Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ δὴ τούσδε πρῶτον ἀπάντων ἐρωτητέον τίνα φαῖεν πρὸς τὰ προωδευμένα; ἆρα γὰρ ἐπινοῆσαι δυνατὸν, ἄνδρα διδάσκαλον σεμνῆς καὶ παναρέτου πολιτείας, ὑγιῶν τε καὶ ἀληθῶν δογμάτων, οἵων προδιήλθομεν, γόητα τὸν τρόπον γεγονέναι,. εἰ δὲ δὴ μαγγανευτής τις ἦν καὶ φαρμακεὺς, ἀπατεών τε καὶ γόης, πῶς ἂν τοιαύτης διδασκαλίας πᾶσι τοῖς ἔθνεσι κατέστη αἴτιος, οἵας αὐτοῖς ὁρῶμεν ὀφθαλμοῖς καὶ ἀκοαῖς εἰς δεῦρο παραλαμβάνομεν ; ποῖος δὲ καὶ αἱρήσεται τὰ ἀσύνακτα συνάγειν; γόης μὲν γάρ τις ὡς ἀληθῶς ἀνόσιος καὶ μιαρὸς τὸν τρόπον, ἀπειρημένοις

v.3.p.189
καὶ ἀνοσίοις ἐγχειρῶν, πάντα πράττει αἰσχροῦ καὶ ῥυπαροῦ κέρδους χάριν.

μή τι οὖν καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς, ὁ Χριστὸς τοῦ θεοῦ, τοιοῖσδέ τισιν ἔνοχος ἦν ; πόθεν, ἢ πῶς, ὁ τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς πρὸς αὐτῶν μεμαρτύρηται, εἰρηκὼς ‘μὴ κτήσησθε χρυσὸν μηδ’ ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδ’ ὑποδήματα ;” δ’ ἂν ἐπείθοντο λέγοντι καὶ ἐν ἀπομνημονεύμασιν ἐγγράφοις ταῦτα παραδιδόναι ἠξίουν, εἰ χρηματιζόμενον τὸν διδάσκαλον ἑώρων καὶ τἀναντία οἷς ἑτέρους ἐδίδασκε μετιόντα;

πάλαι δ’ ἂν καταγελάσαντες αὐτοῦ καὶ τῶν λόγων καταπτύσαντες ἀνεχώρησαν τῆς μαθητείας εἰκότως, εἰ αὐτοῖς μὲν τοιαῦτα σεμνῶς νομοθετοῦντα ἑώρων, αὐτὸν δὲ τὸν νομοθέτην κατ’ οὐδένα τρόπον ἑπόμενον τοῖς οἰκείοις λόγοις.

πάλιν ὁ μὲν γόης καὶ ὡς ἀληθῶς πλάνος τοῖς ἀπειρημένοις καὶ τοῖς ἀνοσίοις ἑαυτὸν ἐπιδίδωσιν ἀνοσίων καὶ ἀθεμίτων ἡδονῶν ἕνεκεν θήρας, ὥστε ἤδη διὰ τὰς μαγγανείας γύναιά τινα καταβάλλειν καὶ ὑποσύρειν τῇ αὐτοῦ κακίᾳ· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐδ’ ἔστιν εἰπεῖν ὅπως ἀνέστραπται περὶ σωφροσύνην, ὁπότε πάλιν οἶ μαθηταὶ μαρτυροῦσι παραινεῖν μηδ’ ἐμβλέπειν γυναικὶ μετ’ ἐπιθυμίας ἀκολάστου, φήσαντα ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ.”

