Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οἶ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. ἐνδυσάσθωσαν οἶ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοίδα αἰσχύνην αὑτῶν. ἐγὼ δὲ ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτὸν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.

καὶ πρόδηλόν γε ὁπόσοις εἰσέτι καὶ νῦν οἶ τὰς κατ’ αὐτοῦ ἀρὰς ἐν ταῖς ἑαυτῶν συναγωγαῖς ποιούμενοι παλαίουσι κακοῖς ἀπὸ τῶν αὐτῶν χρόνων μηδ’ ὅλως ἀνανεῦσαι δεδυνημένοι, ὅπως τε αὐτὸς αἶνον τῷ πατρὶ ἐν μέσῳ πολλῶν ἐθνῶν τὸν διὰ τῆς καινῆς διαθήκης αὐτοῦ καταρτίζεται, συνεργὸν τὸν πατέρα καὶ τῆς ἑαυτοῦ δεξιᾶς πάρεδρον κεκτημένος. διὸ, φησὶν, “ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτὸν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος.”

καὶ τὴν μετὰ τὸν θάνατον αὑτοῦ σωτηρίαν διδάσκει λέγων “ τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.”

ἀνωτέρω γοῦν φήσας τὸ “ κατεδίωξεν ἄνθρωπον πένητα νητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι,” καὶ σαφῶς δηλώσας ἑαυτοῦ τὸν θάνατον περιγράφων τὴν προφητείαν, τὴν μετὰ τὸν θάνατον αὑτοῦ σωτηρίαν ἠνίξατο εἰπὼν “ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν κατ’ καταδιωκόντων τὴν ψυχην μου.”

v.3.p.644
  • Ἀπὸ τοῦ Ζαχαρίου.