Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ τί γὰρ ἄλλο πλὴν ὁ πᾶς ἄνθρωπος τῆς θεότητος κατεπίνετο, καὶ πάλιν θεὸς ἦν ὁ θεὸς λόγος οἷος καὶ πρὶν γενέσθαι ἄνθρωπος, καὶ συναπεθέου γε τὸν ἄνθρωπον ἀπαρχὴν τῆς ἡμῶν ἐλπίδος, τοῦτον αὐτὸν ἐκεῖ τῆς τε παρ’ αὐτῷ ζωῆς ἀιδίου καὶ τῆς ἐν τῇ θεότητι καὶ μακαριότητι κοινωνίας ἀξιῶν, ἡμῖν τε ὁμοίως ἅπασι τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀθανασίας τε καὶ βασιλείας τοῦτο μέγιστον δεῖγμα παρέχων;

Τοῦτο τῆς εἰς ἀνθρώπους ἀφίξεως τέλος ἦν, τὸν πάλαι τῆς τοῦ πατρὸς γνώσεως ἀποπεπλανημένον εἰς τὴν οἰκείαν ἐπαναγαγεῖν, καὶ τὸν συγγενῆ καὶ φίλον τῆς τε αὐτοῦ κατηξιωμένον εἰκόνος τῆς οἰκείας ἀπολαῦσαι ζωῆς, φίλον τε καὶ οἰκεῖον τοῦ πατρὸς ἀποφῆναι τοῦτον, δι’ ὃν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπέστη γενέσθαι ἄνθρωπος.

οὕτω δῆτα, ὡς ἐν βραχεῖ φάναι, ἡ κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὑπόθεσις, διάφορον ἔχουσα τὴν οἰκονομίαν, ἐκ τῶν παρ’ Ἑβραίοις παραστήσεται προφητικῶν λόγων, ὥσπερ οὖν μικρὸν ὕστερον αἱ ἐξ αὐτῶν

v.3.p.243
δείξουσι μαρτυρίαι, πιστουμένων τὰ παλαιὰ τῶν νέων γραμμάτων, καὶ τῶν εὐαγγελικῶν τὰς τῶν προφητικῶν μαρτυρίας ἐπισφραγιζομένων. ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων ὥρα λοιπὸν καὶ περὶ τῆς προσηγορίας αὐτοῦ διελθεῖν, καθ’ ὃ Ἰησοῦς καὶ Χριστὸς ἀνηγόρευται, δι’ ὅσων τε προφητειῶν ὀνομαστὶ προεκηρύττετο.

πρῶτα δὲ σκεψώμεθα τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία, πρὶν ἄρξασθαι τῆς κατὰ μέρος συναγωγῆς τῶν προφητικῶν περὶ τοῦ προκειμένου σκέμματος λογίων. προσήκειν δὲ ἡγοῦμαι περὶ αὐτῆς πρῶτον τῆς Χριστοῦ διαλαβεῖν προσηγοίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τόν κατὰ τὸν τόπον ζητουμένων.

ἄλλος μὲν οὖν ἐγγύθεν καὶ ἐκ τῶν καθ’ ἡμᾶς ἀρξάμενος εἶπεν ἂν Μωσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀποπνεῖν ἡγησάμενος, ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν τοῖς φιλαγάθοις τὸ εὐῶδες.

ὅθεν καὶ θυμιάματι συγκειμένῳ εἰς ὑπερβολὴν εὐωδίας καθ’ ἑκάστην ἡμέραν τοῖς ἱερεῦσι χρῆσθαι ἐν τῷ ἱερῷ νομοθετῆσαι, ὅπως κατακιρναμένου τοῦ ἀέρος καὶ τὸ δυσῶδες ἀφανίζοντος, θεία τις ἀπορροὴ τοῖς εὐχομένοις καταμιγνύηται.

διὰ γὰρ τοῦτο αὐτὸ καὶ χρῖσμα ἀλειπτικὸν εὐωδέστατον διὰ μυρεψικῆς τέχνης συνθεῖναι, ὡς ἂν χρίοιντο τούτῳ οἱ τῶν κοινῶν δημοσίᾳ προστήσεσθαι μέλλοντες, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτον Μωσέα τοῖς χριομένοις ἐπιθεῖναι· τοῦτο δὲ τὸ χρῖσμα μὴ μόνον ἀρχιερεῦσι παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ.

ταῦτα

v.3.p.244
μὲν οὖν προχειρότερα ἂν εἴη, πόρρω γε μὴν καθε- στῶτα τῆς ἐνθέου καὶ μεγαλοφυοῦς τοῦ προφήτου διανοίας.

ὁ γάρ τοι θαυμάσιος ἐκεῖνος καὶ μέγας ὡς ἀληθῶς ἱεροφάντης πᾶσαν γεώδη καὶ σωματικὴν οὐσίαν ἐν μόναις εἰδὼς ταῖς ποιότησι διακεκριμένην, κατ᾿ οὐδένατρόπον ἑτἐραντῆς ἑτέρας προυτίμησεν, τὰ πάντ εἰδὼς μιᾶς ὄντα ἔκγονα ὕλης οὔποτε ἑστώσης, οὐδέ τι βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἵλετο, οὐδ’ αὐτὸ καθ’ αὑτὸ προύκρινεν ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ’ ἂν εἲη τὸ πάθος ψυχῆς.

μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων καὶ ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρὰς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται, ὡς ἔμπαλιν οἷ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης καὶ δικαιοσύνης καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