Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πρῶτος προφητῶν Μώσης ἕτερον προφήτην ὅμοιον αὑτῷ ἀναστήσεσθαι εὐαγγελίζεται. ἐπειδὴ γὰρ ἡ κατ’ αὐτὸν νομοθεσία μόνῳ τῷ Ἰουδαίων προσῆκεν ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς Ἰουδαίας γῆς ἢ ἀμφὶ ταύτην, οὐχὶ δὲ καὶ τῷ πορρωτάτω τῆς ἀλλοδαπῆς διατρίβοντι, συνῶπται διὰ τῶν πρόσθεν ἡμῖν γεγυμνασμένων, χρῆν δὲ δήπου τὸν μὴ μόνον Ἰουδαίων θεὸν, ἀλλὰ καὶ ἐθνῶν, καὶ τὰ πᾶσι τοῖς ἔθνεσι λυσιτελῆ πρὸς τὴν αὐτοῦ γνῶσίν τε καὶ εὐσέβειαν παρασχεῖν τῷ βίῳ, εἰκότως προφήτην ἕτερον κατ’ οὐδὲν ἀποδέοντα τῆς κατ’ αὐτὸν οἰκονομίας ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀναστήσειν διὰ χρησμοῦ θεσπίζει, τοῦτον εἰρηκότος αὐτοῦ τοῦ θεοῦ τὸν τρόπον

“προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ’ ὅ τι ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.”

Τὰ ὅμοια δὲ καὶ αὐτὸς ὁ Μώσης πρὸς τὸν λαὸν διερμηνεύων τὸ τοῦ θεοῦ λόγιόν φησιν “προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ ἀναστήσει κύ- [*](21 Deut. 18, 18. 30 Deut. 18, 15.)

v.3.p.140
ριος ὁ θεός σου, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.”

Ἆρ᾿ οὖν οἱ μετὰ Μωσέα προφῆται, Ἡσαΐας, φέρε, ἢ Ἱερεμίας, ἢ Ἰεζεκιὴλ, ἢ Δανιὴλ, ἤ τις ἕτερος ἰῶν δώδεκα, Μωσεῖ κατέστη παραπλήσιος νομοθέτης; οὐδαμῶς. ἀλλὰ τὰ ὅμοιά τις ἐκείνων Μωσεῖ διαπέπρακται ; οὐκ ἔστιν εἰπεῖν. ἕκαστος γοῦν αὐτῶν ἀπὸ πρώτου καὶ εἰς τὸν τελευταῖον ἐπὶ Μωσέα τοὺς ἀκροωμένους ἀνέπεμπον, καὶ τόν γε κατὰ τοῦ λαοῦ ἔλεγχον διὰ τὰς παραβάσεις τοῦ Μώσεως ἐποιοῦντο νόμου, προύτρεπόν τε οὐδὲν ἄλλο ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐξέχεσθαι.

οὐδένα γοῦν τούτων ὅμοιον· Μώσης δὲ περὶ ἑνὸς ὡρισμένως ἀναφωνεῖ. τίνα τοίνυν ὁ χρησμὸς θεσπίζει Μωσεῖ παραπλήσιον ἔσεσθαι προφήτην ἢ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; ὅπως δὲ τοῦτ’ εἴρηται διασκέψασθαι ἀναγκαῖον.

Μώσης πρῶτος ἡγήσατο τοῦ Ἰουδαίων ἔθνους· εὑρών τε αὐτοὺς τῇ κατὰ Αἰγυποτίους πολυθέῳ πλάνῃ προσέχοντας πρῶτος μὲν ταύτης ἀπέστρεψεν, ἀπαραιτήτοις τιμωρίαις ἀπαγορεύσας εἰδωλολατρεῖν· πρῶτος δὲ αὐτοῖς καὶ τὴν περὶ μοναρχίας θεολογίαν κατήγγειλεν, τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ποιητὴν μόνον παραγγείλας σέβειν· πρῶτος δὲ καὶ ἀγωγήν τινα θεοσεβοῦς βίου τοῖς αὐτοῖς διαταξάμενος νομοθέτης αὐτοῖς εὐσεβοῦς πολιτείας πρῶτος καὶ μόνος ἀποδέδεικται· ἀλλὰ καὶ Ἰησοῦς ὁ Χριστὸς Μωσεῖ παραπλησίως καὶ πολὺ κρειττόνως πρῶτος τῆς κατ’ εὐσέβειαν διδασκαλίας τοῖς λοιποῖς ἔθνεσι καθηγήσατο, καὶ πρῶτος ἀνατροπὴν τῆς καθ’ ὅλην τὴν οἰκουμένην εἰδωλολατρίας εἰργάσατο· πρῶτός τε τὴν ἑνὸς τοῦ παμβασιλέως θεοῦ

v.3.p.141
γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις προυβάλετο, καινοῦ τε βίου καὶ πολιτείας θεοσεβέσι προσηκούσης πρῶτος εἰσαγωγεὺς καὶ νομοθέτης ἀποδέδεικται.

καὶ τὰ λοιπὰ δὲ τὰ περὶ κόσμου γενέσεως, καὶ τὰ περὶ ψυχῆς ἀθανασίας, καὶ ὅσα ἄλλα φιλόσοφα δόγματα, πρῶτος Μώσης τῷ Ἰουδαίων παρέδωκεν ἔθνει, ταῦτα θεοπρεπέστερον πρῶτος τοῖς λοιποῖς ἔθνεσιν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν αὐτοῦ μαθητῶν κατήγγειλεν· ὥστε Μωσέα μὲν εἰκότως πρῶτον καὶ μόνον εὐσεβείας νομοθέτην ἀνηγορεῦσθαι Ἰουδαίων, Ιησοῦν δὲ τὸν Χριστὸν τῶν ἐθνῶν ἁπάντων, κατὰ τὴν φήσασαν περὶ αὐτοῦ προφητείαν “κατάστησον, κύριε, νομοθέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.”