Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ μετ’ ὀλίγα “καὶ ἐβόησε Μώσης πρὸς κύριον, λέγων, ὁ θεὸς δέομαι ἴασαι ἀυτὴν.”

Ὡσαύτως δὲ καὶ μείζονι δυνάμει ἐξουσίας ὁ Χριστὸς τοῦ θεοῦ προσελθόντος αὐτῷ λεπροῦ, καὶ φήσαντος “ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· ὑπεκρίνατο· θέλω, καθαρίσθητι. καὶ ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.” πάλιν Μώσης δακτύλῳ θεοῦ ἔφησε τὸν νόμον γεγράφθαι. γέγραπται δ’ οὖν “καὶ ἔδωκε τῷ Μωσεῖ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει Σινὰ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ.

Καὶ ἐν τῇ Ἐξόδῳ “εἷπον οὖν οἶ ἐπαοιδοὶ τῷ Φαραῷ, δάκτυλος θεοῦ ἐστιν τοῦτο.” ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοῖς Φαρισαίοις ἔλεγεν “εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια.”

Ἐφ᾿ ὅλοις τούτοις Μωσῆς μετωνόμασε τὸν Ναυὴν Ἰησοῦν, ὡσαύτως δὲ καὶ ὁ σωτὴρ, τὸν Σί- [*](7 Matth. 17, 2. 12 Num. 12, 10. 17 Matth. 8, 2. 20 Exod. 31, 18. 24 Exod. 8, 19. 27 Matth. 12, 27.)

v.3.p.145
μώνα Πέτρον. καὶ πάλιν, Μώσης κατέστησε τῷ λαῷ ἡγουμένους ἑβδομήκοντα. λέγει δ’ οὖν ἡ γραφὴ “συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραὴλ, καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ ἐπιθήσω ἐπ’ αὐτούς· καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας.”

25, Ὡσαύτως δὲ καὶ ὁ σωτὴρ ἀνέδειξεν αὐτοῦ μαθητὰς ἑβδομήκοντα, καὶ ἀπέστειλεν ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ. καὶ πάλιν Μώσης δώδεκα ἄνδρας ἐξέπεμψε τὴν γῆν κατασκεψομένους· ὡσαύτως δὲ καὶ πολὺ κρεῖττον ὁ ἡμέτερος σωτὴρ δώδεκα ἀποστόλους ἐξαπέστειλεν ἐπισκέψασθαι πάντα τὰ ἔθνη. πάλιν Μώσης νομοθετεῖ λέγων “οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις.”

Ὁ δὲ σωτὴρ ἡμῶν ἐπιτείνων τὸν νόμον οὐ τὸ φονεύειν μόνον, ἀλλὰ καὶ τὸ θυμοῦσθαι ἀπαγορεύει· ἀντὶ τοῦ μὴ μοιχεύειν μηδ’ ἐμβλέπειν γυναικὶ μετὰ ἐπιθυμίας ἀκολάστου παραινεῖ, ἀντί τε τοὐ μὴ κλέπτειν τὰ οἰκεῖα τοῖς ἐνδεέσι προΐεσθαι προστάιτει. ὑπερβὰς δὲ καὶ τὸ ἐπιορκεῖν τὴν ἀρχὴν μηδὲ ὀμνύναι νομοθετεῖ.

καί τι με δεῖ μηκύνειν τὸν λόγον εἰς ἀπόδειξιν τοῦ τὰ παραπλήσια καὶ ἐγγὺς ἀλλήλων πεποιηκέναι Μωσέα καὶ Ἰησοῦν τὸν σωτῆρα καὶ κύριον ἡμῶν, παρὸν, ὅτῳ φίλον, ἐπὶ σχολῆς ἀναλέξασθαι ταῦτα; ἐπεὶ καὶ τὸν θάνατον Μώσεως μηδένα δένα φασὶν ἐγνωκέναι, μηδὲ τὴν ταφὴν αὐτοῦ, ὥσπερ οὖν οὐδὲ τοῦ σωτῆρος ἡμῶν τὴν μετὰ τὴν ἀναβίωσιν εἰς τὴν θεότητα μεταβολήν.

