Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἐν τοσαύτῃ δῆτα κακίας φορᾷ μηδὲν ἐπαμύνειν τῶν πρὶν ἐφεστώτων ἀγγέλων τοῖς ὑποχειρίοις ἔθνεσι δεδυνημένων, ἀλλὰ τῆς μὲν λοιπῆς κτίσεως ἐπιμελομένων, τοῖς τε τοῦ κόσμου μέρεσιν ἐπιστατούντων, καὶ τῷ τοῦ πάντων δημιουργοῦ θεοῦ νεύματι συνήθως διακονουμένων, τῆς δὲ τῶν θνητῶν πτώσεως οὐ περιδρασσομένων διὰ τὴν τῶν κακῶν αὐθεκούσιον τῶν ἀνθρώπων αἵρεσιν, μακρά τις καὶ δυσθεράπευτος τῶν ἐπὶ γῆς ἁπάντων κατεκράτει νόσος, ἄλλων ἄλλως τῶν ἐθνῶν ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐξοιστρουμένων καὶ εἰς ἀνήκεστον βυθὸν κακίας ἀποπιπτόντων.

ἤδη γοῦν ὠμοφάγων καὶ ἀνθρωποβόρων θηρίων τρόπον σάρκας τινὲς τῶν φιλτάτων θοινᾶσθαι καλὸν ἡγοῦντο, καὶ μητράσιν ἀνέδην καὶ ἀδελφαῖς καὶ θυγατράσι μίγνυσθαι, ἀγχόνῃ τε περιβάλλειν τοὺς γεγηρακότας καὶ κυσὶ καὶ οἰωνοῖς τοὺς νεκρούς.

τί δή σοι μνημονευσαίμην ἂν τῶν δῆθεν θεῶν, αὐτῶν δὴ τῶν φαύλων δαιμόνων, τὰς ὠμὰς καὶ ἐκτόπους ἀνθρωποθυσίας, εἰς ἃς τὸ ἀνθρώπειον γένος ἐξέμηναν;

καὶ ταῦτα γοῦν ἐν τοῖς προηγουμένοις τῆς μετὰ χεῖρας ὑποθέσεως προπαρε- [*](6 Es. 14, 14.)

v.3.p.231
σκευασάμην. ἀλλὰ γὰρ τοσούτων κακῶν ὑπὸ τῶν φαύλων καὶ τῶν μοχθηρῶν πνευμάτων τοῦ τ’ ἐν τούτοις τυράννου καθ’ ὅλης τῆς οἰκουμένης προβεβλητένων, καὶ μηδενὸς τῶν ἐφεστώτων ἀγγέλων οἵου τε ὄντος τοῖς κακοῖς ἐπαμύνειν, εἰκότως ἐκεῖνος ὁ θεὸς λόγος, ὁ τῶν ὅλων σωτὴρ, ἀγαθῷ νεύματι τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὡς ἂν μὴ τὸ φίλον αὐτῷ γένος ἐν ἀσεβείας βυθῷ καλινδοῖτο, τέως μὲν βραχείας τινὰς καὶ ἀμυδρὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας διὰ προφήτου Μώσεως τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτὸν θεοφιλῶν ἀνδρῶν ἐξέλαμπεν, τῶν ἐν ἀνθρώποις κακῶν τὴν ἴασιν ἐν ταῖς ἱεραῖς νομοθεσίαις προβαλλόμενος.

λέγει δ’ οὖν ἄντικρυς αὐτὸς ὁ λόγος τῷ Ἑβραίων ἔθνει νομοθετῶν διὰ Μώσεως ‟κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπ’ αὐτῆς, οὐ ποιήοετε, καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναὰν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε, τὰ κρίματά μου ποιήσετε, καὶ τὰ προστάγματά μου φυλάξετε. ἐγὼ εἰμὶ κύριος ὁ θεὸς ὑμῶν.

Εἶτα πάντα ἀπαγορεύσας ἀθέμιτον γάμον καὶ πᾶσαν ἀσχήμονα πρᾶξιν, γυναικῶν τε πρὸς γυναῖκας καὶ ἀρρένων πρὸς ἄρρενας μίξεις, ἐπιλέγει ‟μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις. ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθη τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν. καὶ ἐξεμιάνθη ἡ γῆ, καὶ ἀνταπέδωκα ἀδικίαν αὐτῇ, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ’ αὐτῆς.”

