Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὁ δὲ ἀρχέτυπος καὶ ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα ὅλος δι’ ὅλου καὶ αὐτὸς αὑτῷ τὰ πάντα ὅμοιος μηδ’ ὁτιοῦν παραλλάττων Χριστὸς, ἦν ἀεὶ καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ’ αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου οὐδὲ δι’ ὕλης τῆς ἐν ἀνθρώποις, ἀλλὰ πρὸς τοῦ ἐπὶ πάντων θεοῦ τῆ ἀγενεῖ θεότητι κεχρισμένος.

καὶ ἐπειδήπερ τὸ τῆς προσηγορίας αὐτοῦ παρ’ ἡμῶν ἐξετάζεται, τῶν εἰρημένων ἁπάντων εἴη ἂν ἐπισφράγισμα τὸ παρὰ τῷ σοφωτάτῳ Σολομῶντι λόγιον φάσκον ἐν τῷ Ἄιλματι τῶν ᾀσμάτων ‟ μύρον ἐκκενωθὲν ὄνομά σου.