Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὐ πᾶσι γὰρ ἐφεῖται τὸ μακρόβιον τοῦ Χριστοῦ σπέρμα συνιδεῖν ἢ μόνοις τοῖς ἐξομο- [*](19 Es. 53, 10.)

v.3.p.154
λογησαμένοις καὶ τὰ δῶρα τὰ ὑπὲρ ἁμαρτιῶν προσάγουσι τῷ θεῷ. μόνων γὰρ τούτων ἡ ψυχὴ ὄψεται σπέρμα μακρόβιον τὸ τοῦ Χριστοῦ, ἤτοι τὴν αἰώνιον ζωὴν αὐτοῦ, τὴν μετὰ τὸν θάνατον, ἢ τὸν καθ’ ὅλης τῆς οἰκουμένης ἐπισπαρέντα αὐτοῦ λόγον μακρόβιον ἐσόμενον καὶ εἰς τὸ ἀεὶ διαρκέσοντα.

πάλιν ἀνώτερον εἰπὼν καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, νῦν μετὰ τὴν σφαγὴν καὶ τὸν θάνατον αὐτοῦ, φησὶν ‟καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ δεῖξαι αὐτῷ φῶς.” ἐπεὶ τοίνυν βεβούλευται κύριος ὁ τῶν ὅλων θεὸς καθαρίσαι αὐτὸν τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς, πάντως που βουληθεὶς πράξειεν ἂν ὃ ἐβουλήθη.

οὐδὲν γάρ ἐστιν ὃ μὴ γίνεται ὧν βούλεται· ἐβουλήθη δὲ αὐτὸν καὶ δεῖξαι αὐτῷ φῶς. ἐποίησεν ἄρα ταῦτα, καὶ καθαρίσας αὐτὸν ἔδειξεν αὐτῷ φῶς. καὶ ἐπεὶ ἐβουλήθη, καὶ βουληθεὶς ἀφεῖλε τὸν πόνον τῆς ψυχῆς αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ φῶς, εἰκότως ὁ προφήτης ἐπισυνάπτει λέγων ‟διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦκα.”

Ἔναθα λοιπὸν ἤδη καὶ τῆς κληρονομίας τοὐ Χριστοῦ μέμνηται τῷ δευτέρῳ συμφώνως ψαλμῷ, δι’ οὗ περὶ τῆς ἐπιβουλῆς τῆς κατ’ αὐτοῦ συσκευασθείσης ὀνομαστὶ θεσπίσας ὁ λόγος ἐν τῷ ‟παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ,’ ἑξῆς ἐπιλέγει κύριος εἶπε πρός με, υἱός μου εἷ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.”

[*](19 Es. 53, 12. 24 Ps. 2, 2.)
v.3.p.155

Ταῦτα δ’ οὖν τὰ ἔθνη καὶ ὁ προφήτης ἠνίξατο εἰπὼν ‟διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς” καὶ ἐπιλέγει καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα.” τῶν γὰρ δυνάμεων τῶν ἀντικειμένων, αἱ πάλαι τῶν ἐθνῶν ἦρχον, τὰς ὑποχειρίους ῥυσάμενος ψυχὰς, οἷα δὴ τινα σκῦλα τοῖς οἰκείοις διένειμεν μαθηταῖς

διό φησιν ὁ Ἡσαΐας περὶ αὐτῶν ‟καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὃν τρόπον οἶ διαιρούμενοι σκῦλα.’ καὶ ὁ ψαλμῳδὸς ‟κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου σκῦλα.”

Εἰκότως τοιγαροῦν καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ φησιν ‟διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς. καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα.” διὰ ποῖον δὲ τοῦτο πάλιν ἑξῆς διδάσκει φήσας ‟ἀνθ᾿ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.”

ἀντὶ τούτων γὰρ ἀμειβόμενος αὐτὸν ὁ πατὴρ τῆς ὑπακοῆς καὶ τῆς ὑπομονῆς ἕνεκα δεδώρηται αὐτῷ τὰ ἐγκείμενα· γέγονε γὰρ ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου· νάτου· διὸ καὶ κληρονομήσειν πολλοὺς, καὶ οὐ πρότερον, ἀλλὰ μετὰ τὸ παραδοθῆναι εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις λογισθῆναι, θεσπίζεται. διὰ ταῦτα γὰρ εἴρηται κληρονομήσειν πολλοὺς καὶ τῶν ἰσχυρῶν μερίσειν τὰ σκῦλα.

ἡγοῦμαι δὲ ἀναμφιλόγως τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ προφητευομένου διὰ τούτων παρίστασθαι. πῶς γὰρ [*](30 ἄλλως ἐπινοῆσαι δυνατὸν ὡς πρόβατον ἐπὶ σφαγὴν 7. Es, 9, 3. 9 Ps. 67, 11.)

v.3.p.156
ἀχθέντα, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ Ἰουδαίων λαοῦ θανάτῳ παραδοθέντα, καὶ μετὰ ἀνόμων λογισθέντα ταφῇ τε παραδοθέντα, εἶτα καθαριζόμενον ὑπὸ τοῦ κυρίου, καὶ φῶς παρ’ αὐτῷ ὀψόμενον, καὶ κληρονομοῦντα πολλοὺς, καὶ σκῦλα τοῖς οἰκείοις διανέμοντα; καὶ ἄλλως δὲ περὶ τῆς μετὰ τὸν θάνατον ἀναβιώσεως αὐτοῦ λέγει που προφητεύων ἐκ προσώπου τοῦ Χριστοῦ ὁ Δαβὶδ “ οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.”