καὶ πάλιν φησὶν ‟ ἐὰν δὲ σὺ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσί σοι, οὐ μὴ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. οὐχ [*](14 Levit. 18, 2. 23 Levit. 18, 24. 28 Deut. 18, 9.)

v.3.p.232
εὐρεθήσεται ἐν σοὶ καθαίρων τὸν οἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὑτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείας, καὶ κληδονιζόμενος καὶ οἰωνιζόμενος, φαρμακὸς ἐπᾴδων, ἐγγαστρίμυθος καὶ τερατοσκόπος καὶ ἐπερωτῶν τοὺς νεκρούς. ἔστι γὰρ βδέλυγμα κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα. ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ὁ θεός σου ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου. τέλειος ἔσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου.”

Τοιαῦτα μὲν καὶ μυρία ἄλλα θεοσεβῆ διδάγματά τε καὶ παραγγέλματα διὰ Μώσεως αὐτοῖς ὁ θεὸς λόγος τὸ πρὶν ἐνομοθέτει, ὡς ἐν εἰσαγωγαῖς τοῦ κατὰ εὐσέβειαν βίου παραδιδοὺς αὐτοῖς στοιχεῖα, διὰ συμβόλων καί τινος σκιώδους καὶ σωματικῆς λατρείας ἐν σώματος περιτομῇ καί τινων ἄλλων τοιουτοτρόπων ἐπὶ τῆς γῆς συντελουμένων.

ὡς δὲ τοῦ χρόνου προιόντος οὐδεὶς τοσοῦτον καὶ τῶν μετ’ αὐτὸν προφητῶν εἰς ἄκεσιν τῶν τοῦ βίου κακῶν δι’ ὑπερβολὴν κακίας ἔσθενεν, ἤλαυνέ τε ὁσημέραι εἰς μείζονα τὰ τῆς δαιμονικῆς ἐνεργείας, ὡς καὶ αὐτὸ τὸ Ἐβραίων ἔθνος τῇ τῶν ἀθέων συναπαχθῆναι φθορᾷ, αὐτὸς ἤδη λοιπὸν ὁ σωτὴρ καὶ ἰατρὸς τῶν ὅλων κάτεισιν εἰς ἀνθρώπους, καὶ τοῖς οἰκείοις ἀγγέλοις ἐπαμύνων ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, τοῦτ’ αὐτῷ τοῦ πατρὸς δωρήσεσθαι προϋποσχομένου, ὥσπερ οὖν αὐτὸς ἐν Ψαλμοῖς διδάσκει λέγων‘‘ κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.

Οὐκέτι γοῦν μόνον τὸν δίκαιον καὶ διορατικὸν [*](26 Ps. 2, 7.)

v.3.p.233
Ἰσραὴλ, οὐδέ γε μόνον τὸν οἰκεῖον κλῆρον, πάντα δὲ τὰ ἐπὶ γῆς ἔθνη, τὰ πρότερον πλείοσιν ἀγγέλοις κεκληρωμένα καὶ παντοίαις ἀσεβείαις κεκαλινδημένα, ὑπὸ τὴν οἰκείαν ὑποβαλὼν ἐξουσίαν, παρῆν τοῖς πᾶσι τὴν πρὸς τὸν αὐτοῦ πατέρα γνῶσίν τε καὶ φιλίαν ἐπικηρυκευόμενος, λύσιν τε καὶ ἄφεσιν τῶν πρὶν ἀγνοημάτων καὶ ἁμαρτημάτων ὑπισχνούμενος.

ὃ καὶ σαφῶς ἐκήρυττε λέγων ‟ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες.’ οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

καὶ δὴ παρῆν τοῖς οἰκείοις ἀγγέλοις, αὐτοῖς δὴ τοῖς πρὶν ἐφεστῶσι τῶν ἐθνῶν, ἐπιθεωρούμενος. οἶ δὲ αὐτίκα τὸν σφῶν βοηθὸν καὶ κύριον εὖ μάλα ἀκριβῶς ἐπιγνόντες περιχαρεῖς προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὥσπερ ἡ ἱερὰ τοῦ εὐαγγελίου διδάσκει γραφὴ ‟ καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ,” φήσασα· ὅτε καὶ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν ἔλεγον ‟ δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.”

τούτους μὲν οὖν ὡς οἰκείους ἀγγέλους τῆς αὐτοῦ δεομένους συμμαχίας ταύτῃ πη ἀνελάμβανε· τοὺς δέ γε πάλαι ἀμφὶ τὰς ἀνθρώπων διατριβὰς πωτωμένους, ἀφανῶς τε καὶ ἐμφανῶς τῶν ἐπὶ γῆς καταδυναστεύοντας δαίμονας ἀλιτηρίους, καὶ πνευμάτων ἀγρίων καὶ ἀπηνῶν γένη, τόν τε ἐν τούτοις τῆς κακίας ἐξάρχοντα, τὸν δεινὸν ἐκεῖνον καὶ ἀλάστορα, μεγάλῃ καὶ ἐνθέῳ δυνάμει τροπούμενος ἐχειροῦτο, ὡς τινὰς συναισθομένους αὐτῶν λέγειν‘‘ ἔα, τί ἡμῖν καὶ σοὶ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;”

