Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τὸ τοίνυν λεῖμμα κατ’ ἐκλογὴν χάριτος, καὶ τὸ λεγόμενον ἐν τῇ προφητείᾳ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, τὸ σημεῖον τοῦ κυρίου πᾶσι τοῖς ἔθνεσιν ἀνεκήρυξεν, καὶ τὰς τοιάσδε ψυχὰς τῶν ἐθνῶν ἐξ ἀπωλείας ἐπὶ τὴν τοῦ κυρίου γνῶσιν ἐφελκυσάμενον ἔνα λαὸν συνῆξε τῷ θεῷ, τὸν ἐκ τῶν τεσσάρων πτερύγων γῶν τῆς γῆς εἰσέτι νῦν τῇ τοῦ Χριστοῦ δυνάμει συγκροτούμενον.

οὗτοι δὲ αὐτοὶ οἶ ἀπὸ τῶν ἀπολωλότων τοῦ Ἰουδαίων ἔθνους διασωθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, ἐκ διαφόρων φυλῶν τυγχάνοντες, μιᾶς κλήσεως καὶ μιᾶς χάριτος καὶ ἑνὸς πνεύματος ἁγίου κατηξιωμένοι, πάντα ζῆλον ὃν πάλαι πρὸς αὐτοὺς εἶχον αἱ τοῦ Ἑβραίων ἔθνους φυλαὶ ἀπορρίψουσιν, ὡς ἡ προφητεία φησίν.

κατηρτισμένοι γοῦν τῷ αὐτῷ νοὶ· καὶ τῇ αὐτῇ γνώμῃ, οὐ μόνον τὴν ἤπειρον, ἀλλὰ καὶ τὰς νήσους διῆλθον [*](15 Rom. 11, 5.)

v.3.p.122
τόν ἐθνῶν, πάσας πανταχόθεν τὰς τῶν ἀνθρώπων ψυχὰς προνομεύοντες καὶ αἰχμαλωτεύοντες εἰς τὴν ὺποταγὴν τοῦ Χριστοῦ, ἀκολούθως τῷ χρησμῷ τῷ φήσαντι “καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν.”

Καὶ τὰ λοιπὰ δὲ τῆς προφητείας τούτοις ἀναλόγως ἐπιθεωρήσεις, ἑκάστην λέξιν παρὰ σαυτῷ βασανίσας, καὶ πᾶν μὲν τὸ ἀσύστατον καὶ ταπεινὸν αὐτῆς διακρουσάμενος, τὴν δὲ διάνοιαν τοῦ πνεύμα- τος, ὡς ἂν αὐτό σοι τὸ πνεῦμα τοῦ θεοῦ θεωρεῖν ὑποβάλῃ, νοήσας. ἡμῖν γὰρ ὁ καιρὸς οὐκ ἐπιτρέπει τοῖς τόποις ἐπὶ πλέον ἐνδιατρίβειν, τὴν προκειμένην ὑπόθεσιν ἐξανύσαι κατεπειγομένοις.

“Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τἀς ἁμαρτίας αὐτῶν, καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω, καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον 5 καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ.”

καὶ ἑξῆς ἐπι- λέγει λέγει “καὶ ἔσονται οἱ καταλελειμμένοι καταλελειμμίνοι φεῦγον, καὶ ὡς πρόβατον πλανώμενον.”

Καὶ διὰ τούτων τὸ σπάνιον τῶν σωθησομένων ἐν τῷ καιρῷ τῆς τῶν ἀσεβῶν ἀπωλείας σαφέστατα ὁ λόγος παρίστησιν, ὥστε μὴ χώραν ἔχειν ὑπονοεῖν ἀδιακρίτως πάντας ἁπαξαπλῶς τοὺς ἐκ περιτομῆς καὶ πᾶν τὸ Ἰουδαίων ἔθνος τῶν τοῦ θεοῦ τεύξεσθαι ἐπαγγελιῶν.

“Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακὼβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθή- [*](15 Es. 13, 11. 29 Es. 17, 4.)

v.3.p.123
σονται. καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα σταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυας ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη· ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρου ἤ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ. τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἷ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, καὶ οὐ μὴ πεποιτῶν ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν.”

Καὶ διὰ τούτων ἐναργῶς θεσπίζεται ἡ δόξα τοὐ Ἰσραὴλ, καὶ πάντα τὰ πίονα αὐτῶν καθαιρεθή- σεσθαι, ὀλίγοι δὲ αὖθις καὶ ἀριθμῷ ληπτοὶ ὡς ἂν ἐλαίας ἐν φυτῷ ῥῶγες βραχεῖς καταλ ειφθ ήσεσθαι καταλειφθήσεσθαι οὗτοι δ’ ἂν εἶεν οἱ ἐξ αὐτῶν εἰς τὸν κύριον ἡμῶν πεπιστευκότες. ἀκολούθως δὲ μετὰ τὰ περὶ ἐκείνων εἰρημένα περὶ παντὸς ἀνθρώπων γένους ἀποστραφησομένου τὴν κατὰ τὰ εἴδωλα πλάνην, ἐπιγνωσομένου δὲ τὸν θεὸν Ἰσραὴλ, προφητεύεται.

“ἀκούσατε νῆσοι, ἐγκαταλελειμμένοι καὶ ἐδυ- νώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου Σαβαὼθ, ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.”

