Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Εἴρηται μὲν ἤδη καὶ πρότερον ἐν τῇ ρασκευῇ ὡς ὁ Χριστιανισμὸς οὔτε Ἑλληνισμός τίς ἐστιν οὔτε Ἰουδαἰ·σμὸς ^ οἰκεῖον δέ τινα φέρων χαρα-

v.3.p.9
κτῆρα θεοσεβείας, καὶ τοῦτον οὐ νέον οὐδὲ ἐκτετοπισμένον, ἀλλ’ εὖ μάλα παλαίτατον καὶ τοῖς πρὸ τῶν Μωυσέως χρόνων θεοφιλέσιν ἐπ’ εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ μεμαρτυρημένοις συνήθη καὶ γνώριμον. πλὴν ἀλλὰ καὶ νῦν ἐπιθεωρήσαντες τί ποτ’ ἐστὶν ὅ τε Ἑλληνισμὸς καὶ Ἰουδαϊσμὸς σκεψώμεθα ποτέρῳ τούτων ὑπηγμένους τοὺς πρὸ Μωυσέως θεοφιλεῖς ἄνδρας πρὸς αὐτοῦ Μωυδέως θεοφιλεῖς καὶ ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένους εὕροιμεν ἄν.

τὸν μὲν Ἰουδαἱσμὸν εὐλόγως τις ἂν ὀνομάσειε τὴν κατὰ τὸν Μωυσέως νόμον διατεταγμένην πολιτείαν, ἑνὸς ἐξημμένην τοῦ ἐπὶ πάντων θεοῦ, τὸν δὲ Ἑλληνισμὸν, ὡς ἐν κεφαλαίῳ φάναι, τὴν κατὰ τὰ πάτρια τῶν ἐθνῶν ἁπάντων εἰς πλείονας θεοὺς δεισιδαιμονίαν.

τί οὖν φήσαιμεν ἂν περὶ τῶν πρὸ Μωυσέως καὶ πρὸ τοῦ ΙουδαΪσμοῦ θεοφιλῶν ἀνδρῶν, ὧν ὁ μωυσῆς ἐμνημόνευσεν, οἷον περὶ Ἐωὼχ, ᾧ μαρτυρεῖ λέγων “ εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ, ” καὶ περὶ τοῦ Νῶε, περὶ οὗ πάλιν φησὶ “Νῶε δὲ ἦν ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ, ” περί τε τοῦ Σῆμ’ καὶ τοῦ Ἰάφεθ, περὶ ὧν ταῦτα ἀναγράφει “ εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σῆμ’, καὶ πλατύναι ὁ θεὸς τῷ ‘Ιάφεθ.”

καὶ ἔτι πρὸς τούτοις περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ, οἷς καὶ τὸν Ἰὼβ συναριθμεῖν εὔλογον, λόγον καὶ καὶ εἴ τινες ἄλλοι τὸν ἐμφερῆ τούτοις ἐξήλωσαν βίον; ἆρά γε Ἰουδαίους αὐτοὺς χρῆναι γεγονέναι ἢ Ἐλληνας; ἀλλὰ γὰρ Ἰουδαῖοι μὲν οὐκ ἂν εὐλόγως λεχθεῖεν, μήπω τῆς Μωυσέως παρεισχθείσης τῷ βίῳ νομοθεσίας.

εἰ γὰρ Ἰουδαϊσμὸς οὐδὲν (18) ἦν ἕτερον ἢ ἡ κατὰ Μωυσέα πομπεία, Μωυσῆς δὲ [*](17 εὐηρέστησε — ὁ θεὸς τῷ Ἰάφεθ] Gen, 5, 22. 24. 6, 9. 9, 26. 27.)

v.3.p.10
μακροῖς ὕστερον χρόνοις τῶν εἰρημένων πέφηνε, δηλον ὡς οὐκ ἂν εἶεν Ἰουδαῖοι οἱ πρὸ τῶν αὐτοῦ χρόνων ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένοι. ἀλλ’ οὐδὲ Ἕλληνας προσήκει νομίζειν αὐτοὺς, μὴ xfj πολυθέῳ δεισιδαιμονίᾳ κεκρατημένους.