καὶ τούσδε [*](8 Matth. 9, 12. 16 Matth. 4, 11. 18 Luc. 2, 13. 28 Matth 8, 29.)

v.3.p.234
μὲν καὶ δι’ ὧν ἒπραττε καὶ ἐδίδασκεν ἰσχυρῶς ῂκίζετο, πᾶν δὲ τὸ ἀνθρώπινον γένος τοῖς διὰ λόγων ἡμέροις καὶ προσηνέσι φαρμάκοις ταῖς τε πραέσι καὶ προτρεπτικαῖς αὐτοῦ διδασκαλίαις ἰᾶτο καῖ ἐθεράπευε, νόσων τε παντοίων καὶ παθῶν οὑχ ἧττον σωμάτων ἢ ψυχῶν ἀπήλλαττεν, παλαιᾶς τε δεισιδαιμονίας καὶ δειμάτων πολυθέου πλάνης τῆς τε αἰσχρᾶς θέρους ἀφεὶς, μεθιστπῶν τε καὶ μεταβάλλων τοὺς αὐτῷ προσανέχοντας, ἐκ μὲν ἀκολασίας ἐπὶ σώφρονα βίον, ἐκ δὲ ἀσεβείας ἐπὶ εὐσέβειαν καὶ ἐξ ἀδικίας ἐπὶ δικαιοσύνην, ναὶ μὴν καὶ ἐκ τῆς τῶν πικρῶν δαιμόνων δυναστείας ἐπὶ τὴν ἒνθεον κατάληψιν τῆς ἀληθοῦς εὐσεβείας, καὶ πρὸς ἐπὶ τοὐτοις πύλας οὐρανίου ζωῆς καὶ τῆς κατ’ εὐσέβειαν διδασκαλίας τοῖς καθ’ ὃλης τῆς οἰκουμένης ἒθνεσι προϊσχόμενος, καὶ εἰς τοσοῦτόν γε κάτεισιν ὡς μὴ μύνον κάμνουσι καῖ χαλεπῶς νοσηλευομένοις τὰς ψυχὰς τὴν σωτήριον ὀρέξαι δεξιάν, ἢδη δὲ καὶ ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου τοὺς ἡμιθνῆτας, ἢ καὶ πάμπαν ἀπολωλότας ἐκ μακροῦυ τε κατορωρυγμένους τῶν τοῦ θανάτου λῦσαι δεσμῶν·

δι’ ἣν μάλιστα αίτίαν καὶ μέχρι τῶν αὐτόθι χωρίων ἐδέησεν αὐτῷ ἐνεργείας, ὡς ἂν μὴ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν κυριεύσειεν. ὃτε μὲν οὖν τῷ πατρὶ σύνεστιν καὶ τὴν τῶν ὃλων πρόνοιαν ἐνθέῳ δυνάμει διακυβερνᾷ, οὐρανοῦ αὐτοῦ καὶ γῆς ὁμοῦ καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων τῶν τε ἐπέκεινα οὐρανοῦ θείων καὶ ἀσωμάτων οὐσιῶν ἐπισκοπεῖ καὶ ἐπιμέλεται θεοῦ λόγος καὶ θεοῦ σοφία και θεοῦ δύναμις, ἂρχων τε καὶ ἡγούμενος καὶ βασιλεὺς, ἢδη δὲ καὶ θεὸς καὶ κύριος ἐν τοῖς θείοις χρηλεὺς, ἀνευφημεῖται, καὶ φωτίζων μὲν τὰς ἀσωμάτους

v.3.p.235
καὶ νοερὰς φύσεις.

ἥλιος δὲ δικαιοσύνης καὶ φῶς ἀληθινὸν ἀνείρηται, ὑπουργῶν δὲ καὶ συνουργῶν ταῖς τοῦ πατρὸς διατάξεσιν, ὑπουργὸς τοῦ πατρὸς καὶ δημιουργὸς χρηματίζει, ἀλλὰ καὶ μόνος κατὰ τάξιν εἰδὼς θεραπεύειν θεὸν, μέσος τε ἑστὼς θεοῦ τοῦ ἀγεννήτου καὶ τῶν μετ’ αὐτὸν γεννητῶν, τήν τε τῶν ὅλων ἀναδεδεγμένος φροντίδα καὶ ὑπὲρ τῶν ὑπηκόων ἀπάντων ἱερωμένος τῷ πατρὶ, καὶ μόνος αὐτὸν τοῖς πᾶσιν εὐμενῆ καὶ ἵλεων παρέχων, ἀρχιερεὺς αἱώνιος καὶ δὴ Χριστὸς τοῦ πατρὸς προσαγορεύεται, οὕτω παρ’ Ἑβραίος Χριστῶν ἐπικαλουμένων πάλαι τῶν τὴν εἰκόνα τοῦ πρώτου διὰ συμβόλων ἐπιτελούντων·

