Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὅτι δὲ ἡ κατὰ Μωυσέα διαταγὴ Ἰουδαίοις, ὡς ἔφην, καὶ τούτοις οὐχὶ πᾶσιν, οὐδὲ γὰρ τοῖς ἐν διασπορᾷ τυγχάνουσιν, ἀλλ’ ἢ μόνοις τοῖς τὴν Πα-

v.3.p.14
λαιστίνην οἰκοῦσιν ἐφήρμοζεν, ὧδέ σοι συλλογιζο- μένῳ φανερὸν ἔσται. φησί που Μωυσῆς νομοθε- τῶν “ τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου.” καὶ ἔτι σαφέστερον ὅπου ἐχρῆν ἀπαντᾶν τοὺς πάντας τρὶς τοῦ ἔτους ἀφορίζει λέγων τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πὰν ἀρσενικόν σου ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος.

Θεωρεῖς ὡς οὐκ ἐν πάσῃ πόλει, οὐδ’ ὅπου ἔτυχεν, ἀπαντᾶν προστάττει, ἀλλ’ ἐν τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου · ἔνθα τρισὶν ἑκάστου ἐνιαυτοῦ καιροῖς ἐπὶ ταὐτὸ συνιέναι νομοθετεῖ, καὶ τοὺς καιροὺς ἀφορίζει, καθ’ οὓς ἀπαντὰν ἐχρῆν ἐν τῷ τόπῳ, ἐν ᾧ τὰ τῆς κατ’ αὐτὸν λατρείας ἐπετελεῖτο, ἴνα μὲν τοῦ πάσχα, δεύτερον τὸν μετὰ τεντήκουτα ἡμέρας ἐπὶ τῆς ὀνομαζομένης Πεντηκοστῆς ἑορτῆς, καὶ τρίτον τῷ ἑβδόμῳ μηνὶ μετὰ τὸ πάσχα κατὰ τὴν τοῦ ἱλασμοῦ ἡμέραν, καθ’ ἣν εἰσέτι νῦν Ἰουδαῖοι πάντες τὴν νηστείαν ἐπιτελοῦσιν · ἐπαρᾶταί τε τοῖς μὴ ἐμμένουσι τοῖς νομοθετουμένοις.

οὐκοῦν τοὺς μέλλοντας ἅπαντας ἀπαντᾶν τρὶς τοῦ ἔτους εἰς τὰ Ἰεροσόλυμα καὶ τὰ νόμιμα πληροῦν οὐ πόρρω που τῆς Ἰουδαίας ἐχρῆν δήπου οἰκεῖν· ἀλλ’ εἰσὶν ἀμφὶ τοὺς ὅρους· εἰ δὲ δὴ τοῖς πορρωτάτω τῆς Παλαιστίνης οἰκοῦσιν Ἰουδαίοις ἀδύνατα ἦν τελεῖν τὰ νενομοθετημένα, πολλοῦ φάναι τοῖς πᾶσιν ἔθνεσι καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς ἐφαρμόζειν.

ἐπάκουσον δὲ τίνα τρόπον ὁ αὐτὸς πάλιν νομοθέτης τὴν ἀπὸ λέχους γυναῖκα ἀπαντὰν προσ- [*](3 Exod. 23, 17. 6 Exod. 34, 23. Deut. 16, 16. 20 Deut. 27, 26.)

v.3.p.15
τάττει καὶ θυσίας τῷ θεῷ προσφέρειν, λέγων οὕτως “ καὶ ἐλάλησε κύριος πρὸς Μωυσῆν, λέγων λάληλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, γυνὴ ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν ἀκάθαρτος θαρτος ἔσται ἑπτὰ ἡμέρας.”

Εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέρει “ καὶ ὅταν πληρωθῶσιν αἷ ἡμέραι καθάρσεως αὐτῆς ἐφ’ υἱῷ ἢ ἐπὶ θυγατρὶ, προσοίσει ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωμα, καὶ νεοσσὸν περιστερὰς ἢ τρυγόνα περὶ ἁμαρτίας, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα προσοίσει αὐτὰ ἔναντι κυρίου. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς του αἵματος ἀύτης. οὕτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ.”

Ἔτι πρὸς τούτοις ὁ αὐτὸς καὶ τὸν ἀπὸ κήδους καὶ νεκρῶν ἐπαφῆς προστάττει μὴ ἄλλως καθαίρεσθαι ἢ διά τινος σποδοῦ δαμάλεως, ἐφ’ ὅλαις ἡμέραις ἑπτὰ τῶν συνήθων ἀποστάντα.

λέγει γοῦν “ καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσκειμένοις προσλύτοις ἐν μέσῳ αὐτῶν νόμιμον αἰώνιον. ὁ ἀπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας · ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇτρίτῃ καὶ τῇ ἑβδόμῃ καθαρισθήσεται·

ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἕσται. πας ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ καὶ μή ἁγνισθῇ,, τὴν σκηνὴν τοῦ μαρτυρίου τοῦ κυρίου ἐμίανεν. ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν · ἀκάθαρτός ἐστιν, ἀκαθαρσία ἐπ’ αὐτῷ ἔσται.