εἰ δὴ οὖν διὰ τῶν τοσούτων οὐδεὶς μὲν ἄλλος, μόνος δὲ ὁ σωτὴρ ἡμῶν παρέστη τὰ παραπλήσια Μωσεῖ [*](3 Num. 11, 16. 7 Luc. 10, 1. 13 Deut. 5, 17.)

v.3.p.146
πραγμένος, θέα λοιπὸν ἐπὶ μόνον αὐτὸν καὶ οὐδ’ ἐφ’ ἕτερον ἀναφέρειν χρὴ τὴν παρὰ Μωσεῖ προφητείαν, δι’ ἧς ὅμοιον αὐτῷ παραστήσειν ὁ θεὸς ἐθέσπισεν εἰπὼν “προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς, ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷv στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς, καθὰ ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅ σὰ ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.”

Αὐτός τε Μώσης πρὸς τὸν λαὸν τὴν τοῦ θεοῦ διερμηνεύων φωνὴν ἔφησεν ‟ προφήτην ἀδελφῶν ὑμῶν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.”

Ὅτι δὲ τῶν μετὰ Μωσέα προφητῶν οὐδεις πρὸ τοῦ σωτῆρος ἡμῶν ὅμοιος ἐγήγερται Μωσεῖ σαφῶς ἡ παλαιὰ γραφὴ διδάσκει λέγουσα ‟καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ, ὡς Μώσης, ὃν ἔγνω κύριος πρόσωπον κατὰ πρόσωπον ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασι.”

Δέδεικται τοίνυν τὸ ἔνθεον πνεῦμα διὰ Μώσεως περὶ τοῦ σωτῆρος ἡμῶν θεσπίσαν, εἰ δὴ μόνος αὐτὸς καὶ οὐδ’ ἄλλος ὅμοιος τῷ Μωσεῖ γεγονὼς ταῖς αὐτοῦ Μώσεως φωναῖς ἀκολούθως συνέστη. σκέψαι δὲ καὶ ἄλλην προφητείαν ἀνάγραπτον.

ἐπειδὴ γὰρ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἄνθρωπον κατὰ σάρκα γενόμενον ἐκ σπέρματος Ἰσραὴλ μυρία πλήθη ἐν πᾶσι τοῖς ἔθνεσι κυριολογεῖ, τῆς ἐνθέου δυνάμεως αὐτοῦ χάριν κύριον ὁμολογοῦντα, καὶ τοῦτο πάλιν Μώσης συνιδὼν τῷ θείῳ πνεύματι διὰ τῆς [*](4 Deut. 18, 18. 17 Deut. 34. 10.)

v.3.p.147
αὐτοῦ γραφῆς τοῦτον ἀνεφώνησε τὸν τρόπον ‟ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ.” λέγει δὲ τοῦ Ἰσραὴλ· ‟καὶ κυριεύσει ἐθνῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ.”

Εἰ δὴ μηδεὶς ἄλλος πώποτε τῶν ἐκ περιτομῆς ἀρχόντων καὶ βασιλέων κύριος ἐθνῶν πολλῶν κατέστη, οὐδεμία γὰρ ἱστορία δηλοῖ τοῦτο) βοᾷ δὲ καὶ κέκραγεν ἡ ἀλήθεια ἐπὶ μόνου τοῦ σωτῆρος ἡμῶν, ὅτι δὴ κύριον αὐτὸν καὶ οὐκ αὐτὸ μόνον τοῖς χείλεσι, διαθέσει δὲ γνησιωτάτῃ μυρία πλήθη ἐξ ἀπάντων τῶν ἐθνῶν ὁμολογεῖ, τί δή ποτε ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἷναι φάσκειν τὸν προφητευόμενον; ὅτι δὲ Μώσης ταῦτα οὐκ ἀπεριορίστως προλέγει, οὐδ’ εἰς ἄπειρον καὶ ἀπερίμετρον χρόνον ἐπισκιάζων τὴν πρόρρησιν, εὖ μάλα δὲ ἀκριβῶς τὴν τῶν προφητευομένων ἔκβασιν χρόνοις ὡρισμένοις περιγράφων, ἄκουε οἶα καὶ περὶ τούτου θεσπίζει ‟οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.”

