Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
διαρρήδην γοῦν ἀπόπτωσιν καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν ἔσεσθαι τὰ παρ’ αὐτοῖς λόγια προαγορεύει, ὡς μηκέτι ἴσους ἡμᾶς αὐτοῖς, ἀλλὰ καὶ κρείττους [*](11 Es. 55, 3.)
v.3.p.87
αὐτῶν ἐκ περιουσίας ἀναφαίνεσθαι. καὶ νῦν δὲ χρή- σομαι ψιλαῖς ταῖς τῶν προφητῶν παραθέσεσι δίχα πάσης τῆς εἰς αὐτὰς θεωρίας, διά τε τὸ σαφὲς αὐτῶν καὶ διὰ τὸ μέλλειν ἐπὶ σχολῆς πληρεστάτην αὐτῶν ποιήσασθαι τὴν ἐξέτασιν.Δήλωσις ἀρνήσεως τοῦ Ἰουδαίων ἔθνους, καὶ τῆς ἀντ’ αὐτῶν εἰσποιήσεως τῶν ἐθνῶν.