καί ποτε ἀναγκαίως ἐπὶ ὠφελείᾳ καὶ σωτηρίᾳ πολλῶν Σαμαρείτιδι γυναικὶ διαλεγόμενον αὐτὸν τεθεαμένοι ἐθαύμαζον, ὅτι μετὰ γυναικὸς ἐλάλει, [*](30 παράδοξόν τι τοῦτο δόξαντες ὁρᾶν, ὥσπερ οὔπω G Matth. 10, 10. 24 Matth. 5, 27.)

v.3.p.190
καὶ ἄλλοτε πρότερον. συνίστη δὲ ἄρα ὁ λόγος τοῦ σωτῆρος ἡμῶν τὸ ἐμβριθὲς καὶ αὐστηρὸν τοῦ τρόπου· σωφροσύνης δὲ αὐτοῦ μέγα δεῖγμα ἦν κἀκείνη ἡ διδασκαλία, δι’ ἧς ἁγνεύειν ἐξ αὐτοῦ τοῦ τῆς διανοίας βάθους τὰς ἐμπαθεῖς ὀρέξεις ἀποτέμνοντας ἐδίδασκε λέγων “εἰσὶν εὐνοῦχοι οἵτινες ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἐαυ- τοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.

πάλιν ὁ μὲν γόης καὶ ἀ·ληθῶς λαοπλάνος πάντα ἐγχειρεῖ καὶ πράττει δοξοκοπῶν τὰ πολλὰ καὶ φαντασιοκοπῶν, καὶ πλέον τι παρὰ τοὺς πολλοὺς εἰδέναι καὶ ἔχειν μεγαλαυχούμενος· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν, ὅτι μὴ δοξομανὴς καὶ ἀλαζὼν καὶ φαντασιοκόπος ἦν, ἀφ’ ὧν ἰώμενος παρῄνει μηδενὶ φράζειν μηδὲ εἰς πολλοὺς αὐτὸν ἐκφαίνειν, γένοιτ’ ἂν ἔκδηλος ἀπό τε τοῦ τὰς ἐν ὄρεσι διατριβὰς καὶ τὰς ἀναχωρήσεις διώκειν καὶ φεύγειν τὰς κατὰ πόλεις τῶν πολλῶν ἐπιβλαβεῖς ὁμιλίας.

εἰ μήτε τοιγαροῦν δόξης μήτε χρημάτων μήτε ἡδονῆς ἕνεκεν ἐπιβέβλητο τῇ διδασκαλίᾳ, τίς ἔτι χώρα περιλείπεται ὑπονοίας τοῦ πλάνον αὐτὸν καὶ γόητα νομίζειν; σκέψαι δὲ καὶ ταῦτα πάλιν· γόης, ὅταν ἑτέροις τὰ τῆς κακίας μεταδιδῶ, ὁποίους ἄνδρας κατασκευάζει· ἆρ’ οὐχὶ γόητας καὶ πλάνους καὶ φαρμακέας αὐτῷ κατὰ πάντα παραπλησίους; τίς οὖν ἤδη πώποτε τὸ πᾶν Χριστιανῶν γένος ἐκ τῆς ἐκείνου διδασκαλίας γοητεῦον ἢ φαρμακεῦον κατείληφεν;

ἀλλ’ οὐκ ἔστιν εἰπεῖν, ἔμπαλιν δὲ λόγους φιλοσόφους μετιὸν, ὡς ἀποδέδεικται. ὁ δὴ οὖν ἑτέροις σεμνοῦ καὶ σώφρονος βίου εὐσεβείας τε τῆς [*](6 Matth. 19, 12.)

v.3.p.191
ἀνωτάτω παραίτιος γεγενημένος τίς ἂν ἐνδίκως νομι- σθείη ἢ φιλοσόφων ὁ πρώτιστος καὶ εὐσεβῶν ἀνδρῶν διδάσκαλος; καὶ γὰρ ἂν εἴη βελτίων δή που πᾶς ὁ διδάσκων τῶν μαθητευομένων ’ φιλόσοφος ἄρα καὶ ἀληθῶς εὐσεβὴς, πολλοῦ δεῖ πλάνος καὶ γόης, ὁμο- λογοῖτ ἂν ὁ σωτὴρ καὶ κύριος ἡμῶν.

