Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἐνώτισαι ὁ θεὸς τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, πρόσσχες μοι, καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ. φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος καὶ τὰ ἑξῆς.

οἷς “καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ · σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.”

[*](10 Ps. 54, 1.)
v.3.p.634

Τὸ “ εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα” ὅμοιόν ἐστι τῷ ‘καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν,” περὶ τοῦ Ἰούδα ἐν τῇ πρὸ ταύτης προφητείᾳ κειμένῳ.

ὥσπερ οὖν ἐν ἐκείνῳ ἐδείκνυτο ἄνθρωπος εἰρήνης ποτὲ γεγονὼς, ὅτε τῷ σωτῆρι ἐμαθητεύετο εἶς καὶ αὐτὸς τοῦ τῶν ἀποστόλων ἀριθμοῦ χρηματίσας, οὕτω καὶ ἐν τῷ προκειμένῳ ἰσόψυχος καὶ ἡγεμὼν καὶ γνωστὸς αὐτῷ προσηγόρευται.

καὶ πάλιν ὡς ἐν ἐκείνῳ περὶ αὐτοῦ εἴρητο ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν,” τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ παρόντος εἰς αὐτοῦ πρόσωπον λέγεται τὸ “ ὅς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ” καὶ γὰρ τῶν καταξιουμένων καὶ αὐτὸς εἶς ἦν τῆς ἀπορρήτου πρὸς τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν ὁμιλίας τε καὶ πνευματικῆς τροφῆς.

τοῖς μὲν γὰρ ἔξω πλήθεσι καὶ τοῖς ὄχλοις ἐν παραβολαῖς ἐλάλει, μόνοις δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, ἐν οἷς καὶ ὁ Ἰούδας ἐξητάζετο, ἐπέλυεν ἅπαντα. διὸ λέλεκται “ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν” καὶ “ ὅς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα.”

ἅπερ σαφέστερον ἐξέφηνεν ὁ μὲν Ἀκύλας εἰπὼν “οἳ ὁμοῦ ἐγλυκάναμεν ἀπόρρητον,” ὁ δὲ Σύμμαχος “ αἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν. ἀντὶ δὲ τοῦ “ σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου, καὶ γνωστέ μου” ὁ Σύμμαχός φησι σὺ δὲ ἄνθρωπε ὁμότροπέ μοι καὶ ἡγεμών μου καὶ γνωστέ μου.’ ἐπειδήπερ τοσούτων ἠξιωμένος φίλος ἐν τοῖς μάλιστα ἦν τοῦ σωτῆρος, εἰκότως φησὶ περὶ αὐτοῦ τὸ ὅτι εἰ

v.3.p.635
ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν’ καὶ τὰ ἐξῆς.

ταῦτα δὲ περὶ τοῦ Ἰούδα θεσπίσας ἀκολούθως τὴν ἐκ τοῦ θανάτου σωτηρίαν καὶ ἀποφυγὴν ἑαυτοῦ προδιάσκει λέγων “ἐγὼ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος ἔσωσέ με.” ἐσπέρας καὶ πρωὶ· καὶ διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου.’

ὡς ἐν εὐχῇ τὸν πρὸ τοῦ θανάτου καιρὸν σημαίνει, καθ’ ὃν καὶ ὁ Ἰούδας τὰ τῆς κατ’ αὐτοῦ προδοσίας συνεσκευάσατο.

τότε οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὡς ἐπὶ ὀλέθρῳ καὶ ἀπωλείᾳ τοῦ γνωρίμου δυσφορῶν, καὶ ἔτι μᾶλλον ἐπὶ τῇ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποβολῇ, ὥσπερ ἐπὶ μεμηνόσιν οἰκείοις καὶ ὡς ἐπὶ φιλτάτοις συμπάσχων, πᾶσαν τὴν πρὸς αὐτοὺς ὁμιλίαν καὶ διδασκαλίαν, διὰ τὸ μηδὲν αὐτοὺς ὠφεληκέναι, ἀδολεσχίαν ἀποκαλεῖ φάσκων “ ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν φησὶν ῾ ἐπ’ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.’

ἅπερ δύναται μὲν καὶ ἐπὶ τοὺς ἄρχοντας τῶν ἐκ περιτομῆς ἀναφέρεσθαι, τοὺς ἐχθρωδῶς καὶ ἐπιβουλευτικῶς ἐνεδρεύειν αὐτὸν πειρωμένους, δύναται δὲ καὶ περὶ δυνάμεων ἀοράτων ἔξωθεν αὐτὸν προσπολεμουσῶν καὶ τὴν δι’ ἀνθρώπων κατασκευὴν ἐνεργουσῶν λέγεσθαι.

