Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἄγγελος γὰρ κυρίου καταβάς ἐξ οὐρανοῦ προσελθῶν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου.” ταῦτα δὲ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τῆς ἐν τῷ Ψαλμῷ προφητευομένης ἑωθινῆς ἀντιλήψεως.

ἐπεὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν σημαίνει, οὐ μὴν ξατέληξεν ἡ κατ᾿ αὐτὸν οἰκονομία ἐν τῷ πάθει, τέλος δὲ τοῦ πάθους ἡ ἐκ νεκρῶν ἀνάστασις ἦν καὶ ἡ ἀντίληψις ἡ ἑωθινὴ, εἰκότως ὁ λόγος τῷ παραδόξῳ τέλει τὴν γραφὴν ἀνατίθεται, ὡς τῆς ὑποθέσεως ἁπάσης καὶ τῶν πρὸ τοῦ τέλους παθημάτων τῆς ἐκ νεκρῶν ἀναστάεως καὶ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς ἕνεκεν γενομένων.

εἰπὼν γοῦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ “ὁ θεὸς ὁ θεός μου πρόσσχες μοι, ἱνατί ἐγκατέλιπές με” καὶ ἑξῆς ἐπαγαγὼν τὸ “ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ,” καὶ ἔτι προσθεὶς τὸ “περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με,” καὶ σαφῶς τὸν σαφῶς τὸν θάνατον αὑτοῦ προμαρτυρόμενος διὰ τὸ “εἰς χοῦν θανάτου κατήγαγές; με, ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονη- [*](4 Jo. 20, 4. 7 Matth. 28, 1. )

v.3.p.665
ρευομένων περιέσχε με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου·” καὶ ἔτι τὰ ἀμφὶ τῷ πάθει συμβεβηκότα αὐτῷ σημήνας διὰ τοῦ “ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.’ ”

ταῦτα καὶ τὰ τούτοις παραπλήσια προειπὼν οὐκ ἐπὶ τούτοις ἔστη, ἀλλ’ ἐπιλέγει οἶ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτὸν, ὅτι οὐκ ἐξουδένωσεν, οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέ μου.

πῶς δ’ ἂν ἔλεγεν εἰσηκοῦσθαι, εἰ μὴ πάντως τετυχήκει τῶν εὐχῶν καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδεδέητο, ὅτε ἔλεγε τὸ “ εἰς χοῦν θανάτου κατήγαγές με. ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου;”

ταῦτα γὰρ εὐξάμενος καὶ δεηθεὶς ἐκ τούτων ῥυσθῆναί τε καὶ σωθῆναι, τυχὼν ὧν ηὔξατο ἐπιλέγει “ οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέ μου,” σαφῶς τὴν μετὰ θάνατον ἀναβίωσιν αὑτοῦ δηλῶν, ἥτις γέγονεν κατὰ τὴν ἑωθινὴν ἀντίληψιν, ἣν ἑξῆς προι·ὼν ὁ Ψαλμὸς παρέστησεν εἰπὼν “ σὺ δὲ κύριε μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσσχες.’ ποίαν δὴ ἀντίληψιν ἀλλ’ ἢ ἣν καὶ ἡ προγραφὴ τοῦ Ψαλμοῦ ᾐνίττετο;

Ἀλλὰ ταῦτα μὲν ἡμῖν εἰρήσθω εἰς τὴν τοῦ Ψαλμοῦ προγραφήν. εἰς δὲ τὸ “ ἤλει λαμὰ σαβαχθανί,” εἰρημένον μὲν ὑπὸ τοῦ σωτῆρος ἡμῶν αὐτοῖς Ἐβραϊκοῖς ὀνόμασι περὶ τὸν τοῦ πάθους καιρὸν, κείμενον δὲ καὶ ἐν τῷ Ψαλμῷ, ὅρα μή τις ἔγκειται βαθυτέρα θεωρία παρ’ Ἑβραίοις · ἐλωεὶμ γὰρ ὁ θεὸς ὀνομάζεται.

