Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ φοβηθήτωσαν ἀπ᾿ αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραὴλ, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ᾿ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μοῦ.” δι᾿ ὧν σαφῶς παρέστησε τῶν προωνομασμένων κακῶν τὴν ἀπαλλαγήν.
εἰ γὰρ ἐν τῶ κεκραγέναι πρὸς αὐτὸν εἰσήκουσεν αὐτοῦ, ηὔξατο δὲ ῥυσθῆναι ἀπὸ μὲν ῥομφαίας τὴν ψυχὴν αὑτοῦ, ἐκ δὲ κυνὸς τὴν μονογενῆ αὑτοῦ, καὶ ἔτι ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσιν αὑτοῦ, ἀκόλουθόν ἐστι νοεῖν τούτων ἀπαλλαγὴν εὑρέσθαι τὸν φύσαντα “ὅτι μὴ προσώχθισεν ὁ θεὸς τῇ δεήσει αὐτοῦ, μηδὲ τὸ πρόσωπον ἀπέστρεψεν ἀπ᾿ αὐτοῦ, ἀλλ᾿ ἐν τῷ κεκραγέναι εἰσήκουσεν αὐτοῦ.”
διὸ καὶ ὑπῆρξεν αὐτῷ ῥυσθέντι τῶν τοσούτων καὶ ἐκ τοῦ θανάτου διαφυγόντι συνδιατρίβειν τοῖς ἑαυτοῦ μαθηταῖς ὁμοῦ καὶ ἀδελφοῖς, καὶ ὑμνεῖν ἐν μέσῳ ἐκκληςίας τὸν πατέρα. τήρει δὲ πάλιν ὡς πτωχὸν αὖθις ἑαυτὸν ἀποκαλεῖ, συμφώνως ταῖς πρότερον παρατεθείσαις προφητείαις, δι᾿ ὧν πένης καὶ πτωχὸς ὠνομάζετο.
ἀλλ᾿ ἐπεὶ καὶ τὴν ἀνάστασιν αὑτοῦ διὰ τούτων παρέστησεν, αὖθις πρὸς τὸν πατέρα ἐπιστρέφων τὸν λόγον, παρὰ σοῦ, φηςὶν, ὁ ἔπαινός μου ἐν
διό φησι ‘‘παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλγσίᾳ μεγάλῃ.” μεγάλη γὰρ ὡς ἀληθῶς ἡ ἐκκλησία αὕτη ἐκ παντὸς γένους ἀνθρώπων συγκεκροτημένη, οὐδὲ συγκρίνεσθαι διὰ τὸ σεμνὸν καὶ ὑπερφυὲς τοῦ βίου καὶ διὰ τὸ τῶν δογμάτων μέγεθος ἀξία τῷ Ἰουδαίων ἔθνει καὶ τῇ τῶν ἐκ περιτομῆς συναγωγῇ, πάσῃ πτωχείᾳ λόγου καὶ βίου καὶ φρονήματος καὶ τῆς ἂλλης περὶ θεοῦ δόξης ἐσμικρυμμένῃ.
εἶτ’ ἐπιλέγει “τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐνώπιον πάντων τῶν φοβουμένων αὐτόν,” φοβουμένους αὐτὸν ἀποκαλῶν τὴν πρότερον ὀνομασθεῖσαν ἐκκλησίαν μεγάλην, οἷς ἔλεγεν “οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν.” ποίας δὲ εὐχὰς ἀποδώσειν φησὶν ἢ ἃς ἐπηγγείλατο,. ποίας δὲ ἐπηγγείλατο ἢ ἐκείνας δι’ ὧν ἔφησε “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε; εὐχαὶ γάρ εἰσιν αἶ ἐπαγγελίαι, ἃς ἐπαγγειλάμενος δώσειν ἐν μέσῳ ἐκκλγσίας διεβεβαιοῦτο.
τούτοις ἐξῆς ἐπιλέγει ‘‘φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἶ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἶ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.’ μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πάσαι αἶ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.”
δι’ ὦν σφόδρα ἀκολούθως τὰ μετὰ τὴν ἀνάστασιν αὐτοῦ κατορθώματα ἀναφωνεῖ, ἃ καὶ πεπλήρωται διὰ τῆς ἐξ ἀπάντων τῶν ἐθνῶν κλήσεως, διά τε τῆς ἐν τοῖς πέρασι
πένητες δὲ πάλιν ἡμεῖς, οὓς κατὰ θεὸν πτωχεύοντας ἐκτρέφων ὁ σωτήριος λόγος τῷ νοητῷ καὶ λογικῷ ἄρτῳ ταῖς ζωοποιοῖς τῶν ψυχῶν τροφαῖς τὴν αἰώνιον ἡμῖν παρέχει ζωήν. διό φησιν ὁ Ψαλμὸς “φάγονται πένηες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι καὶ αἰνέσουσι κύριον οἶ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἶ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.”
καὶ ὁ ἐπίλογος δὲ τῆς ὅλης προφητείας μετὰ πάντα ἐπιφέρων “ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος ἄντικρυς τὸν ἐξ ἐθνῶν προθεσπίζει λαὸν, καὶ τὴν διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συστᾶσαν ἐπὶ τῆς γῆς γενεάν.
τίς γὰρ ἂν εἴη ὁ μετὰ ταῦτα τεχθήσεσθαι λεγόμενος τῷ θεῷ λαὸς, πάλαι μὴ ὢν, μηδ’ ὑφεστὼς ἐν ἀνθρώποις, ὕστερον δὲ γεγονώ; τίς τε ἡ μὴ οὖσα τότε, λεγομένη δὲ ἐλεύσεσθαι γενεὰ, εἰ μὴ αὕτη ἡ διὰ τοῦ σωτῆρος ἡμῶν ἐν παντὶ τῷ κόσμῳ συστᾶσα ἐκκλησία, καὶ ὁ νέος ἐξ ἐθνῶν λαὸς, ἐφ’ ᾧ καὶ διὰ Ἡσΐου τὸ πνεῦμα τὸ ἅγιον θαυμαστικῶς ἀπεφθέγξατο φῆσαν “τίς ἤκουσε τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ, καὶ εἰ ἐτέχθη ἔθνος εἰσάπαξ.”
Ταῦτα μὲν οὖν ἡμεῖς ἐφ’ ἕτερα συνελαύνοντος τοῦ καιροῦ διαδραμόντες ἀκροθιγῶς διεξήλθομεν· ὅτῳ δ’ ἂν μέλοι τῆς τοῦ σωτῆρος ἡμῶν παρακελεύσεως, φήσαντος, ἐρευνᾶτε τὰς γραφὰς ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρφήσαντος [*](21 Es. 66, 8. 28 — ἀληθείας] Haec ex codice Fabricii accesserunt. lo. 5, 39.)