ὅ τε γὰρ Ἀβραὰμ καταλεῖψαι τελέως λέγεται οἶκον πατρῷον καὶ συγγένειαν καὶ ἐνὶ μόνῳ προσεσχηκέναι θεῷ, ὃν καὶ ὁμολογεῖ φάσκων “ ἐκτενῶ πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.”

ὅ τε ‘Ιακὼβ άναγέγραπται παρὰ τῷ Μωυσεῖ φήσας τῷ οἴκῳ καὶ πᾶσι τοῖς αὐτοῦ ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς βεθὴλ, καὶ ποιήσομεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ' ἐμοῦ καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ἡ ἐπορεύθην. καὶ ἔδωκαν τῷ Ιακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἤσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ ἔκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἴως τῆς σήμερον ἡμέρας.”

Εἰ δὴ οὖν καὶ τῆς εἰδωλολάτρου πλάνης ἀλλότριοι καθεστήκεσαν, καὶ Ἰουδαϊσμοῦ δὲ ἐκτὸς γεγονότες ἀπεδείχθησαν, ὅμως γε μὴν οὔτε Ἕλληνες οὔτε Ἰουδαῖοι φύντες θεοφιλεῖς γεγονέναι μεμαρτύρηνται καὶ δίκαιοι καὶ εὐσεβεῖς, εἰ καί τινες ἄλλοι, ὥρα τρίτον ἐπινοεῖν θεοσεβείας τρόπον, δι’ οὑ κατορθῶσαι εἰκὸς ἢν αὐτούς.

σκόπει τοιγαροῦν εἰ μὴ τοῦτ’ αὐτὸ ἦν τὸ μεταξὺ Ἰουδαϊσμοῦ καὶ Ἑλληνισμοῦ τρίτον ἡμῖν ἀποδεδειγμένον τάγμα, παλαίτατον μὲν καὶ πάντων τυγχάνον πρεσβύτατον, νεωστὶ [*](8 Gen. 14, 22. 11 Gen. 35, 2.)

v.3.p.11
δὲ διὰ τοῦ ἡμετέρου σωτῆρος πᾶσι τοῖς ἔθνεσι κατηγ- γελμένον.

καὶ τοῦτ’ ἂν εἴη ὁ ριστιανισμὸς, οὔτε Ἑλληνισμός τις ὢν οὔτε Ἰουδαϊσμὸς, ἀλλὰ τὸ μεταξὺ τούτων, παλαίτατον εὐσεβείας πολίτευμα, καὶ ἀρχαιοτάτη μέν τις φιλοσοφία, πλὴν ἀλλὰ νεωστὶ πᾶσιν ἀνθρώποις τοῖς καθ’ ὅλης τῆς οἰκουμένης νενομοθετημένη· ὥστε τὸν ἐξ Ἑλληνισμοῦ ἐπὶ τὸν Χριστιανισμὸν μετατιθέμενον οὐκ ἐπὶ Ἰουδαϊσμὸν ἐκπίπτειν, οὐδ’ αὖ πάλιν ἐκ τῆς Ἰουδαϊκῆς ἐθελοθρησκείας ἀναχωροῦντα εὐθύς Ἕλληνα γενέσθαι, τὸν δὲ ἐξ ἑκατέρου τάγματος, ἔκ τε Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ, μεθιστάμενον ἐπὶ τὸν μέσον παριέναι νόμον τε καὶ βίον τὸν τῶν πάλαι θεοφιλῶν καὶ δικαίων ἀνδρῶν, ὃν ὁ σωτὴρ καὶ κύριος ἡμῶν μακρὸν ἐφησυχάσαντα χρόνον αὖθις ἀνενεώσατο ἀκολούθως τοῖς αὐτοῦ Μωυσέως καὶ τῶν λοιπῶν προφητῶν περὶ τούτων αὐτῶν θεσπίσμασιν.

ἐν γοῦν τοῖς πρὸς τὸν Ἀβραὰμ χρησμοῖς αὐτὸς ὁ Μωυσῆς ἀναγράφει θεσπίζων ὡς ὅτι μελλήσουσιν ἐν ὑστέροις ποτὲ χρόνοις οὐχ οἱ τοὐ Ἀβραὰμ ἀπόγονοι, οὐδ’ οἱ ἐκ σπέρματος αὐτοῦ Ἰουδαῖοι, ἀλλὰ γὰρ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ πάντα τὰ ἔθνη ἐπὶ τῷ ὁμοίῳ τρόπῳ τῆς τοῦ Ἀβραὰμ θεοσεβείας εὐλογίας παρὰ θεοῦ καταξιωθήσεσθαι.