καὶ πάλιν “κύριε, ἀνήγαγες ἐξ Ἅιδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.” καὶ πάλιν “ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου.”

Τούτοις δὲ πᾶσιν ἀντιβλέψαι δύνασθαι οὐδὲ τοὺς σφόδρα ἀγνωμονεστάτους ἡγοῦμαι. πλὴν ἀλλὰ τῆς Ἠσαίου προφητείας τὸ συμπέρασμα τὴν πάλαι στεῖραν καὶ ἔρημον θεοῦ ψυχὴν, ἢ καὶ μᾶλλον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, εὐαγγελίζεται ἀκολούθως τῇ θεωρίᾳ τῶν εἰρημένων.

ἐπειδὴ γὰρ τὰ πάντα δι’ αὐτὴν ὁ Χριστὸς ὑπέμεινεν, εἰκότως μετὰ τὰς περὶ αὐτοῦ προρρήσεις ἐπιφέρει λέγων “εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. εἶπεν γὰρ κύριος, πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τὰς δέρρεις τῶν αὐλαιῶν σου πῆξον, μὴ φείσῃ· πλάτυνον τὰ σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει.”

[*](8 Ps. 16, 10. 10 Ps. 30, 3. 12 Ps. 9 22 Es. 54, 1.)
v.3.p.157

Ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καθ’ ὅλης τῆς οἰκουμένης ἐξηπλωμένην καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παρατείνουσαν ὁ λόγος εὐαγγελίζεται, σαφέστατα τοῦτο παριστὰς διὰ τοῦ “καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει.”

πλείονος δὲ ἐξεργασίας δεομένων τῶν κατὰ τὸν τόπον, ἀρκούντως ἐπὶ τοῦ παρόντος ταὐθ’ ἡμῖν ἐπιτετμήσθω· πλεῖστα δ’ ἂν καὶ αὐτὸς ἐπὶ σχολῆς ἀναλέξασθαι δύναιο περὶ τοῦ προκειμένου, καὶ ἡ παροῦσα δὲ πραγματεία τῆς Εὐαγγελικῆς Ἀποδείξεως κατὰ καιρὸν ἕκαστα παραδώσεταί τε καὶ ἑρμηνεύσει.

τέως δὲ ἐπὶ τοῦ παρόντος τῆς τῶν προφητῶν περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προρρήσεως τε καὶ προγνώσεως, καὶ ὡς πᾶσιν ἀνθρώποις εὐηγγελίζετο, ἱκανῶς ἔχει τὰ εἰρημένα, προαναφωνοῦντα προφήτου τινὸς ἄφιξιν, καὶ εὐσέβειαν νομοθέτου Μωσεῖ παραπλησίου, γένος τε αὐτοῦ καὶ φυλὴν καὶ τόπον ὅθεν προελεύσεται, χρόνον τε καθ’ ὃν ἥξειν προφητεύεται, καὶ γένεσιν, καὶ καὶ ἀναβίωσιν, καὶ ἀρχὴν τὴν κατὰ πάντων ἐθνῶν, ἃ δὴ πάντα παρέστη,

καὶ ἔτι μᾶλλον διὰ τῶν ἑξῆς παραστήσεται ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν συμπεπερασμένα.

ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν ἱερῶν λογίων τοῖς πιστεύουσιν αὐτοῖς παρατέθειται· τοῖς δ’ ἀπειθοῦσι ταῖς προφητικαῖς γραφαῖς ἰδίως ἀπαντήσομεν, ὡς περὶ ἀνδρὸς κοινοῦ καὶ τοῖς λοιποῖς παραπλησίου τέως τὴν ἐξέτασιν ποιούμενοι, ἵνα, ὁπόταν πάντων τῶν ἐξ αἰῶνος βοηθέντων ἐν ἀνθρώποις πολὺ κρείττων ἀσυγκρίτῳ ὑπεροχῇ καὶ διαφέρων ἀναφανῇ, τὸ τηνικάδε καὶ αὐτοῦ φύσεως κατὰ καιρὸν διαλάβωμεν, ἐξ ἐναργῶν τῶν ἀποδείξεων παριστῶντες ὡς οὐκ ἀνθρωπείας

v.3.p.158
ἄρα ἦν φύσεως ἡ περὶ αὐτὸν δύναμις· οἶς ἀκολούθως καὶ τὰ τῆς κατ’ αὐτὸν θεολογίας, ὡς οἶόν τέ ἐστιν ἡμῖν ἐποπτεῦσαι, ποιησόμεθα. ἐπεὶ τοίνυν τῶν ἀπίστων οἱ πλείους γόητα καὶ πλάνον ἀποκαλοῦντες καὶ μυρίαις ἄλλαις κακηγορίαις βλασφημοῦντες αὐτὸν οὔπω καὶ νῦν παύονται, φέρε καὶ πρὸς τούτους ἀποκρινώμεθα οἴκοθεν, μὲν οὐδὲν, ἐξ αὐτῶν δὲ τῶν αὐτοῦ φωνῶν καὶ ἧς παρέδωκε διδασκαλίας τὰς παραθέσεις ποιούμενοι.