Δί’ ὧν οὐ διαλείψειν ἑξῆς καὶ κατὰ διαδοχὴν ἡγουμένους καὶ ἄρχοντας ἐκ τοῦ Ἰουδαίων ἔθνους μέχρι τῆς τοῦ προσδοκωμένου παρουσίας ἀποφαίνεται, διαλιπόντων δὲ τῶν παρ’ αὐτοῖς ἀρχόντων παρέσεσθαι τὸν προφητευόμενον.

Ἰούδαν δὲ νῦν οὐ τὴν φυλὴν ὀνομάζει, ἀλλ’ ἐπεὶ κατά τινα προσωνυμίαν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπὸ βασιλικῆς φυλῆς τῆς Ἰούδα τὸ πᾶν Ἰουδαίων ἔθνος ἐχρημάτιζεν ὡς καὶ εἰς σήμερον Ἰουδαίους ὀνομάζεσθαι, σφόδρα θαυμαστῶς καὶ προφητικῶς τὸ πὰν ἔθνος [*](1 Num. 24, 7. 17 Gen. 49, 10.)

v.3.p.148
Ἰουδαίων ὠνόμασεν, ὥσπερ οὖν καὶ ἡμεῖς Ἰουδαίους προσαγορεύομεν.

εἶτά φησι μὴ πρότερον ἐκλείψειν ἐκ τοῦ ἔθνους αὐτῶν ἄρχοντας καὶ ἡγουμένους ἢ παρεῖναι τὸν προφητευόμενον· τούτου δὲ ἐπιστάντος καταλυθήσεσθαι μὲν αὐτίκα τὴν Ἰουδαίων ἀρχὴν, αὐτὸν δὲ οὐκ ἔτι Ἰουδαίων, ἐθνῶν δὲ ἔσεσθαι προσδοκίαν. καὶ τοῦτο δὲ ἐπὶ μὲν τῶν προφητῶν οὐκ ἂν δύναιο ἐφαρμόζειν, ἐπὶ δὲ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν.

ἅμα τε γὰρ αὐτὸς εἰς ἀνθρώπους παρῆν καὶ τὸ Ἰουδαίων καθῄρητο βασίλειον· ἐκλελοίπει δὲ παραχρῆμα ὁ ἐκ προγόνων διαδοχῆς ἄρχων αὐτῶν καὶ ὁ κατὰ νόμους τοὺς οἰκείους ἡγούμενος, Αὐγούστου τότε πρώτου Ῥωμαίων μοναρχήσαντος, Ἡρώδου τε ἐξ ἀλλοφύλων ἐθνῶν βασιλέως αὐτῶν καταστάντος.

καὶ οἷ μὲν ἐκλελοίπεσαν, ὁ δὲ προσδοκία τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν κατὰ τὴν θείαν πρόρρησιν ἀναπέφανται, ὡς καὶ εἰσέτι νῦν πάντας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότας τῆς κατὰ θεὸν αὐτῶν προσδοκίας τὴν ἐλπίδα ἐπ’ αὐτῷ τίθεσθαι.

Καὶ Μώσης μὲν τοσαῦτα, καὶ τὰ τούτων ἕτερα πλείω περὶ τοῦ Χριστοῦ πρὸς πάντας ἡμᾶς εὐαγγελίζεται· ἀδελφὰ δὲ αὐτῷ καὶ Ἡσαΐας ἀφωρισμένως περί τινος ἑνὸς ἐκ σπέρματος καὶ διαδοχῆς Δαβὶδ τοῦ βασιλέως ἀναστησόμενον ταῦτα προλέγει ‟ ἐξελεύσεται ‟ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, ἐκ τῆς ῥίζης αὐτοῦ ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως· ” καὶ τὰ λοιπά.

εἶθ’ ὑποβὰς ἑξῆς προφητικῷ τρόπῳ τὴν τῶν ἀλλοφύλων ἐθνῶν βαρβάρων τε καὶ [*](26 Es. 11, 1.)

v.3.p.149
Ἑλλήνων τῶν τε ἀγριωτάτων καὶ θηριωδεστάτων ἀνθρώπων τὴν ἐπὶ τὸ πρᾶον καὶ ἥμερον διὰ τῆς Χριστοῦ διδασκαλίας γενησομένην μεταβολὴν θεσπίζει. λέγει δ’ οὖν καὶ συναναπαύσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα

καὶ τὰ τούτοις παραπλήσια, ἃ καὶ παρὰ πόδας διασαφῶν ἑρμηνεύει φήσας καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.”