Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μετὰ τὰς ἀποδεδομένας προρρήσεις περὶ τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ προκηρυττομένου θεοῦ καλεῖ δὴ καιρὸς καὶ τὰ περὶ τὴν ἀπαλλαγὴν τοῦ ἐξ ἀνθρώπων αὐτοῦ βίου διεξελθεῖν, συνιδεῖν τε αὖθις οἷα συμβήσεσθαι περὶ αὐτὸν ἄνωθεν ἐκ τόν προφητικῶν ἐθεσπίζετο χρόνων.

πρῶτα δὲ διελεύσομαι τὰ περὶ τῶν τὸν θάνατον αὐτῷ συσκευωρησαμένων, μέρος οὐ μικρὸν τυγχάνοντα τῆς προκειμένης προτάσεως. πρὸ δέ γε τοῦ λόγου τὰ πολλάκις ἡμῖν εἰρημένα περὶ τῆς κατ’ αὐτὸν οἰκονομίας τηρητέον ὅτι δὴ τὰ μὲν κατὰ τὴν θεότητα αὐτοῦ, τὰ δὲ κατὰ τὴν ἐνανθρώπησιν ἐπινοεῖται.

πῆ μὲν γὰρ εἰσάγεται λόγος ὢν θεοῦ καὶ θεοῦ δύναμις καὶ θεοῦ σοφία,

v.3.p.621
μεγάλης τε βουλῆς ἄγγελος, μέγας τε καὶ αἰώνιος ἀρχιερεὺς ὑπὲρ τῆς τῶν γεννητῶν ἁπάντων οὐσιώσεώς τε καὶ σωτηρίας ἱερωμένος, καὶ ἱλεούμενος τὸν πατέρα· πή δὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον · τοῦτο δὲ ἦν τὸ ἀνθρώπειον σκῆνος, ὃ δίκην ἀμνοῦ καὶ προβάτου ἐκ τῆς ἡμετέρας ἀγέλης οἷά τις ἀρχιερεὺς ἀναλαβὼν καὶ τὴν ἀπαρχὴν τοῦ τῶν ἀνθρώπων γένους καλλιερησάμενος προσηγάγετο τῷ πατρὶ, δι’ οὗ καὶ τῇ τῶν ἀνθρώπων ὡμίλησε φύσει, οὐκ ἄλλως δυναμένῃ δυναμένῃ καὶ δυνάμεως ἀσωμάτου καὶ νοερᾶς ἐπηκόῳ γενέσθαι, οὐδέ τι μεῖζον σαρκῶν καὶ σωμάτων δι’ ὀφθαλμῶν σαρκὸς ἐπινοῆσαι.

ὅσα τοίνυν ἐπὶ τὸ ταπεινότερον δόξειεν ἐν τοῖς προκειμένοις περὶ αὐτοῦ λέγεσθαι, ταῦτα τὸν ἀμνὸν ὁρᾶν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ τὸ σκῆνος τὸ ἀνθρώπειον ὑποβάλλει νοεῖν. ἀμνὸς μὲν γὰρ ἦν αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου κατὰ τὸν βαπτιστὴν Ἰωάννην τὸν λέγοντα ‟ ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀμνὸς δὲ ἦν καὶ ὁ ἐπὶ σφαγὴν ἀγόμενος κατὰ τὸ παρὰ τῷ Ἠσαίᾳ λόγιον φάσκον ‟ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος.

περὶ τοῦ αὐτοῦ δὲ ὡς περὶ ἀμνοῦ ἐλέγετο καὶ τὸ ‘‘ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. ἔδει γὰρ τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ὑπὸ τοῦ μεγάλου ἀρχιερέως ἀναληφθέντα ὑπὲρ τῶν λοιπῶν συγγενῶν ἀμνῶν καὶ ὑπὲρ πάσης τῆς ἀνθρωπίνης ἀγέλης, θυσίαν τῷ θεῶ προσαχθῆναι.

ἐπειδὴ γὰρ δι’ ἀν- [*](19 Jo. 1, 29. 22 Es. 53, 7. 25 Es. 53, 8. 29 1 Cor. 15, 21. Rom. 5, 18.)

v.3.p.622
θρώπου ὁ θάνατος καὶ δι’ ἀνθρώπου ἡ ἀνάστασις ἡ ἐκ νεκρῶν” φησὶν ὁ ἀπόστολος‘‘ καὶ ὥσπερ δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτω καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.”

ἔνθεν καὶ αὐτὸς τοὺς μὲν ἑαυτοῦ μαθητὰς ζωὴν καὶ φῶς καὶ ἀλήθειαν ἑαυτὸν εἶναι καὶ τὰς λοιπὰς ἐπινοίας τῆς κατ’ αὐτὸν θεολογίας ἐπαίδευε, τοῖς δὲ ἀμυήτοις τῶν κατ’ αὐτὸν ἀπορρήτων ἔλεγε τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; ” ὥσπερ οὖν τὰ τῆς θεολογίας ἰδιώματα ἐν τοῖς ἔμπροσθεν ἀποδέδοται, τὸν ὅμοιον δὴ τρόπον κἀνταῦθα τοῦ ἀμνοῦ τὰ ἀνθρωποπαθῆ παραστήσεται, τῶν πρὸ τοῦ πάθους αὐτοῦ μέσον ὄντων, ὁμοῦ τε ἄμφω τά τε κατὰ τὸν θεὸν καὶ τὰ κατὰ τὸν ἄνθρωπον αὐτοῦ περιειληθότων.

τούτων χρησίμως ἡμῖν προτετηρημένων, ἤδη καὶ τῶν λογίων αὐτῶν ἐφαψώμεθα, περὶ τῆς Ἰούδα τοῦ προδότου καὶ τῶν σὺν αὐτῷ κατὰ τοῦ Χριστοῦ γενομένης συσκευῆς, περί τε τῶν ἀμφὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συμβεβηκότων.