Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τούτων ὧδε ἐχόντων ζητήσαι ἄν τις εἰκότως εἰ δὴ κατὰ τοὺς πάλαι καὶ πρὸ Μώσεως θεοφιλεῖς ἂνσρας τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν θεοσεβεῖν ὑποτίθεσθαι φαμὲν, μίαν τε ἡμῶν τε κἀ- κείνων εὐσέβειαν, καὶ θεοῦ γνῶσιν τὴν αὐτὴν, τί δῆτα οἱ μὲν περὶ γάμους καὶ παιδοποιίας πλείστην εἰσῆγον σπουδὴν, ἡμῖν δὲ τοῦτο παραμελεῖται τὸ μέρος.

καὶ πάλιν οἱ μὲν ταῖς διὰ ζῴων θυσίαις ἐξιλεούμενοι τὸν θεὸν ἀνεγράφησαν, ἡμῖν δὲ καὶ τοῦτο πράττειν, ὥς τι τῶν ἀνοσίων, ἀπηγόρευται. δύο γὰρ μόνα ταῦτα οὐ σμικρὸν ἔχοντα λόγον δόξειεν ἂν τοῖς ὑφ’ ἡμῶν εἰρημένοις ἀντιπίπτειν, ὡς μὴ κατὰ ταῦτα τὸν παλαιὸν σωζόντων τῆς εὐσεβείας τρόπον.

καὶ πρὸς ταῦτ’ οὖν τοιάνδε λύσιν ἐξ αὐτῶν πάρεστιν ἀναλέξασθαι τῶν παρ’ Ἑβραίοις λογίων. οἶ μὲν πρὸ Μώσεως ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένοι, ἀρχὴν ἔχοντος τότε καὶ συνισταμένου τοῦ βίου, γενέσθαι μνημο- νεύονται, τὰ δὲ καθ’ ἡμᾶς περὶ τέλος ἐλαύνειν.

διὸ τοῖς μὲν σπουδάζεσθαι τὴν τῶν διαδόχων ἐπίδοσιν εἰς πολυανθρωπίαν, αὔξοντος κατ’ ἐκεῖνο καιροῦ καὶ πληθύοντος εἰς ἀκμήν τε προϊόντος τοῦ τῶν ἀνθρώπων γένους ’ ἡμῖν δὲ μὴ σφόδρα τι τοῦτο

v.3.p.59
μέλειν, ὡς ἂν ἤδη τῶν πραγμάτων φθινόντων καὶ ἀποληγόντων ἐπὶ πέρας τε ἔσχατον ἐλαυνόντων, διαρρήδην πρὸ τῆς τοῦ βίου συντελείας τῆς εὐαγγελικῆς λικῆς διδασκαλίας ἐπὶ θύραις ἐλαύνειν λεγομένης, ἀνανεώσεως τε καὶ παλιγγενεσίας αἰῶνος ἑτέρου ὅσον οὔπω μέλλοντος ἐπιστήσεσθαι προκηρυττομένης.

μία μὲν οὖν ἀπόδοσις αὕτη· δευτέρα δ’ ἂν εἴη τοιαύτη. τοῖς μὲν παλαιοῖς ἀνειμένον καὶ ἐλεύθερον μετιοῦσι βίον οὐδὲν ἦν ἐμποδὼν οἴκου καὶ παίδων προί·στασθαι μετὰ τῆς περὶ τὸ θεῖον σχολῆς αὐταῖς γαμεταῖς καὶ παισὶ καὶ οἴκοις θεοσεβεῖν ἀπερισπάστως δυναμένοις, καὶ μηδαμῶς ὑπὸ τῶν ἐκτὸς τῆς περὶ τὰ κρείττω προθέσεως ἀποσπωμένοις · τὰ δὲ καθ’ ἡμᾶς μυρία τὰ ἐκτὸς καθέλκοντα, καὶ εἰς ἀλλοκότους φροντίδας περισύροντα, τῆς τε περὶ τὰ θεῷ ἀρεστὰ σπουδῆς ἀφιστάντα τυγχάνει.

τοῦτο γοῦν αἴτιον εἶναι τῆς τῶν γάμων συστολῆς παρίστησιν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας λόγος, φάσκων τοῦτο δέ φημι, ἀδελφοὶ, ὁ καιρὸς συνεσταλμένος. τὸ λοιπόν ἐστιν 5 ἔνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι. παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου ’ θέλω δὲ ὑμὰς ἀμερίμνους εἶναι· ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικὶ, καὶ μεμέρισται.

καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἔνα ἀρέσῃ τῷ κυρίῳ, ἔνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ [*](19 1 Cor. 7, 29.)

v.3.p.60
τῷ πνεύματι, ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῶ ἀνδρί. τοῦτο δὲ πρὸς τὸ ὑμῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπαστως.”

Διαρρήδην γοῦν ἐν τούτοις τὸ αἴτιον τῆς ἀποχῆς τοῦ γάμου παρίστησιν, τὴν τῶν καιρῶν καὶ τῶν ἐκτὸς πραγμάτων ἀβελτερίαν ἐπιμεμψάμενος, ὧν οὐδὲν τοῖς παλαιοῖς προσέπιπτεν. καὶ τρίτος δ’ ἂν εἴη παρὰ ταῦτα λόγος, καθ’ ὃν οἶ πάλαι θεοφιλεῖς παιδοποιίας πλείστην ἐποιοῦντο σπουδήν.

τῶν λοιπῶν ἀνθρώπων εἰς κακοτροπίαν ἐπιδόντων, εἰς ἀνήμερόν τε καὶ ἀπάνθρωπον καὶ θηριώδη βίον ἀποπεπτωκότων, εἴς τε ἀσεβῆ παντελῶς καὶ ἄθεον τρόπον ἀπωλισθηκότων, βραχεῖς σφόδρα καὶ ἀριθμῷ ληπτοὶ περιλειπόμενοι κατὰ τὰ πρόσθεν ἡμῖν εἰρημένα μένα τοῦ τῶν πολλῶν ὑπεξίσταντο βίου, καὶ τῆς κοινῆς τῶν λοιπῶν ἀνθρώπων συναναστροφῆς.

κεχωρισμένως δ’ οὖν τῶν ἄλλων ἐθνῶν καὶ κατὰ μόνας βιοῦντες πολιτείαν ξένην καὶ βίον φιλόσοφον καὶ ὡς ἀληθῶς θεοσεβῆ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἀνεπίμμικτον συνίσταντο.

οὖν καὶ τοῖς μετέπειτα τῆς οἰκείας θεοφοβίας ζώπυρον ἐξ αὐτῶν σπέρμα φυλάττοιτο, μηδ’ ἐκλίποι καὶ ἀπόλοιτο ἅμα τῇ τῶν ἀνδρῶν τελευτῇ τὰ τῆς κατ’ αὐτοὺς εὐσεβείας, εἰκότως παιδοποιίας καὶ παιδοτροφίας πρόνοιαν εἰσῆγον, ὡς ἂν διδάσκαλοι καὶ καθηγηταὶ γένοιντο τῶν ἰδίων παίδων, διαδόχους εὐσεβείας καὶ τῆς οἰκείας ἀρετῆς κληρονόμους τοῖς μετέπειτα καταλιπεῖν σπουδαῖον εἶναι ἡγούμενοι.

ἔνθεν μυρίοι προφῆται καὶ δίκαιοι ἄνδρες αὐτός θ’ ὁ σωτὴρ καὶ κύριος ἡμῶν, οἵ τε τούτου μαθηταὶ καὶ ἀπόστολοι ἐκ τῆς αὐτῶν διδαχῆς ἀναπεφήνασιν.

εἰ δέ τινες καὶ φαῦλοι προῆλθον

v.3.p.61
ἐξ αὐτῶν, ὡς ἅμα σίτῳ καλάμης ὑποφυείσης, ἀλλ’ οὔπω τοὺς σπείραντας αἰτιατέον, οὐδὲ τοὺς ἀναθρεψαμένους· ἐπεὶ καὶ τῶν τοῦ σωτῆρος μαθητῶν ἴσμεν τινὰς ἐξ αὐτεξουσίου παρατροπῆς ἀποσφαλέντας.

ἡ μὲν οὖν αἰτία τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν παιδοποιίας ἀνείρηται, ἣν οὐκέτι ἐφ’ ἡμῶν χώραν ἔχειν δεῖ λέγειν, ὅτε σὺν θεῷ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελιακῆς διδασκαλίας μυρία ἔθνη καὶ λαοὺς κατά τε πόλεις καὶ χώρας καὶ ἀγροὺς πάρεστιν ἡμῖν ὀφθαλμοῖς ὁρᾶν σπεύδοντα κατὰ τὸ αὐτὸ, καὶ συντρέχοντα ἐπὶ τὴν κατὰ θεὸν μάθησιν τῆς εὐαγγελικῆς διδασκαλίας· οἷς ἀγαπητὸν δύνασθαι ἐξαρκεῖν τοὺς διδασκάλους καὶ κήρυκας τοῦ τῆς θεοσεβείας λόγου, πάντων ἀπολελυμένους τῶν τοῦ βίου δεσμῶν καὶ τῶν πολυμερίμνων φροντίσων.

