Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ δὴ τῶν ὄντων ἀπάντων πρῶτον ὑφίστησιν αὐτοῦ γέννημα τὴν πρωτότοκον σοφίαν, ὅλην δι’ ὅλου νοερὰν καὶ λογικὴν καὶ πάνσοφον, μᾶλλον δὲ αὐτόνουν καὶ αὐτολόγον καὶ αὐτοσοφίαν, καὶ εἴ τι δὲ αὐτάκαλον καὶ αὐτοόγαθον ἐπινοεῖν ἐν γεννητοῖς θέμις, τοῦτο πρῶτον αὐτὸς ἐξ αὐτοῦ θεμέλιον τῶν μετὰ ταῦτα γενησομένων προβάλλεται, τὸ τέλειον τελείου δημιούρηγμα, καὶ σοφοῦ σοφὸν ἀρχιτεκτόνημα, ἀγαθοῦ πατρὸς ἀγαθὸν γέννημα, καὶ τί γὰρ ἄλλο ἢ τῶν μετέπειτα τὸ εἶναι δι’ αὐτοῦ λαβόντων [*](15 Exod. 3, 14.)

v.3.p.213
προστάτην καὶ κηδεμόνα, σωτῆρά τε καὶ ἰατρὸν, καὶ κυβερνήτην τῆς τῶν ὅλων δημιουργίας τοὺς οἴακας περιδεδραμγένον;

ὅθεν εἰκότως οἱ χρησμοὶ θεολογουντες θεὸν γεννητὸν αὐτὸν ἀποφαίνουσιν, ὡς ἂν τῆς ἀνεκφράστου καὶ ἀπερινοήτου θεότητος μόνον ἐν αὐτῷ φέροντα τὴν εἰκόνα, δι’ ἣν καὶ θεὸν εἶναί τε αὐτὸν καὶ λέγεσθαι τῆς πρὸς τὸ πρῶτον ἐξομοιώσεως χάριν, ταύτῃ τε αὐτὸν ἀγαθόν φασιν ὑπηρέτην πρὸς τοῦ πατρὸς ὑποβεβλῆσθαι, ἔνα ὥσπερ δι’ ἑνὸς πανσόφου καὶ ζῶντος ὀργάνου τεχνικοῦ τε καὶ ἐπιστημονικοῦ κανόνος τὰ πάντα αὐτῷ ἀπευθύνοιτο, σώματα ὁμοῦ καὶ ἀσώματα, ἔμψυχά τε καὶ ἄψυχα, λογικὰ σὺν ἀλόγοις, θνητὰ σὺν ἀθανάτοις, καὶ εἴ τι τούτοις ἕτερον συνυφέστηκέ τε καὶ συνύφανται, καὶ ὡς μιᾷ τῶν ὅλων δυνάμει, ἐνί τε ζῶντι καὶ ἐμψύχῳ νόμῳ τε καὶ λόγῳ ἐν πᾶσιν ὄντι καὶ διὰ πάντων ἥκοντι τὰ πάντα συναρμόζοιτο ὑφ’ ἑνὶ πανσόφῳ δεσμῷ, αὐτῷ δὴ τῷ τοῦ θεοῦ λόγῳ τε καὶ νόμῳ, συναγόμενά τε καὶ συνδούμενα.