Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ιβ΄. ψαλμοῦ β΄.

Δήλωσις ἐπιβουλῆς τοῦ Χριστοῦ καὶ αὐτὸς υἱὸς ἀναγορευόμε- νος θεοῦ, κλῆρόν τε τὰ ἔθνη παρὰ τοῦ πατρὸς λαμβάνων.

“ Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ κυρίου καὶ κατὰ χριστοῦ αὐτοῦ, καὶ τὰ ἐξῆς· οἶς ἐπιλέγει “ κύριος εἶπεν πρός με, υἱός μου εἷ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.

αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.

  • ιγ΄. ψαλμοῦ
  • Δήλωσις Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν καὶ πασῶν τῶν φυλῶν τῆς γῆς εὐλογία.

    “ Ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου.” καὶ τὰ ἑξῆς, οἷς ἐπιλέγει καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἴως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἴως περάτων τῆς οἰκουμἐνης.” καὶ αὖθις “ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.

    καὶ πάλιν “ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. καὶ ἐπὶ τέλει [*](23. Ps. 71, 1.)

    v.3.p.82
    τοῦ ψαλμοῦ “ καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο, γένοιτο.”

  • ιδ΄. ψαλμοῦ ΑΒΒΡΕΝζ΄.
  • Δήλωσις ᾄσματος καινοῦ, καὶ βραχίονος θεοῦ, καὶ τοῦ σωτηρίου αὐτοῦ πάσι τοῖς ἔθνεσι φανέρωσις· σωτήριον δὲ τὸ τοῦ υἱοῦ ὄνομα Ἑβραίων δηλοῦται φωνῇ.

    Αισατε τῷ κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ κύριος. ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκά- λυψεν τὴν δικαιοσύνην αὐτοῦ. ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, ἀλαλάξετε τῷ κυρίῳ πᾶσα ἡ γῆ.”

    καὶ ἐπιλέγει “ σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἶ κατοικοῦντες ἐν αὐτῇ. ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτὸ, τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν, κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.”

  • ἰέ. ᾿Απὸ τῆς
  • Ὡς μετὰ τὴν ἔκλειψιν τῆς βασιλείας τῶν Ἰουδαίων, αὐτὸς ὁ Χριστὸς ἐπίστα ’ς, ἠ’ τῶν ἐθνῶν γενήσεται προσδοκία.

    “ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.”

    [*](9 Ps. 97, 1. 28 Gen. 49, 10.)
    v.3.p.83
  • ἰέ. ᾿Απὸ τοῦ
  • Δήλωσις ἐπιψανείας χριστοῦ, καὶ καθαιρέσεως εἰδωλολατρίας, καὶ τῶν ἐθνῶν εἰς θέον εὐσεβείας.

    “ Ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν, πᾶσαι αἶ νῆσοι τῶν ἐθνῶν.”

  • ἵζ’ . ᾿Απὸ τοῦ
  • Δήλωσις ἡμέρας ἀναστάσεως Χριστοῦ, καὶ ἐθνῶν συναγωγὴ, πάντων τε ἀνθρώπων ἐπίγνωσις θεοῦ, καὶ τρόπος εἶς εὐσεβείας, καὶ ὡς Αἰθίοπες θυσίας αὐτῷ προσοίσουσιν.

    “ Διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεως μου εἰς μαρτύριον. διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς τὴν ὀργήν μου, πᾶσαν ὀργὴν θυμοῦ μου. διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ, ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἴνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι.”

  • ἴη. ᾿Απὸ τοῦ
  • Δήλωσις Χριστοῦ παρουσίας, καὶ πολλῶν ἐθνῶν ἐπ’ αὐτὸν καταφυγὴ καὶ ὡς ἔσονται τῷ κυρίῳ ἐξ ἐθνῶν συστησόμενοι λαοί.

    “ Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιῶν, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν. καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ [*](4 Soph. 2, 11. 12 Soph. .3, 8. 26 Zach. 2, 10.)

    v.3.p.84
    γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέστειλέ με πρός σε.’

  • ἴθ’. Ἀπὸ τοῦ Ἡσαΐου.
  • Δήλωσις γενέσεως Χριστοῦ ἐκ ῥίζης Ἰεσσαὶ προελευσομένου καὶ κλῆσις δι’ αὐτοῦ πάντων τῶν ἐθνῶν.

    “ Ἐξελεύσεται ἐκ ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, καὶ τὰ ἑξῆς, οἷς ἐπιλέγει ‘καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.”

  • κ’ . Ἀπὸ τοῦ αὐτοῦ.
  • Δήλωσις Χριστοῦ παρουσίας καὶ τῇς δι’ αὐτοῦ γενομένης εἰς πάντα τὰ ἔθνη εὐεργεσίας.

    Ἴδου, ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. οὐ κεκράξει, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντεθραυσμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν, ἀναλάμψει, καὶ οὐ θραυσυήσεται ἕως θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

    καὶ ἑξῆς ἐπιλέ- γει “ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ἐγὼ κύριος ὁ θεὸς, τοῦτό μου ἐστιν ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλύ- [*](6 Es. 11, 1. 9 Es. 11, 12 Es. 42, 1)

    v.3.p.85
    πτοῖς. τὰ ἀπ’ ἀρχῆς, ἰδοὺ, ἥκασιν, καινὰ ἃ νῦν ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.”

  • κά. ᾿Απὸ τοῦ
  • Δήλωσις Χριστοῦ καὶ γενέσεως καὶ κλήσεως ἐθνῶν.

    “ ’Aκούσατέ μου νῆσοι καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με.”

    καὶ ἐπιλέγει ‟ ἰδοὺ ‟ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, εἶναί σε εἰς σωτηρίαν ἴως ἐσχάτου τῆς γῆς.”

  • κβ΄. ᾿Απὸ τοῦ
  • Χριστοῦ παρουσίας δήλωσις καὶ κλήσεως ἐθνῶν.

    ‟Οὕτω ‟ Οὕτω λέγει κύριος ὁ ῥυσάμενός σε Ισραὴλ, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ,” καὶ τὰ ἑξῆς·

    οἶς ἐπιλέγει ‟καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κλη- ρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν, οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων [*](6 Es. 49, 1. 12 Es. 49, 6. 23 Es. 49, 7.)

    v.3.p.86
    οὐδὲ ἥλιος, ἀλλ’ ὁ ἐλεῶν παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτοὺς, καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.

    ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ. ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν κύριος τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.”

  • κγ΄. Τοῦ αὐτοῦ.
  • Δήλωσις Χριστοῦ καὶ κλῆσις ἐθνῶν,

    “Προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθή σατε ταῖς ὁδοῖς μου, ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἱ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται, ἕνεκα κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου σοῦ Ἰσραὴλ, ὅτι ἐδόξασέν σε.”

    Καὶ διὰ τούτων οὖν μεμαθηκότες ὡς ἡ τοῦ Χριστοῦ παρουσία οὐ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι σωτήριος ἔσεσθαι προηυτρεπίζετο, φέρε καὶ τὸ τρίτον ἀποδείξωμεν, ὅπως κατὰ τοὺς τῆς ἐπιφανείας αὐτοῦ χρόνους οὐ μόνον τὰ χρηστότερα τοῖς ἔθνεσι προεφητεύετο, ἀλλὰ καὶ τοῖς ἐκ περιτομῆς τὰ ἐναντία.