Ὄρα τίνα τρόπον καὶ ἐνταῦθα οὐ πάντας τοὺς ἐκ περιτομῆς ἐπὶ τὴν τῶν ἀπορρήτων ἀκρόασιν παρακαλεῖ, ἀλλ’ ἢ μόνους οὓς ὀνομάζει καταλελειμμένους καὶ ὀδυνωμένους, οἶοι ἦσαν οἶ κατὰ τὸν ἀπόστολον στενάζοντες καὶ ἀποκλαόμενοι τὴν κακίαν τοῦ τῶν ἀνθρώπων βίου.

[*](22 Es. 21, 10.)
v.3.p.124

‟Ἐπένθησαν οἶ ὑψηλοὶ τῆς γῆς, ἡ δὲ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν. διὰ τοῦ πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς, καὶ κα- ταλειφθήσονται ἄνθρωποι ὀλίγοι.”

Καὶ ἐν τούτοις τοὺς παραβεβηκότας τὸν νόμον καὶ τὴν τοῦ θεοῦ διαθήκην τοῦ ἐκ περιτομῆς λαοῦ ἀπελέγξας, ἀπειλήσας τε αὐτοῖς τὰ ἀναγεγραμμένα, καταλειφθήσεσθαι ἀνθρώπους ἐξ αὐτῶν ὀλίγους προφητεύει. εἶεν δ’ ἂν οὗτοι τὸ ὠνομασμένον παρὰ τῷ ἀποστόλῳ λεῖμμα κατ’ ἐκλογὴν χάριτος.

‟'Καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἴκοι οἶ ἐγκαταλελειμμένοι ἀπολοῦνται. ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν, ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρύγητός, οὔτοι φωνη̣ φωνησουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου.”

Καὶ ἐνταῦθα οἶ καταλειφθέντες μόνοι εὐφρανθήσεσθαι λέγονται, τῶν λοιπῶν ἁπάντων τοῖς θεσπιζομένοις παραδοθησομένων.

“Καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἶ μισθωτοὶ τοῦ Ἐφραΐμ. καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ’ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ, ὡς πρόδρομος σύκου· ὁ ἰδὼν αὐτὸ, πρὶν ἢ εἰς τὴν χεῖρα λαβεῖν αὐτὸ, θελήσει αὐτὸ κατα- πιεῖν. πιεῖν. τῇ ἡμέρᾳ ἐκείνῃ κύριος ἔσται ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ αὐτοῦ· καταλειφθήσονται γὰρ ἐν πνεύματι κρίσεως.”

[*](1 Es. 24, 4. 10 Rom. 11, 5. 11 Es. 24, 12. 21 Es. 28, 3.)
v.3.p.125

Καὶ ἐνταῦθα τῷ καταλειφθέντι τοῦ λαοῦ, οὐχὶ δὲ παντὶ τῷ ἔθνει αὐτῶν, ἀλλὰ μόνοις τοῖς διὰ τοῦ καταλείμματος σημαινομένοις, τὸν κύριον στέφανον ἔσεσθαι ἐλπίδος καὶ δόξης προφητεύει, τοὺς ἄλλους παρὰ τὸ κατάλειμμα τοὐ λαοῦ στέφανον ὕβρεως καὶ μισθωτοὺς τοῦ Ἐφραῒμ ὁνομάζων.

Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω, ὅτι ἐξ Ἰερουσαλὴμ ἔσοντ’ αἰ οἶ καταλελειμμένοι καὶ οἱ σωζόμενοι ἐξ ὅρους Σιῶν. ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.”

Τοὺς κατ’ ἐκλογὴν χάριτος καταλειφθέντας ἐκ τοῦ Ἰουδαίων ἔθνους φυήσειν ῥίζαν κάτω καὶ ποιήσειν σπέρμα ἄνω προφητεύει, σαφέστατα τὴν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν ἐκλογὴν παριστάς. οὗτοι γὰρ ἀπὸ τῶν ἐκ περιτομῆς καταλειφθέντες κάτω μὲν εἰς γῆν τὰς ῥίζας τῆς διδασκαλίας δασκαλίας αὐτῶν κατέβαλλον, ὡς ἐμπαγῆναι καὶ ῥι- ζῶσαι καθ᾿ ὅλης τῆς οἰκουμένης τὴν διδαχὴν αὐτῶν, ἄνω δὲ τὸ σπέρμα καὶ τὸν καρπὸν φέρεσθαι εἰς τὰς ἐπουρανίους ἐπαγγελίας παρεκελεύσαντο.

οἶ δ’ αὐτοὶ οὗτοι ἐκ τοῦ Ἰουδαίων ἔθνους καταλελειμμένοι, τῶν λοιπῶν ἀπολλυμένων, μόνοι σωζόμενοι λέγονται. ταῦτα δὲ πάντα ὁ ζῆλος κυρίου ἐποίησεν εἰς γὰρ τὸ παραζηλῶσαι τοὺς ἀσεβεῖς τῶν ἐκ περιτομῆς ἐκλεξάμενος ὁ ζῆλος κυρίου τούτους παρεζήλωσεν ἐκείνους, κατὰ τὸ παρὰ Μωσεῖ λεγόμενον αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, καγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.”

[*](7 Es. 37, 31. 28 Deut. 32, 21.)
v.3.p.126

“Οὕτως λέγει κύριος· ὃν τρόπον εὑρήσεται ὁ ῥὼξ ἐν τῷ βότρνϊ, καὶ ἐροῦσιν, μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία κυρίου ἐστὶν ἐν οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι. τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου.

καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. καὶ ἔσται ἐν τῷ δρυμῷ ἔπαυλις ποιμνίων, καὶ φάραγξ Αχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἱ ἐζήτησάν με. ὑμὲ ἴς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὅρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν, καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, ἐγὼ παραδώσω ὑμὰς εἰς μάχαιραν.