καὶ ὅτε μὲν ἀγγέλοις ταξιαρχῶν ἐπιστατεῖ, μεγάλης βουλῆς ἄγγελος ἀναγορεύεται, καὶ τῶν κατ οὐρανὸν στρατιῶν ἡγούμενος ἀρχιστράτηγος δυνάμεως κυρίου εἶναι. ἤδη δὲ κατιὼν ἐπὶ τὰ τῇδε ἡμῶν τε αὐτῶν τῆς λογικῆς φύσεως τῆς τε ἰδίας αὐτοῦ χάριν εἰκόνος καὶ φιλανθρωπίᾳ τοῦ πατρὸς ἀντιλαμβανόμενος, καθὸ μὲν ἔοικε νηπίων ἄρχειν καὶ οἱονεὶ βοσκημάτων, ποιμὴν ὠνόμασται προβάτων, καθὸ δὲ ψυχῶν ἐμπαθῶν τὴν θεραπείαν ἐπαγγέλλεται, σωτὴρ καὶ ἰατρὸς εἰκότως ἂν λέγοιτο.

τοῦτο γοῦν ἡ παρ’ Ἑβραίοις τοὐ Ἰησοῦ σημαίνει προσηγορία. ἐπεὶ δὲ ἴδει ποτὲ καὶ αὐτῷ ὀργάνου ἀνθρωπείου, ὡς ἂν καὶ ἀνθρώποις ἑαυτὸν φήνειεν καὶ τῆς τοῦ πατρὸς ἐπιγνώσεως καὶ εὐσεβείας τὸν ἀληθῆ λόγον διδάξειε, καὶ τοῦτον οὐκ ἀπαρνεῖται τὸν τρόπον· ἐπιβὰς δὲ εὖ μάλα τῇ ἡμετέρᾳ φύσει πάρεισιν εἰς ἀνθρώπους, θεὸν δι’ ἀνθρώπου μέγα θαῦμα τοῖς πᾶσιν ἐπιδεικνύμενος, ὡς ἂν μὴ μόνον ἐξ ἀφανοῦς καὶ ἀδήλου ἄσαρκος ὢν [*](1 Mal. 4, 2. lo. 1, 9. 15 Es. 9, 6. los. 6, 14.)

v.3.p.236
καὶ ασώματος έπιστατοίη, αύτοΐς δε σαρκός όμμασιν ορώ μένος, άνθρώπων τε όφθαλμοΐς καϊ νπ\ρ άνθρω- πον θαυματουργίας παρέχων οράν, καϊ προσέτι σώ- ματος άκοαΐς τάς διά γλώττης καϊ φωνής ένάρθρου παραδιδούς διδασκαλίας, θεΐόν τε ως άληθώς καϊ παράδοξον χρήμα, οίον ούδ' άλλο πω φανεν μνημο- νεύεται, σωτήριόν τε ομού καϊ εύεργετικόν τοΐς πάσιν αυτός εαυτόν ένδεικνύμενος.

ουτω δήτα ο θεός ο λόγος υιός ανθρώπου έλέγετο, καϊ 'ίησούς ώνομά- ξετο, παρ' όσον της τών ανθρωπίνων ψυχών ίάσεώς τε και θεραπείας χάριν την πάροδον'είς ημάς έποι- εΐτο. σωτήρ δ᾿ ουν και παρ9 'Εβραίοις ερμηνεύεται ή τού 'ίησού προσηγορία, τάς τε κοινάς ήμΐν ύπέμεινε διατριβάς, ουδαμώς μϊν τού είναι ός ην έξιστάμενος, ομού έν τω άνθρώπω φυλάττων τον θεόν.

ευ- θὺς τοιγαρούν έπϊ της πρώτης εις ανθρώπους κατα- βολής τω θεώ τής ημετέρας γενέσεως την ένθεον άνακιρνα μεγαλουργίαν, τικτόμενος μίν ήμΐν ομοίως, και θνητού δίκην άνθρωπον άαφιεννύμενος' ὡς δ᾿ ούκέτι άνθρωπος, αλλά θίός, έξ αχράντου καϊ άπει- ρογάμου κόρης, ουχί έκ μίξεως καϊ φθοράς, την τοῦ φαινομένου γένεσιν υφιστάμενος.