιν, καὶ ταύ- τὴν μίαν, ἀλλ’ οὐ πολλὰς ἀνυμνεῖν;

ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ’ ἂν δημιουργὸς καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο ’ καὶ εἰς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ’ ἄν ποτε μυρίων ἐπιστήμας, γεω- μετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει, καὶ λόγους γραμματικῆς παραδώσει καὶ ἰατρικῆς, ἔν τε μαθή- μασι καὶ τοῖς κατὰ χεῖρας προστήσεται· καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἑο ἐνὶ σώματι ψυχὰς ἡγή- σατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν ἀνθρώπου δυνά- μεὶς διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν.

εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν, κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθήσει ζῴου μορφὴν, ἄλλῳ μὲν σχήματι κεφαλὴν, χεῖρας δὲ καὶ πόδας ἑτέρως, καὶ ὀφθαλμοὺς πάλιν ἄλλως, καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυ- πωσάμενος τέχνῃ τῇ πλαστικῇ, ἆρα ἐπεὶ πολλὰ σχή- μάτα καὶ μέλη καὶ μέρη ὑφ’ ἐνὶ σώματι δεδημιούρ- γηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἢ τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν ἐνὶ λογι- σμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον;

τί δῆτα τοιγαροῦν ἐπὶ τοῦ παντὸς, ἑνὸς μὲν ὄντος, ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, πολλὰς χρῆν ὑποτί-

v.3.p.220
θέσθαι δημιουργικὰς δυνάμεις, καὶ πολλοὺς ὀνομάζειν θεοὺς, οὐχὶ δὲ μίαν ὁμολογεῖν τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ ὁμοῦ τὰ πάντα ὑφισταμένην τε καὶ ζώουσαν, καὶ τοῖς πάσι ποικίλην τὴν ἐξ αὑτῆς ἐπιχορηγίαν ποιουμένην; οὕτω καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμοὺς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, αὔξει φυτὰ, χρόνον ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναργῆ τὴν ἐν τῷ παντὶ συνίστησι, πάντα τε ταῦτα μιᾷ ῥοπῇ φύσεως συντελεῖ.