εἰ δὴ οὖν τοιόσδε τις ἦν, πῶς ἂν ἄλλως ἐπεχείρει ταῖς θαυμα- τουργίαις ἢ θείᾳ καὶ ἀπορρήτῳ δυνάμει καὶ τῇ ἀνω- τατῶ περὶ τοῦ τῶν ὅλων θεοῦ εὐσεβείᾳ ^ ὃν οἶα πα- τέρα τιμῶν καὶ σέβων τὰ μάλιστα ἀποδείκνυται ἐκ τῶν περὶ αὐτοῦ λόγων; ἐπὶ τοσοῦτον δὲ ἄρα οἴ τε ἀρχῆθεν αὐτῷ προσεσχηκότες μαθηταὶ αὐτοῦ καὶ οἱ μετὰ ταῦτα τῆς ἐκείνων διατριβῆς διάδοχοι, πορρω- πορρωτάτω καθεστήκεσαν φαύλης καὶ πονηρὰς ὑπονοίας, ὡς μηδὲ τοῖς νοσηλευομένοις ἐπ’ ἴτ’ ῥ’ ἐπ’ ἑ ἱν,^ οἷα πολλοὶ πολλὰ δρᾶν ἐπιχειροῦσιν ^ ἢ πετάλων ἐπιγραφαῖς καὶ περιάμμασι χρῆσθαι ^ ἢ τοῖς κατεπᾴδειν ἐπαγγελλο- μένοις προσέχειν τὸν νοῦν, ἢ ῥιζῶν καὶ βοτανῶν θυ- μιάμασι καί τισιν ἄλλοις τοιουτοτρόποις ἀκέσεις τῶν παθῶν ἑαυτοῖς πορίζειν.

ταῦτα γοῦν πάντα τῆς Χριστοῦ διδασκαλίας ἐξελήλαται ^ οὐδ’ ἔστιν πώποτε Χριστιανὸν περιάμματι χρώμενον θεάσασθαι, οὐδ’ ἐπιλαλιαῖς, ἢ πετάλων τινῶν περιέργων ἐπιγραφαῖς, οὐδ’ ἄλλοις, ὧν τὴν χρῆσιν ἀδιάφορον οἱ πολλοὶ νε- νομίκασι.

τίς οὑν αἱρεῖ λόγος τοὺς τοιοῦδεδιδα- σγ̣άλου γόητος καὶ πλάνου μαθητὰς γεγονέναι νομί- νομίζειν ; καὶ μὴν παντὸς ἐπαγγελλομένου τι μέγας ἔλεγχος ἡ τῶν φοιτητῶν συνουσία.

ἄνδρες γοῦν ἔντεχνοι καὶ ἐπιστήμονες πάντως που τὸν αἴτιον αὐτοῖς τῆς ἐπιστήμης πολὺ κρείττονα σφόν αὐτῶν ἀποφαίνου- σιν, ὥσπερ οὖν ἰατρικοὶ μὲν τῆς τοῦ διδασκάλου περὶ τὸ μάθημα κατορθώσεως εἶεν ἂν μάρτυρες, γεωμε-

v.3.p.192
τρικοὶ δὲ τὸν ἄρχοντα τίνα ἄλλον ἢ γεωμέτρην ἐπιγράψονται καὶ ἀριθμητικοὶ τὸν ἀριθμητικόν; κατὰ τὰ αὐτὰ δὲ καὶ γόητος ἀνδρὸς μέγιστοι ἂν εἶεν μάρτυρες οἱ φοιτηταὶ, τὰ ὅμοιά που τῷ διδασκάλῳ καὶ αὐτοὶ μετιόντες.

ἀλλὰ οὐδείς πω τοσούτων ἐτῶν γόης πέφανται τοῦ Ἰησοῦ μαθητὴς, καίτοι διὰ βασάνων πείρας τῶν κατὰ χρόνους ἡγεμόνων τε καὶ βασιλέων ἀκριβῆ τῶν καθ’ ἡμᾶς πραγμάτων τὴν ἐξέτασιν πεποιημένων.

οὕτως δὲ ἄρα οὐδεὶς ἣν γόης, ὡς ἐλεύθερον ἀφεῖσθαι καὶ παντὸς ἐκτὸς κινδύνου τὸν αὐτὸ μόνον τὸ θῦσαι πρὸς αὐτῶν βεβιασμένον. εἰ δὲ οὐδεὶς πώποτε τῶν καθ’ ἡμᾶς οὔτε τῶν παλαιῶν ἐκείνων τοῦ Ἰησοῦ μαθητῶν γοητείας ἥλω, οὐδὲ ὁ διδάσκαλος ἦν ἄρα τοιοῦτος. ἔνα δὲ μὴ ἐξ ἀγράφων ὁ λόγος ἡμῖν ὁδεύοι, δέχου τὰς ἀποδείξεις καὶ ἀπὸ ἱστορίας ἐγγράφου.