μάλιστα δ’ οὖν τούτοις ἀναγκαίως τανῦν διὰ τὴν περὶ τὰ κρείττω σχολὴν ἡ τῶν γάμων ἀναχώρησις σπουδάζεται, ἅτε περὶ τὴν ἔνθεον καὶ ἄσαρκον παιδοποιίαν ἀσχολουμένοις, οὐχ ἑνὸς οὐδὲ δυεῖν παίδων, ἀλλ’ ἀθρόως μυρίου πλήθους τὴν παιδοτροφίαν, καὶ τὴν κατὰ θεὸν παίδευσιν, τῆς τε ἄλλης ἀγωγῆς τοῦ βίου τὴν ἐπιμέλειαν ἀναδεδεγμένοις.

ἐπὶ τούτοις ἅπασιν εἴ τις ἀκριβῶς ἐξετάζοι τοὺς τῶν παλαιῶν βίους, περὶ ὧν τὸν λόγον ποιούμεθα, γνοίη ἂν αὐτοὺς ἐν ἀρχαῖς μὲν τῆς ἡλικίας παιδοποιουμένους, θᾶττον δὲ ἀνασχόντας καὶ ἀποπεπαυμένους. γέγραπται γὰρ ὅτι ε'ὐηρέστησεν ‘ Ενὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι τὸν Μαθουσαλά· ἀκριβῶς οὕτω τῆς γραφῆς μετὰ τὴν τοῦ παιδὸς γέννησιν εὐηρεστηκέναι τ·ῷ θεῷ τὸν δηλούμενον ἱστορούσης, καὶ οὐκέτι ἐξ ἐκείνου παῖδας αὐτῷ γενέσθαι μαρτυρούσης.

καὶ Νῶε δὲ ἂνθρω- [*](28 Gen. 5, 22.)

v.3.p.62
πος δίκαιος μετὰ τὴν τῶν παίδων γένεσιν μόνος σὺν τοῖς οἰκείοις ἐν τῇ τῶν ἐπὶ γῆς ἀπάντων φθορᾷ διασωθεὶς, πλείστοις μετὰ ταῦτα ἐπιβιοὺς ἔτεσιν, οὐδαμῶς εἰσάγεται παῖδας κτησάμενος. λέγεται δὲ καὶ ὁ ‘ Ισαὰκ ἐκ μιᾶς γαμετῆς διδύμου γονῆς πατὴρ γεγονὼς μέχρι τούτου στήσαι τὴν πρὸς γαμετὴν ὁμιλίαν. καὶ ὁ ‘ Ιωσὴφ, καὶ ταῦτα παρ’ Αἰγυπτίοις τἀς διατριβὰς πεποιημένος, οὐ πλείω δύο παίδων κατέστη πατὴρ, μίαν τὴν τούτων μητέρα ἀγόμενος.

καὶ αὐτός γε Μώσης ὅ τε τούτου ἀδελφὸς ‘ Ααρὼν πρὸ μὲν τῆς τοῦ θεοῦ ἐπιφανείας ἱστοροῦνται παιδοπεποιημένοι, μετὰ δὲ τοὺς θείους χρησμοὺς οὐκέτι ἔστιν αὐτοῖς παῖδας εὑρεῖν γεγεννημένους.

τί χρὴ λέγειν περὶ Μελχισεδέκ; οὗ καθάπαξ οὐ παῖς, οὐ γένος, οὐ διαδοχὴ φέρεται, οὐδ’ Ἰησοῦ τοῦ Μωσέως διαδόχου, οὐδὲ πλείστων ἄλλων προφητῶν.

ζητουμένης δὲ τῆς κατὰ τὸν ‘ Αβραὰμ καὶ ‘ Ιακὼβ παιδοποιίας, ἐν ἑτέροις τὸν λόγον σχολαίτερον ἀποδεδώκαμεν, ἐν οἶς περὶ τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν πολυγαμίας τε καὶ πολυπαιδίας διειλήφαμεν, ἐφ’ ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμπομεν, τοσοῦτον ἐπισημηνάμενοι, ὅτι καὶ κατὰ τοὺς τῆς καινῆς διαθήκης νόμους οὐ πάμπαν ἀπηγόρευται τὰ ·τῆς παιδοποιίας, ἀλλὰ κἀν τούτῳ τὰ παραπλήσια τοῖς πάλαι θεοφιλέσιν διατέτακται. χρῆναι γάρ φησιν ὁ λόγος τὸν ἐπίσκοπον γεγονέναι μιᾶς γυναικὸς ἄνδρα.