Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταῦτα μὲν οὖν ὁ Πέτρος εἰκότως παρασιωπᾶσθαι ἠξίου· διὸ καὶ Μάρκος αὐτὰ παρέλιπεν, τὰ δὲ κατὰ τὴν ἄρνησιν αὐτοῦ εἰς πάντας ἐκήρυξεν ἀνθρώπους, ἐπεὶ καὶ ἔκλαυσεν ἐπ’ αὐτῇ πικρῶς.

εὕροις δ’ οὖν τὸν Μάρκον ἱστοροῦντα περὶ αὐτοῦ τάδε “καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῆ̣ ἔρχεται πρὸς αὐτὸν μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, καὶ ἰδοῦσα αὐτὸν θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, καὶ σὺ μετὰ Ἰησοῦ τοῦ Ναζωραίου ἦς. ὁ δὲ ἠρνήσατο λέγων, οὔτε οἶδα οὔτε ἐπίσταμαι τί σὺ λέγεις. [*](2 Matth. 16, 15. 19 Marc. 8, 29. 29. Marc. 14, 66.)

v.3.p.184
καὶ ἐξῆλθεν εἰς τὴν ἔξω πρόαυλιν, καὶ ἀλέκτωρ ἐφώνησεν. πάλιν δὲ ἰδοῦσα αὐτὸν ἡ παιδίσκη ἤρξατο λέγειν τοῖς παρεστῶσιν, οὗτος ἐξ αὐτῶν ἐστιν.

ὁ δὲ πάλιν ἠρνήσατο. καὶ μετὰ μικρὸν πάλιν παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ· ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν λέγετε· καὶ εὐθέως ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν.

Μάρκος μὲν ταῦτα γράφει, Πέτρος δὲ ταῦτα περὶ ἑαυτοῦ μαρτυρεῖ· πάντα γὰρ τὰ παρὰ Μάρκῳ τῶν Πέτρου διαλέξεων εἶναι λέγεται ἀπομνημονεύματα. οἱ δὴ οὖν τὰ μὲν δόξαντα αὐτοῖς ἀγαθὴν φέρειν φήμην παραιτούμενοι, τὰς δὲ καθ’ ἑαυτῶν διαβολὰς εἰς ἄληστον αἰῶνα καταγράφοντες, καὶ τῶν πλημμεληθέντων αὐτοῖς τὰς κατηγορίας, ἃς οὐκ ἄν τις ἔγνω τῶν μετὰ ταῦτα εἰ μὴ διὰ τῆς αὐτῶν ἔμαθεν φωνῆς, καθ’ ἑαυτῶν στηλιτεύοντες, πῶς οὐ φιλαυτίας μὲν ἀπάσης καὶ ψευδολογίας ἐκτὸς γεγονέναι ἐνδίκως ἂν ὁμολογοῖντο, φιλαλήθους δὲ διαθέσεως σαφῆ καὶ ἐναργῆ τεκμήρια παρεσχηκίναι;

οἱ δέ γε τοὺς τοιούσδε πεπλάσθαι καὶ κατεψεῦσθαι νομίζοντες, καὶ οἶα πλάνοις βλασφημεῖν πειρώμενοι, πῶς οὐκ ἂν γένοιντο καταγέλαστοι, φίλοι μὲν φθόνου καὶ βασκανίας, ἐχθροὶ δὲ αὐτῆς ἀληθείας ἁλισκόμενοι, οἵ γε τοὺς οὕτως ἀπανούργους καὶ ἄπλαστον ὡς ἀληθῶς καὶ ἀκέραιον ἦθος διὰ τῶν οἰκείων λόγων ἐπιδεδειγμένους, πανούργους τινὰς καὶ δεινοὺς ὑποτίθενται σοφιστὰς, ὡς τὰ μὴ ὄντα πλασαμένους, καὶ τῷ οἰκείῳ διδασκάλῳ τὰ μὴ πρὸς αὐτοῦ πραχθέντα κεχαρισμένως ἀναθέντας; ὡς εὖ μοι δοκεῖ εἰρῆσθαι, πάντα χρὴ πιστεύειν τοῖς τοῦ Ἰησοῦ μαθηταῖς, ἢ μή· καὶ εἰ μόνοις τούτοις τοῖς

