Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἀπὸ τοῦ η·rαλμοῦ β.

Δι’ ὅσων γραφῶν ὁ Χριστὸς ὀνομαστὶ ὑπὸ βασιλέων καὶ ἀρχόν- ἀρχόντων καὶ ἐθνῶν καὶ λαῶν ἐπιβουλευόμενος, θεοῦ γεννώμενος, καὶ υἱὸς ἀνθρώπου ἀναγορευόμενος, ἐθνῶν τε καὶ περάτων γῆς κλῆρον λαμβάνων παρὰ τοῦ πατρὸς προεκηρύττετο.

“Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἶ ἄρχον- τες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.”

οἶς ἑξῆς ‘ ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα κυρίου. κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.”

Σαφέστατα καὶ διὰ τούτων τὸ θεῖον πνεῦμα τὸν Χριστὸν ἀναφωνεῖ, υἱόν τε αὐτὸν ἀποκαλεῖ τοῦ θεοῦ κατὰ τὰ προηγορευμένα, ὁμοῦ καὶ ἐπιβουλήν τινα ἔσεσθαι κατ’ αὐτοῦ σημαίνει, καὶ τῶν ἐθνῶν τὴν δι’ αὐτοῦ γενομένην κλῆσιν προκηρύττει ’ ἅπερ διαρρήδην αὐτοῖς ἔργοις ἐπὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ τῶν πραγμάτων ἐπέδειξεν ἔκβασις. εἰσέτι γοῦν νῦν ἔθνη καὶ λαοὶ βασιλεῖς τε καὶ ἄρχοντες οὔπω παύονται τῆς κατά τε αὐτοῦ καὶ τῆς διδασκα- λίας αὐτοῦ συσκευῆς.

εἰ δ’ ἐπὶ μέλλοντα χρόνον ἀναφέροιεν ταῦτα οἶ ἐκ περιτομῆς ὥρα τὸν προσδο-

v.3.p.259
κώμενον αὐτοῖς Χριστὸν ἐπιβουλευθήσεσθαι αὖθις ὁμολογεῖν, κατὰ τὸ παρὸν λόγιον, φάσκον ‟ παρέστησαν οἶ βασιλεῖς τῆς γῆς καὶ οἶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. ὅπερ οὐκ ἂν δοῖεν, δυνάστην τινὰ μέγαν καὶ βασιλέα αἰώνιον καὶ λυτρωτὴν ἑαυτῶν ἔσεσθαι τὸν ἥξοντα Χριστὸν προσδοκῶντες.

εἰ γὰρ δὴ κἀκεῖνος ἐλθὼν τὰ ὅμοια πάθοι τῷ ἐληλυθότι, καὶ τί μὴ μᾶλλον ἐκείνῳ ἢ τούτῳ πιστευτέον ἢ ἀπιστητέον; εἰ δὲ ἐντεῦθεν ἀποκλεισθέντες ἐπὶ τὸν Δαβὶδ ἤ τινα τῶν ἐξ αὐτοῦ γενομένων βασιλέων τοῦ Ἰουδαίων ἔθνους ἀναφέροιεν τὸν χρησμὸν, καὶ οὕτω δεικτέον ὡς οὔτε Δαβὶδ οὔθ’ ἕτερός τις τῶν πώποτε παρ’ Ἑβραίοις διαφανῶν ἱστόρηται οὔθ’ υἱὸς χρηματίσας τοῦ θεοῦ οὔθ’ ὑπὸ τοῦ θεοῦ γεγενημένος, κατὰ τὸν ἐν τῷ Ψαλμῷ θεσπιζόμενον, οὐδ’ ἄρξας πάντων τῶν ἐθνῶν καὶ βασιλέων, ἀρχόντων τε καὶ λαῶν ἐπιβεβουλευμένος· εἰ δ’ οὐδεὶς ἐκείνων δείκνυται, αὐτοῖς δ’ ἔργοις συνίσταται ταῦτα πάντα, καὶ πάλαι μὲν ὑπομείνας, καὶ νῦν δὲ ἔτι καὶ σήμερον ὑπό τε βασιλέων καὶ ἀρχόντων ἐθνῶν τε καὶ λαῶν πολεμούμενος ὁ Χριστὸς τοῦ θεοῦ, τί τὸ ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι τὸν προφητευόμενον διὰ τοῦ φήσαντος λογίου παρέστησαν οἶ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοὐ Χριστοῦ αὐτοῦ·’ μόνῳ δὲ αὐτῷ καὶ τὰ ἐπιφερόμενα ἁρμόττοι ἂν τοῦ Ψαλμοῦ δι’ ὧν εἴρηται ‟ κύροις εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα γῆς.”