οἱ δὴ πρῶτοι τοῦ Ἰησοῦ μαθηταὶ ἐν τῇ βίβλῳ τῶν ἰδίων Πραξέων ἱστοροῦνται τοὺς ἐξ ἐθνῶν τῇ διδασκαλίᾳαὐτῶν προσιόντας** ὥστε πολλοὺς τῶν πρότερον περὶ γοητείαν διαβεβλημένων εἰς τοσοῦτον μεταβαλεῖν τὸν ἑαυτῶν τρόπον ὡς εἰς μέσον ἀγαγεῖν τολμῆσαι τὰς ἀπηγορευμένας βίβλους, καὶ ταύτας ἐνώπιον πάντων πυρὶ παραδοῦναι.

ἐπάκουσον δὲ ὅπως ἡ γραφὴ περιέχει ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνεισενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.”

Τοιοῦτοι δή τινες οἱ τοῦ σωτῆρος ἡμῶν μαθη- ταὶ τοσαύτην δύναμιν προφέροντες λόγων ἐν ταῖς πρὸς τοὺς ἀκροωμένους ὁμιλίαις, ὡς καθικνεῖσθαι [*](23 Act. 19, 19.)

v.3.p.193
τοῦ βάθους τῆς ψυχῆς αὐτῶν, καθάπτεσθαί τε καὶ τιτρώσκειν τὸ ἑκάστου συνειδὸς, ὡς μηκέτι στέγειν ἀποκρύπτοντας, εἰς φανερὸν δὲ ἄγειν τὰ ἀπόρρητα, ἐλέγχους τε αὐτοὺς ἑαυτῶν καὶ τῆς προτέρας αὐτῶν μοχθηρίας ἀπεργάζεσθαι.

τοιοῦτοι δὲ καὶ οἶ πρὸς αὐτῶν μαθητευόμενοι καθαροὶ καὶ γνήσιοι τὰς διαθέσεις, ὡς μηδὲν ὕπουλον ἐν αὐτοῖς λανθάνειν, ἐνσεμνύνεσθαι δὲ καὶ παρρησιάζεσθαι ἐπὶ τῇ τῶν κρειττόνων ἀπὸ τῶν χειρόνων μεταβολῇ.

οἱ δὴ οὖν πυρὶ παραδόντες τὰς μαγικὰς βίβλους καὶ παντελῆ φθορὰν αὐτῶν ψηφισάμενοι πῶς οὐκ ἂν εἶεν πρόδηλοι τοῖς πᾶσιν ὅτι μηδεμίαν ἔχοιεν τοῦ λοιποῦ περὶ γοητείαν σπουδὴν, καθαροὶ δὲ ἐξ ἐκείνου πάσης τῆς περὶ τούτου ὑπονοίας ἐτύγχανον ; ὅτε τοίνυν οἶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν πεφήνασι γεγονότες τοιοῦτοι, πῶς οὐ πολὺ πρότερον ὁ διδάσκαλος;

εἰ δὲ ὅλως ἀπὸ τῶν γνωρίμων τὸν προστάτην ὁποῖός τις ἦν βούλει διαγιγνώσκειν, ἔχεις τοῦ Ἰησοῦ τῶν λόγων μαθητὰς εἰσέτι νῦν μυρίους, ὧν πλεῖστα μὲν ἀνδρῶν τυγχάνει πλήθη παραταξαμένων μὲν πρὸς τὰς φυσικὰς τοῦ σώματος ἡδονὰς, ἄτρωτον δὲ καὶ τὴν διάνοιαν παντὸς αἰσχροῦ πάθους φυλαξάντων, οἱ καὶ τὸν πάντα βίον ἐν ἐγκρατείᾳ καταγηράσαντες τῆς ἐκ τῶν λόγων αὐτοῦ τροφῆς λαμπρὰ τεκμήρια παρεστήσαντο.