ἃ καὶ συνᾴδειν μοι δοκεῖ τοῖς ἐν τῷ εὐανγελίῳ ὑπ’ αὐτοῦ λελεγμένοις, κατὰ τὸν τοῦ πάθους καιρὸν, ὅτε λέγει τοῖς ἑαυτοῦ μαθηταῖς περίλυπός ἐστιν ἡ ψυχή μου ἴως θανάτου· μείνατε ὧδε, καὶ γρηγορεῖτε μετ’ ἐμοῦ.’· καὶ πάλιν “ νῦν ἡ ψυχή μου τετάρακται.’· ὅμοια γοῦν τούτοις ἐστὶ καὶ τὰ ἐν τῷ [*](27 Matth. 26, 38. 29 Jo. 12, 27.)

v.3.p.636
Ψαλμῷ, ἐν ᾧ λέλεκται ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμὲ, φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος,” δι’ ὧν τῶν ἀντικειμένων δυνάμεων τὰς κατ’ αὐτοῦ ὁρμὰς σημαίνει.

ὡς γοῦν ἐν ταῖς προφητείαις ὠνόμασταί τι πνεῦμα πορνείας, κατὰ τὸ “ πνεύματι πορνείας ἐπλανήθησαν, καὶ ἄλλο πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, τὸν αὐτὸν τρόπον καὶ πνεῦμα θανάτου εἴη ἂν δειλίας ποιητικὸν, ὡς καὶ πνεῦμα ἰσχύος καὶ δυνάμεως καὶ ἀνδρείας τῆς κατὰ θεὸν ἐνεργητικόν.

οὕτω δ’ ἂν λεχθείη πνεῦμα φόβου καὶ τρόμου, καὶ πάλιν ἕτερον παρὰ ταῦτα πνεῦμα φόβου καὶ συγχύσεως, ἃ καὶ σχεδὸν εἰπεῖν ἅπασι μὲν τοῖς ἐν μαρτυρίῳ τὸν ὑπὲρ εὐσεβείας θάνατον ἀναδεχομένοις ἐφορμᾶν εἴωθε, πολὺ πλέον δὲ καὶ μᾶλλον ἐπιτέθειται αὐτῷ τὸν ὑπὲρ ἁπάντων θάνατον ὑπομείναντι.

πλὴν ἀλλ’ εἴτε πνεῦμα δειλίας καὶ θανάτου, εἴτε φόβου καὶ τρόμου, ἢ εἴ τίς γε ἑτέρα τοιαύτη δύναμις ἐπιπέπτωκεν αὐτῷ, ἀλλ’ οὔ τι γε κατέρραξεν αὐτὸν, ἐπεὶ, οἷα γενναῖος ἀθλητὴς, τὴν μὲν δειλίαν τοῦ θανάτου πεποιθήσει ζωῆς, αὐτὸς γὰρ ἡ ζωὴ, μακρὰν ἀπέρριψεν ἀποσεισάμενος. ὡσαύτως δὲ καὶ τὸ ἐπελθὸν αὐτῷ πνεῦμα φόβου ἢ τρόμου ποιητικὸν πνεύματι θάρσους καὶ δυνάμεως καὶ ἰσχύος πορρωτάτω ἀπηκόντισεν.

ἐπεὶ κατὰ Ἡσαΐαν “ ἐπανεπαύσατο ἐπ’ αὐτὸν μετὰ τῶν ἄλλων πνευμάτων καὶ πνεῦμα βουλῆς καὶ ἰσχύος. οὕτω καὶ τὸ πνεῦμα τοῦ σκότους τῇ τοῦ ἰδίου φωτὸς ἀπεσκέδασε δυνάμει, ἐπεὶ “ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.” εὕροις δ’ ἂν τὰ παραπλήσια τούτοις [*](6 Os. 3, 12. Jer. 4, 11. 25 Es. 11, 2. 29 Jo. 1, 5.)

v.3.p.637
καὶ ἐν εἰκοστῷ πρώτῳ Ψαλμῷ ἐν ᾧ πάλιν ἐκ τοῦ αὐτοῦ λέλεκται προσί που “ περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.”

καὶ πάλιν “ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. ” καὶ αὖθις “ ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.”

σαφῶς γὰρ ἐν τούτοις δυνάμεις πονηρὰς ταύρους καὶ μόσχους καὶ λέοντας καὶ κύνας καὶ μονοκέρωτας ἀποκαλεῖ, αἳ περιέσχον μὲν αὐτὸν καὶ περιεκύκλωσαν κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν, οὐ μὴν καὶ ἐνεργῆσαί τι κατ’ αὐτοῦ δεδύνηνται.

καὶ ταῦτα μὲν, εἰ * * καὶ ταῦτα Ψαλμοῦ τὰ μέρη ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀνάγοιτο· εἰ δὲ μὴ ἐπ’ αὐτὸν, ἀλλ’ ἐφ’ ἕτερον πρόσωπον, ἐπιστήσεις καὶ αὐτὸς ὡς ἂν ἐξομαλισθέντα τὰ κατὰ τὸν τόπον. πλὴν ἀλλὰ καὶ περὶ τῆς τῶν Ἰουδαίων μητροπόλεως, αὐτῆς δὴ τῆς Ἱερουσαλὴμ, ἀκολούθως μετὰ τὴν κατὰ τῶν ἐπιβουλευσάντων αὐτῷ πρόρρησιν ἐπιλέγει ἑξῆς εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας οὐ νῦν σχολὴ διηγεῖσθαι.

  • Ἀπὸ τοῦ Ψαλμοῦ ῥῆ.