v.3.p.185
ἀνδράσιν ἀπιστητέον, καὶ τοῖς πᾶσιν, οἵτινες ποτ’ ἄρα παρ’ Ἕλλησιν ἢ παρὰ βαρβάροις βίους καὶ λόγους καὶ ἀπομνημονεύματα τῶν κατὰ χρόνους ἐπί τισιν ἀγαθοῖς κατορθώμασι βοηθέντων συνεγράψαντο· ἢ τοῖς μὲν ἄλλοις πιστεύειν εὔλογον, μόνοις δὲ τούτοις ἀπιστεῖν.

καὶ πῶς οὐκ ἐμφανὴς ὁ φθόνος; τί δέ; οἶ καταψευδόμενοι τοῦ διδασκάλου, καὶ τὰ μὴ γεγονότα τῇ αὐτῶν παραδιδόντες γραφῇ, ἆρα καὶ τὰ πάθη κατεψεύσαντο αὐτοῦ; τὴν ἑνὸς λεγω μαθητοῦ προδοσίαν, καὶ τὴν τῶν συκοφαντῶν κατηγορίαν, χλεύας τε καὶ διασυρμοὺς δικαστῶν, τάς τε ὕβρεις καὶ τὰς πληγὰς τὰς κατὰ προσώπου, μάστιγάς τε κατὰ νώτου, καὶ τὸν ἐξ ἀκανθῶν στέφανον ἐπ’ ἀτιμίᾳ περιτιθέμενον αὐτῷ, φοινικοῦν τε χιτῶνα ἐν χλαμύδος σχήματι περιβληθέντα, καὶ τέλος αὐτὸν αὐτὸ τὸ τοῦ σταυροῦ τρόπαιον ἐπικομίζοντα, ἐν τούτῳ τε πηγνύμενον καὶ χεῖρας καὶ πόδας καταπειρόμενον, ὄξει τε ποτιζόμενον, καὶ παιόμενον κατὰ κόρρης καλάμῳ, καὶ πρὸς τῶν ὁρώντων ὀνειδιζόμενοςν;

ἀλλὰ γὰρ καὶ ταῦτα, καὶ ὅσα τούτοις συμφέρεται ὅμοια, πεπλάσθαι χρὴ πρὸς τῶν αὐτοῦ μαθητῶν, ἢ ἐν τούτοις μὲν χρὴ πιστεύειν αὐτοῖς ὡς ἀληθεστάτοις, ἐν δὲ τοῖς ἐπιδόξοις καὶ σεμνοτέροις ἀπιστεῖν.

καὶ πόθεν τὸ περὶ αὐτοὺς ἐναντίον δόγμα συστήσεται; τὸ γὰρ ἀληθεύειν τοὺς αὐτοὺς φάναι καὶ ἐν τῷ αὐτῷ ψεύδεσθαι οὐδέν ἐστιν ἢ τἀναντία κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγειν.

τίς οὖν ὁ τούτων ἔλεγχος; εἰ γὰρ δὴ πλάττεσθαι αὐτοῖς σκοπὸς ἦν, καὶ λόγοις ψευδέσι τὸν διδάσκαλον κοσμεῖν, οὐκ ἄν ποτε αὐτοῖς τὰ προειρημένα κατέγραφον, οὐδ’ ἂν ἐδήλουν τοῖς μετὰ ταῦτα ἀνθρώποις, ὅτι δὴ ἐλυπεῖτο καὶ ἠδημόνει

v.3.p.186
καὶ τετάρακτο τὴν ψυχὴν, ὅτι αὐτοὶ αὐτὸν ἀπολιπόντες ᾤχοντο, ἢ ὅτι ὁ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς αὐτοῦ Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο. ταῦτα γὰρ κἂν ἄλλων λεγόντων χρῆν δήπουθεν ἀρνεῖσθαι τοὺς οὐδὲν ἄλλο ἢ χαρίζεσθαι τὰ σεμνότερα τῷ διδασκάλῳ προτεθειμένους.