καὶ τοῦτο διὰ πάσης σχεδὸν εὕροις

v.3.p.666
ἂν τῆς γραφῆς, ἐπεὶ καὶ κυρίως οὕτω παρὰ τοῖς ἑβδομήκονταἔτι καὶ νῦν τῇ‘Eβραίων ὀνομάζεταιφωνι̣-ι. φέρονταί γε μὴν παρ’ αὐτοῖς ἐπὶ τῆς θείας προση- γορίας καὶ ἕτεραί τινες ἐκφωνήσεις, ὥσπερ οὖν καὶ τὸ Σαδδαί καὶ τὸ Ἰαώκαὶ τὸΗλ καὶ ἄλλα τούτοις παραπλήσια.

ὁ δὴ οὖν μετὰ χεῖρας Vιαλμὸς ἀπὸ τοὐ ἢλ ἤλει ἤλει λαμὰ σαβαχθανί περιέχει, ᾧ κἐ- κέχρηται καὶ ὁ κύριος ἡμῶν, οὐ μὴν ἀπὸ τοὺ ἐλωείμ.

ὁ γοῦν Ἀκύλας διαφορὰν εἰδὼς τῆς παρ’ Ἑβραί- ὄις θεοῦ προσηγορίας ἐκ τῶν ἐλωεὶμ σημαινομένης, τὸ νῦν δηλούμενον ἐν τῷ ἤλει ἤλει οὐκ ἠξίωσεν ὁμοίως τοῖς λοιποῖς ὁ θεὸς ὁ θεός μου μεταβαλὼν εἰπεῖν y ἀλλὰ‘‘ ἰσχυρέ μου ἰσχυρέ μου· τὸ δ’ ἀκρι- ἀκριβὲς ἐστιν ἰσχύς μου ἰσχύς μου.” ὥστε κατὰ τὴν τού- 5*- του διάνοιαν τὸν ἀμνὸν τοῦ θεοῦ τὸν ἡμέτερον σω- fl τἤρᾳ φάσκοντα τὸ ἤλει ἤλει πρὸς τὸν πατέρα λέγειν ^ ἰσχυρέ μου ἰσχυρέ μου, ἱνατί ἐγκατέλιπές ^s.^*

καὶ τάχα ἐπεὶ ἐγκατέλιπεν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, τούτου χάριν [ἐσταυρώθη], ὥς φησιν ὁ ἀπόστολος ‘καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, καὶ ζῇ ἐκ δυνάμεως θεοῦ 5 ὡς μὴ σταυρωθεὶς εἴη ἂν, εἰ μὴ ὁ ἰσχυρὸς αὐ- τοῦ καταλελοίπει αὐτόν.

καὶ ὅρα εἰ μὴ ἔπρεπε τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθέντα καὶ ὡς ἀμνὸν ἐναντίον τοῦ κείροντος ἄφω- νον, τὰς οἰκείας δυνάμεις ἀνατιθέναι τῷ θεῷ, καὶ μηδὲν ἴδιον ἔχειν ἡγεῖσθαι ἢ μόνον τὸν πατέρα· διὸ καὶ ἰσχυρὸν τὸν πατέρα αὑτοῦ ἀποκαλεῖ, ὡς καὶ ἐν ἑπτακαιδεκάτῳ wαλμῷ ἰσχὺν ἑαυτοῦ καὶ κραταίωμα καὶ καταφυγὴν τὸν πατέρα ὀνομάζει, λέγων ‘ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου, κύριος στερέωμά μου, καὶ so [*]( 2. Cor. 13, 4. 29 Ps. 18, 1. )

v.3.p.667
καταφυγή μου, καὶ ῥύστης μου.

ὁ θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτὸν, ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου.” παταλέλοιπεν οὖν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, θελήσας αὐτὸν “ μέχρι θανάτου καὶ θανάτου σταυροῦ κατελθεῖν, καὶ τοῦ κόσμου παντὸς λύτρον καὶ ἀντίψυχον ἀποδειχθῆναι, καὶ καθάρσιον γενέσθαι τῆς τῶν εἰς αὐτὸν πιστευσάντων ζωῆς.