καὶ γὰρ καὶ ταῦτα ἀναμφίλεκτον ἐπὶ μόνου αὐτοῦ τὴν ἔκβασιν τῆς προφητείας ἀνεί-

v.3.p.260
ληφεν, ὅτε τῶν αὐτοῦ μαθητῶν εἰς πάσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

διαρρήδην δὲ τὸν Χριστὸν ὀνομάζει προαγορεύσας ὁ λόγος, ὡς ἂν ἐξ αὐτοῦ προσώπου διδάσκων αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, διὰ τοῦ ‘κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.” ᾧ παραθήσεις καὶ τὸ ἐν Παροιμίαις πάλιν ἐξ αὐτοῦ προσώπου ὧδέ πως εἰρημένον ‘πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.” τό τε ἐν ’ρθ’ Ψαλμῷ πρὸς τοῦ πατρὸς αὐτῷ προσπεφωνημένον κατὰ τὸ ‟ ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε.”

ἐπίστησον δὲ ὡς ἴνα καὶ τὸν αὐτὸν ὀνομαστὶ Χριστὸν ὁμοῦ καὶ υἱὸν θεοῦ ὑπ’ ἀνθρώπων ἐπιβουλευόμενον, καὶ κλῆρον τὰ ἔθνη ληψόμενον, περάτων τε γῆς κρατήσοντα θεσπίζουσιν αἶ ἱεραὶ γραφαὶ, δυσὶ τεκμηρίοις τὴν εἰς ἀνθρώπους οἰκονομίαν αὐτοῦ σημαίνουσαι, διά τε τῆς κατ’ αὐτοῦ συσκευῆς καὶ διὰ τῆς ὑπ’ αὐτὸν τῶν ἐθνῶν ὑποταγῆς.

  • Ψαλμοῦ ἴθ’.
  • Χριστὸς ὀιομαστὶ τῶν αἰτημάτων ἁπάντων παρὰ τοῦ πατρὸς τυγχάνων.

    ‟ Πληρώσαι Πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου. νῦν ἔγνων ὅτι ἔσωσε κύριος τὸν Χριστὸν αὑτοῦ, ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ.”

    Ἐπεὶ πρόκειται νῦν παραστῆσαι δι’ ὅσων ὀνομαστὶ ὁ Χριστὸς ἐν ταῖς προφητείαις ἀνηγόρευται, εἰκότως καὶ ταῦτα παρατίθεμαι ἐναργῶς κηρύττοντα τὸν Χριστόν.

    ὅλος δὲ ὁ Ψαλμὸς ἐκ προσώπου [*](9 Prov. 8, 25. 11 Ps. 109, 3. 23 Ps. 19, 5.)

    v.3.p.261
    τῶν ἁγίων ἀνδρῶν εὐχὴν ἀναπέμπει εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον. ἐπειδὴ γὰρ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν πᾶσαν ἀνεδέξατο ὕβριν ἐνανθρωπήσας, εὐχομένῳ αὐτῷ καὶ δεομένῳ τοῦ πατρὸς ὑπὲρ ἡμῶν διδασκόμεθα συνεύχεσθαι, οἷα δὴ τοὺς καθ’ ἡμῶν πολέμους, εἴτε ὁρατοὺς εἴτε καὶ ἀοράτους, ἀμυνομένῳ. διὸ καί φαμεν ἡμεῖς πρὸς αὐτὸν ἀπὸ τοῦ Ψαλμοῦ οὕτως ἔχοντα ‟ ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψτώς σου, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. ἐξαποστείλαι σοι βοήθειαν ἑ ’ξ ἁγίου, καὶ ἐκ Σιῶν ἀντιλάβοιτό σου.”

    Εἶτ’ ἐπειδήπερ ἐστὶν οἰκεῖον αὐτῷ ἅτε μεγάλῳ ὄντι ἀρχιερεῖ τὰς ἐν δοξολογίαις καὶ θεολογίαις πνευματικὰς ἱερουργίας ὑπὲρ ἡμῶν ἐκτελεῖν, καὶ ἐπειδήπερ οἷά τε ἱερεὺς αὐτός τε ἑαυτὸν καὶ ὅν ἀνειληφεν ἀπὸ γῆς ἄνθρωπον ὑπὲρ ἡμῶν ὁλοκαύτωμα προσανήνεγκε τῷ θεῷ καὶ πατρὶ, διὰ τοῦτό φαμεν αὐτῷ ‘μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.”

    καὶ ἐπεὶ πάντα ὅσα βουλεύεται σωτήριά ἐστι καὶ ὠφέλιμα ἐν τῷ κόσμῳ, εἰκότως ἐπιφωνοῦμεν αὐτῷ ‟ δῴη σοι κύριος κατὰ τὴν καρδίαν σου” λέγοντες ‟ καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.”

    οἶς ἑξῆς τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ ὁμολογοῦντες φαμὲν ‟ ἀλαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου.’ σωτήριον γὰρ τοῦ Χριστοῦ τί ἂν ἕτερον νοοῖτο, εἰ μὴ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, δι’ ἧς καὶ πάντας τοὺς πρὶν ἐκπεπτωκότας ἀνίστησιν; ὅθεν φαμὲν ‟ καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα, καὶ πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου.