εἰ δὲ φιλαλήθεις ἐν τοῖς περὶ αὐτοῦ σκυθρωποῖς διηγή- μασι φαίνονται, πολὺ μᾶλλον ἐν τοῖς ἐνδοξοτέροις εἶεν ἂν τοιοῦτοι. τοὺς γὰρ ἅπαξ ψεύδεσθαι προελομένους τὰ λυπηρὰ χρῆν μᾶλλον ἐκφυγεῖν ἤτοι διὰ σιωπῆς, ἢ διὰ τῆς περὶ αὐτῶν ἀρνήσεως, μὴ ἄλλως τῶν ὀψιγόνων ἐλέγξαι δυναμένων τὰ σεσιγημένα.

διὰ τί γὰρ μὴ ἐψεύσαντο, καὶ ἔφησαν ὅτι Ἰούδας μὲν ὁ προδοὺς αὐτὸν φιλήματι, τολμήσας τὸ σύμβολον ἐνδείξασθαι τῆς προδοσίας, ἀπολιθωθείη αὐτίκα, ὁ δὲ ῥαπίσαι αὐτὸν τολμήσας ξηρὸς παραχρῆμα γένοιτο τὴν δεξιὰν, ὁ δ’ ἀρχιερεὺς Καïάφας, ὡς ἂν συντρέχων τοῖς κατ’ αὐτοῦ συκοφάνταις, πηρωθείη τὰς ὄψεις;

διὰ τί δὲ μὴ ἐψεύσαντο πάντες, ὅτι μηδὲν σκυθρωπὸν ἀληθῶς περὶ αὐτὸν γέγονεν, ἀλλ’ ὁ μὲν ἀφανὴς ἢν καταγελάσας αύτῶν τοῦ δικαστηρίου, οἱ δὲ ἐπιβουλεύοντες, ὑπὸ φαντασίας θεηλάτου πλανώμενοι, ἐνεργεῖν κατ’ αὐτοῦ μὴ παρόντος ἐδόκουν; τί δ’ ἄρα; οὐκ ἦν σεμνότερον τοῦ πλάττεσθαι ὅτι τῶν τοιῶνδε ποιητὴς ἔργων παραδόξων γέγονεν, τὸ γράφειν ὅτι μηδὲν μὲν ἀνθρώπινον μηδὲ θνητὸν περὶ αὐτὸν συνέβη, ἐνθέῳ δὲ δυνάμει τὰ πάντα καταστησάμενος τὴν εἰς οὐρανοὺς ἐπάνοδον μετὰ θειοτέρας δόξης ἐποιήσατο; οὐ γὰρ δὴ τούτοις ἀπιστεῖν ἔμελλον οἱ ταῖς ἄλλαις αὐτῶν διηγήσεσι πεπιστευκότες.

οἱ

v.3.p.187
δὴ οὖν μηδὲν τῆς ἀληθείας ἐν τοῖς ἀπεμφαίνουσι καὶ σκυθρωποῖς παραχαράξαντες πῶς οὐκ ἂν εἶεν ἄξιοι καὶ ἐν τοῖς λοιποῖς, οἶς ἐμαρτύρησαν αὐτῷ τὰ παράδοξα, φαύλης ἐκτὸς ὑπονοίας καθεστάναι ; αὐ- τάρκης μὲν οὖν καὶ ἡ τῶνδε τυγχάνει περὶ τοῦ σω- σωτῆρος ἡμῶν μαρτυρία. οὐδὲν δὲ οἷον ἐκ περιουσίας καὶ τῷ ἐξ Ἑβραίων Ἰωσήπῳ μάρτυρι χρήσασθαι, ὃς ἐν τῷ ὀκτωκαιδεγͅάτῳ τῆς ἸουδαΙ·κής Ἀρχαιολογίας τὰ κατὰ τοὺς Πιλάτου χρόνους ἱστορῶν μέμνηται τοῦ σωτῆρος ἡμῶν ἐν τούτοις