ὁ δὲ αὐτίκα μάλα συναισθόμενος τῆς ἐνθέου καὶ πατρικῆς βουλῆς, διαγνούς τε εἰ καί τις ἄλλος τὰ αἴτια τοῦ καταλελεῖφθαι αὐτὸν ὑπὸ τοῦ πατρὸς, ἔτι πολὺ πλέον ἐταπείνωσεν ἑαυτὸν, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον πολλῇ τῇ προθυμίᾳ περιεβάλετο ‘‘ἐγένετό τε ὁ πανάγιος καὶ εὐλογητὸς ὑπὲρ ἡμῶν κατάρα, καὶ ὁ μὴ γνοὺς ἁμαρτίαν ἁμαρτία, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.’

καὶ ἔτι πρὸς τούτοις τὰς ἡμετέρας ἁμαρτίας ἀναμαξάμενος ἐσταυρώθη, ὃ ἐχρῆν ἡμᾶς τοὺς πρὶν ἀσεβεῖς παθεῖν, ἀντίψυχον ἡμῶν καὶ ἀντίλυτρον γεγενημένος, ὥστ’ ἂν εὐλόγως εἰπεῖν ἡμᾶς τὸ προφητικὸν ‘αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν. κύριος γὰρ παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.”

διόπερ ὡς παραδοθεὶς ὑπὸ τοῦ πατρὸς καὶ μαλακισθεὶς καὶ τὰς ἀνομίας ἡμῶν ἀνειληφὼς, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. συνᾴδει τούτοις καὶ ὁ ἀπόστολος λέγων ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.

κινῶν δὲ ἡμὰς ἐπὶ ζήτησιν τῆς αἰτίας [*](5 Phil. 2, 8. 13 Gal. 3, 13. 2. Cor. 5, 21. 19 Es. 53, 4. 27 Rom. 8, 32.)

v.3.p.668
δι’ ἣν αὐτὸν ὁ πατὴρ κατέλιπε, φάσκει, ἱνατι ἐγκατέλιπες; τὸ δ’ αἴτιον τοῦτο ἦν ἡ τοῦ παντὸς ἀνθρώπων γένους ἀπολύτρωσις, τῷ τιμίῳ αἵματι ἐξαγοραζομένη ἀπὸ τῆς πρὶν χαλεπῆς δουλείας, ἣν τοῖς ἀοράτοις δεσπόταις, δαίμοσιν ἀκαθάρτοις καὶ πονηροῖς ἄρχουσί τε καὶ πνεύμασι, καταδεδούλωντο.

καὶ ἄλλως δὲ καταλέλοιπεν αὐτὸν ὁ πατὴρ εἰς τὸ καὶ αὐτοῦ τοῦ Χριστοῦ τὴν ὑπὲρ ἀνθρώπων διάθεσιν ἀποδειχθῆναι. διὸ μηδενὸς ἔχοντος ἐξουσίαν τῆς αὐτοῦ ψυχῆς ἑκὼν αὐτὸς ὑπὲρ ἀνθρώπων αὐτὴν τέθεικεν, ὥσπερ οὖν διδάσκει λέγων ‘οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.”

Ἐξῆς τούτοις φησὶ ‘‘μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ” ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ‘‘μακρὰν ἀπὸ τῆς σωτηρίας μου ῥήματα βρυχήματός μου ἐξέδωκεν, ὁ δὲ Σύμμαχος “ ἀφεστήκασιν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου, καὶ καθ’ ἑτέραν δὲ φερομένην ἑρμηνείαν πέμπτην εἴρηται ‘‘μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν δεήσεων μου.

ὅρα δὴ οὖν ὅτι κατ’ οὐδετέραν τούτων τὸ τῶν παραπτωμάτων μου εἴρηται, ὡς συμβαίνειν ποτὲ σφάλματι γραφικῷ τοιαύτας τινὰς ἐναλλαγὰς φέρεσθαι. ἐκ δὲ τῆς τῶν πλειόνων ἑρμηνείας καταληπτέον, εἰ μὴ ἄρα τις κἀνταῦθα τὰ ἡμέτερα παραπτώματα ἐξοικειούμενον ταῦτα αὐτὸν εἰρηκέναι φήσειε.