καὶ οὗτος ὁ νόμος ’ ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν [*](2 et 6 Levit. 12, 1. 5, 6. 18 Num. 19, 10.)

v.3.p.16
οἰκία, πᾶς εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ πάντα ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτά ἐστιν ἑπτὰ ἡμέρας. καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμῷ καταδέδεται, ἀκάθαρτα ἔσται, καὶ πᾶς ὃς ἂν ἅψηται ἐπὶ πρόσωπον τοῦ πεδίου τραυματίου ῥομφαίας, ἢ νεκροῦ, ἢ ὀστέου ἀνθρωπίνου, ἢ μνήματος, ἀκάθαρτός ἐστιν ἑπτὰ ἡμέρας, καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ, καὶ ἐκχεοῦσιν αὐτὴν εἰς σκεῦος, καὶ λήψονται ὕσσωπον· καὶ βάψει ἀνὴρ καθαρὸς, καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ τὰ σκεύη καὶ τὰς ψυχὰς, ὅσοι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου, ἢ τοῦ τραυματίου, ἢ τοῦ τεθνηκότος, ἢ τοῦ μνήματος.

καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ πλυνεῖ τὰ ἱμάτια ἑαυτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἐσπέρας. καὶ ἄνθρωπος ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ . ἐκείνη ἐκ τῆς συναγωγῆς, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν. καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον.

Ταῦτα Μωυσῆς' νομοθετήσας τὸν τρόπον τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἐπεκδιδάσκει, δάμαλιν πυρρὰν ἄμωμον ὁλοκαυτοῦσθαι προστάττων, καὶ ἀπὸ τῆς σποδιὰς αὐτῆς ἐμβάλλεσθαι τῷ ὕδατι ἐξ οὗ χρῆναι καθαίρεσθαι τοὺς ἐπὶ νεκρῷ μεμολυσμένους.

ποῦ δὲ χρὴ ὁλοκαυτοῦσθαι τὴν δάμαλιν, ποῦ δὲ τὴν ἐν λέχει προσφέρειν τὰς θυσίας, ποῦ δὲ τὰ λοιπὰ νόμιμα συντελεῖν, ὅτι μὴ ἀδιαφόρως ἐν παντὶ τόπῳ, ἀλλ’ ἐν μόνῳ ἐνὶ ᾧ αὐτὸς ἀφορίζει, δῆλον ἀφ’ ὧν νομοθετεῖ [*](24 Νυm. 19, 2.)

v.3.p.17
λέγων “καὶ ἔσται ὁ τόπος ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν, ἐν αὐτῷ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμίν σήμερον.”

Καὶ διαστέλλεται ἑξῆς ἀκριβῶς ἐπιλέγων “πρόσεχε σεαυτῷ μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου, οὗ ἂν ἴδης, ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν πόλεων σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐντέλλομαι ὑμῖν σήμερον.

Καὶπροστίθησι λέγων οὐ δυνήσῃ φαγεῖν ἐν πάσαις ταῖς πόλεσι τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχάς σου ὅσας ἂν εὔξησθε, καὶ τἀς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, ἀλλ’ ἢ ἐναντίον κυρίου τοῦ θεοῦ σου φαγῇ αὐτὰ ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου.”

Καὶ ἔτι προελθὼν ἐπασφαλίζεται τὸν λόγον ἐν ᾧ φησιν “ πλὴν τὰ ἅγιά σου ἐὰν γένωνταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον ὅν ἄν ἐκλέξηται κύριος ὁ θεός σου ἐαυτῷ.”

Καὶ πάλιν “ δεκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου · τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν. καὶ φαγῇ αὐτὸ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.”

Εἶτ’ ἐπιλογισάμενος τί δέοι πράττειν εἰ μακρὰν ἀφεστὼς εἴη ὁ πρὸς αὐτοῦ δηλούμενος τόπος, [*](1 Deut. 12, 11. 5 Deut. 5, 13. 10 Deut. 5, 17. 20 Deut. 12, 26. 24 Deut. 14, 22.)

v.3.p.18
ὁ δὲ καρπὸς τῶν γεννημάτων πολὺς, πῶς δέοι παρα- κομίζειν οἴκοθεν εἰς τὸν τοῦ θεοῦ τόπον τοὺς ἐπετείους καρποὺς τῆς ὁλοκαυτώσεως, καὶ περὶ τούτου τόνδε τίθησι τὸν νόμον

“ ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς, καὶ μὴ δυνήσῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου 5 ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου, καὶ ἀποδώσεις αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν, καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντὸς οὑ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σικέρᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου.”

Καὶ αὖθις τὸν τόπον ἐπισφραγίζεται ὧδέ πως φάσκων “ πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσί σου, καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἀποίσεις c κυρίῳ τῷ θεῷ σου. οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου, καὶ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου· ἐναντίον κυρίου τοῦθεοῦσου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου.”

Μετὰ ταῦτα πάλιν θέα τίνα τρόπον καὶ τὰ | περὶ τῶν ἑορτῶν διαστέλλει οὐκ ἄλλοθι γῆς ἀλλ’ ἢ ἐν μόνῳ τῷ δηλουμένῳ τόπῳ πανηγυρίζειν. λέγει δ’ οὖν “ φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν.”