Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

λευκότατα γοῦν ὁ λόγος διὰ τούτων θεῷ προσφωνῶν φησιν αὐτὸν κεχρῖσθαι ὑπὸ τοῦ θεοῦ ἐλαίῳ ἀγαλλιάσεως παρὰ πάντας τοὺς πώποτε τῆς αὐτῆς αὐτῷ μετεσχηκότας προσηγορίας.

ἔχεις τοιγαροῦν ἐν τούτοις σαφῶς θεὸν χριόμενον Χριστὸν γινόμενον, οὐ μύρῳ σκευαστῷ οὐδ’ ὑπ’ ἀνθρώπων εἰς τοῦτο παριόντα, ἀλλ’ οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις παραπλήσιον.

ὁ δ’ αὐτὸς οὗτος ἦν καὶ ἀγαπητὸς τοῦ θεοῦ καὶ γέννημα αὐτοῦ, καὶ ἱερεὺς αἰώνιος καὶ σύνθρονος ἀνηγορευμένος τοῦ πατρός. τίς δ’ ἂν οὗτος εἴη ἢ ὁ πρωτότοκος τοῦ θεοῦ λόγος, ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸς ὢν, ὁ διὰ πάσης τῆς ἐνθέου γραφῆς θεολογούμενος, ὡς καὶ ἐν τοῖς ἑξῆς διὰ πλειόνων ὁ λόγος προϊὼν ἐπιδείξει.

v.3.p.258

Τούτων δῆτα προτεθεωρημένων ἡμῖν πρ τῆς τοῦ Χριστοῦ οὐσιώσεως τε καὶ προσηγορίας, φέρε λοιπὸν ἀναλαβόντες τὴν προταθεῖσαν ὑπόθεσιν ^ δι’ ὅσων προφητικῶν προρρήσεων ὁ Χριστὸς ὀνομαστὶ προεκηρύττετο θεασώμεθα.