“ Γίνεται δὲ κατ’ ἐκεῖνον τὸν χρόνονἸησοῦς, σοφὸς ἀνὴρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή. ἦν γὰρ παραδόξων ἔργων ποιητὴς, διδάσκαλος ἀνθρώπων τἀληθῆ σεβομένων. καὶ πολλοὺς μὲν τοῦ Ἰουδαικοῦ, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν· καὶ αὐτὸν ἐνδείξει τῶν παρ’ ἡμῖν ὰρχόν- τῶν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες.

ἐφάνη γὰρ αὐτοῖς τρίτην ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ εἰρηκότων. ὅθεν εἰσέτι νῦν ἀπὸ τοῦδε τῶν Χριστιανῶν οὐκ ἐπέλιπε τὸ φῦλον.”

Εἰ τοίνυν καὶ κατὰ τὸν ἱστορικὸν μαρτυρεῖ- μαρτυρεῖταί οὐ μόνον τοὺς δώδεκα ἀποστόλους οὐδὲ τοὺς ἑβ- δομήκοντα μαθητὰς ἐξῳκειωμένος, ἀλλὰ πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ τοῦ Ἑλληνικοῦ προσαγό- προσαγόμενος, δῆλος ἂν εἴη περιττόν τι κεκτημένος παρὰ τοὺς λοιποὺς ἀνθρώπους.

πῶς γὰρ ἂν ἄλλως προσήγετο τοῦ ἸουδαΙ·κοῦ καὶ τοῦ Ἑλληνικοῦ πλείους, εἰ μή τισι θαυμαστοῖς καὶ παραδόξοις ἔργοις καὶ ξενι- ζούσῃ κέχρητο διδασκαλίᾳ; μαρτυρεῖ δὲ καὶ ἡ τῶν Πραξέων τῶν ἀποστόλων γραφὴ, ὅτι πολλαὶ μυριά-

v.3.p.188
’δες ἦσαν Ἰουδαίων ἀνδρῶν πεπεισμένων αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ὑπὸ τῶν προφητῶν κατηγγελμένον. καὶ ἡ ἱστορία δὲ κατέχει ὡς καὶ μεγίστη τις ἦν ἐκκλησία Χριστοῦ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ Ἰουδαίων συγκροτουμένη μέχρι τῶν χρόνων τῆς κατ’ Ἀδριανὸν πολιορκίας.

λέγονται γοῦν οἱ πρῶτοι κατὰ διαδοχὴν προστάντες αὐτόθι ἐπίσκοποι Ἰουδαῖοι γεγονέναι, ὧν καὶ τὰ ὀνόματα εἰσέτι νῦν παρὰ τοῖς ἐγχωρίοις μνημονεύεται· ὡς καὶ ἐκ τούτων λελύσθαι πᾶσαν τὴν κατὰ τῶν μαθητῶν αὐτοῦ διαβολὴν, ὅτε καὶ πρὸς αὐτῶν καὶ δίχα τῆς αὐτῶν μαρτυρίας μυρία ὁμολογεῖται πλήθη Ἰουδαίων τε καὶ Ἑλλήνων αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ δι’ ὧν ἐπετέλει παραδόξων ἔργων ὑφ’ ἑαυτὸν πεποιημένος.

Ἀλλὰ τούτων ἡμῖν ἐπὶ τοσοῦτον εἰρημένων πρὸς τὸ πρῶτον τῶν ἀπίστων τάγμα, φέρε καὶ πρὸς τὸ δεύτερον στῖφος ἐνστῶμεν. τοῦτο δὲ ἦν τὸ τῶν συνομολογούντων μἐν τὸν Ἰησοῦν τὰ παράδοξα πεποιηκέναι, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων, οἶα θαυματουργὸν ἢ φαρμακέα τινα, θαυμαστῶσαι τοὺς παρόντας.