    ἐπὶ πάσι τούτοις διδασκόμεθα λέγειν τὸ νῦν ἔγνων ὅτι ἔσωσε κύριος τὸν Χριστὸν αὑτοῦ,” [*](8 Ps. 19, 1. 17 Ps. 19, 3.)

    v.3.p.262
    μὴ πάλαι τοῦτο εἰδότες, εἰ μὴ ὅτε πρότερον τὸ σωτήριον αὐτοῦ συνήκαμεν τῆς ἀναστάσεως αὐτοῦ τὴν δύναμιν κατανοήσαντες.

  • Ψαλμοῦ κζ΄
  • Χριστὸς ὀνομαστὶ κύριον τὸν πατέρα καὶ ὑπερασπιστὴν κεκτημένος.

    ‟ Κύριος Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστί.”

    Καὶ ὁ μετὰ χεῖρας Ψαλμὸς εἰς τὸν Χριστὸν ἀναφέρεται, αὐτοῦ δὴ τοῦ Χριστοῦ περιέχων εὐχὴν, ἣν παρὰ τὸν τοῦ πάθους προσηύξατο καιρόν. διὸ ἐν μὲν τῇ καταρχῆ̣ τοῦ Ψαλμοῦ φησι ‟ πρὸς πρὸς σὲ, κύριε, ἐκέκραξα· ὁ θεός μου μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.”

    πρὸς δὲ τῷ τέλει τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ θεσ·πίζει λέγων εὐλογητὸς κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου· κύριος βοηθός μου καὶ ὑπερασπιστής μου, ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου, καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. ἐφ’ οἶς τὸ θεῖον καὶ προφητικὸν πνεῦμα ἐπιλέγει κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστίν,”

    παιδεῦον ἡμᾶς ὅτι δὴ πάντα τὰ ἐν ταῖς θείαις γραφαῖς ἀνάδραπτα τοῦ Χριστοῦ θαυμάσια, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γενόμενα, εἴτε οὖν μαθήματα εἴτε γράμματα εἴτε κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ μυστήρια νῦν ὀνομαζόμενα, νεύματι καὶ δυνάμει γεγένηται τοῦ πατρὸς ἐν ἅπασι τοῖς παραδόξοις καὶ σωτηρίοις λόγοις τε καὶ ἔργοις ὑπερασπίζοντός τοῦ ἰδίου Χριστοῦ.

    [*](7 Ps. 27, 8.)
    v.3.p.263
  • Ψαλμοῦ πγ΄.
  • Χριστὸς ὀνομαστὶ τὸν θεὸν ἐπόπτην ἐπιγραφόμενος, μία τε ἡ τῆς ἀναστάσεως αὐτοῦ ἡμέρα, καὶ εἰς οἶκος θεοῦ ἡ ἐκκλησία αὐτοῦ.

    ‟ Ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἀμαρτωλῶν·”

    οἶ ἐπιστάμενοι τὸν Χριστὸν τοῦ θεοῦ ὄντα λόγον καὶ σοφίαν καὶ φῶς ἀληθινὸν καὶ ζωὴν, ἔπειτα τὴν ἐνανθρώπησιν αὐτοῦ συννοήσαντες κατεπλάγησαν τὸ παράδοξον τοῦ θελήματος, ὥστε ἀνειπεῖν ‟ καὶ εἲδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη.”

    Εἰκότως παρακαλοῦσι τὸν θεὸν ἐπιβλέψαι εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ τὸ δι’ ἡμὰς ἠτιμωμένον καὶ καθυβρισμένον, ἵλεω τε ἡμῖν γενέσθαι δι’ αὐτὸν, ἐπεὶ τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται.” ταῦτα δ’ ἱκετεύουσι, μονονουχὶ ποθοῦντες καὶ ἐν εὐχῇ τιθέμενοι τὸ πρόσωπον τῆς δόξης ἰδεῖν τοῦ Χριστοῦ, καὶ τὴν ἡμέραν τοῦ φωτὸς αὐτοῦ θεάσαθαι· αὕτη δὲ ἦν ἡ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἥντινα μίαν οὖσαν καὶ μόνην ὡς ἀληθῶς κυριαν οὖσαν καὶ κυριακὴν κρείττονα εἶναί φασι μυρίων ὅσων τῶν κοινοτέρως νοουμένων ἡμερῶν, ἢ τῶν παρὰ [*](5 Ps. 83, 9. 13 Es. 532.)

    v.3.p.264
    Μωσεῖ νενομοθετημένων ἐν ἑορταῖς καὶ νουμηνίαις καὶ σαββάτοις, ἃς σκιὰν εἶναι ἡμερῶν, ἀλλ’ οὐχ ἡμέρας ὁ θεῖος ἀπόστολος διδάσκει. μόνη δὲ αὕτη ἡ μία κυριακὴ τοῦ σωτῆρος ἡμῶν ἡμέρα οὐκ ἐν παντὶ τόπῳ φωτίζειν, ἀλλ’ ἐν μόναις ταῖς αὐλαῖς τοῦ κυρίου λέλεκται.