γράφει δὲ οὕτως καὶ εἶπε κύριος τῷ Ἀβραὰμ, ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογμένος, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε κατα- [*](19 Geu. 12, 1.)

v.3.p.12
ράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἶ φυ- λαὶ τῆς γῆς.” καὶ πάλιν ὁ θεὸς εἶπε ô μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.”

Πῶς δ’ ἂν ἔμελλον τῷ Ἀβραὰμ ἐνευλογηθήσεσθαι πάντα τὰ ἔθνη καὶ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, εἰ μηδέν τι προσήκοντες ὑπῆρχον αὐτῷ, μήτε κατὰ ψυχῆς τρόπον μήτε κατὰ σώματος συγγένειαν; τῆς τε γὰρ κατὰ σάρκα συγγενείας τίς ἦν πρὸς τὸν Ἀβραὰμ συγγένεια Σκύθαις, φέρε εἰπεῖν, ἢ Αἰγυπτίοις, ἡ Αἰθίοψιν, ἢ Ἰνδοῖς, ἢ Βρεττανοίς, ἢ Ἰσπανοῖς ; ἢ πῶς ἂν ταῦτα τὰ ἔθνη καὶ τὰ ἔτι τούτων ἀπῳκισμένα τῆς πρὸς τὸν Ἀβραὰμ κατὰ σάρκα συγγενείας γενείας χάριν ἔμελλον εὐλογηθήσεσθαι;

ἀλλ’ οὐδὲ τῆς κατὰ ψυχὴν εὐλογίας εἰκὸς ἦν κοινωνήσειν τῷ Ἀβραὰμ πάντα τὰ ἔθνη. πῶς γὰρ, ὅτε τὰ μὲν αὐτῶν τῶν ἐκθέσμοις μητρογαμίαις καὶ θυγατρομιξίαις, τὰ δ’ ἀκολάστοις ὁμιλίαις ἀρρένων πρὸς ἄρρενας ἀνεφύρετο, φύρετο, τὰ δὲ τὴν εὐσέβειαν ἐν ἀνθρωποθυσίαις καὶ ζῴων ἀλόγων θεοποιίαις, ἀψύχου τε ὕλης ἱδρύμασι, καὶ πνευμάτων πολυπλανῶν δεισιδαιμονίαις ἀνετίθετο, τὰ ’δε ζῶντας κατακαίειν τοὺς γεγηρακότας, τὰ δὲ περὶ τοὺς φιλτάτους παραδιδόναι, τὰ δὲ καὶ νεκρῶν ἀπογεύεσθαι καλὸν εἶναι καὶ εὐσεβὲς ἡγεῖτο;

πῶς οὖν τοὺς ἐν τῷ τοιούτῳ θηριώδει βίῳ προηγμένους τῆς τοῦ θεοφιλοῦς μετασχεῖν οἷόν τε ἦν εὐλογίας, εἰ μήποτ’ ἄρα τῆς θηριωδίας μεταβα- [*](2 Gen. 18, 17.)

v.3.p.13
λόντες τοῦ ὁμοίου τρόπου τῆς τοῦ Ἀβραὰμ θεοσε- βείας ἤμελλόν ποτε μεταλήψεσθαι; ἐπεὶ κἀκεῖνος, ἀλλοεθνής τις ὢν καὶ ἀλλότριος ἧς ὕστερον μετῆλ- θεν εὐσεβείας, λέγεται μετατεθεῖσθαι, καὶ τῆς πα- τρικῆς δεισιδαιμονίας μεταβεβλῆσθαι, οἶκόν τε καὶ συγγένειαν καὶ ἔθη πάτρια, βίου τε ἀγωγὴν, ἐν ᾗ γεγέννητό τε καὶ τέθραπτο, καταλελοιπέναι, ἠκολου- θηκέναι δὲ θεῷ, τῷ καὶ τοὺς χρησμοὺς αὐτῷ τοὺς ἀναγράπτους δεδωκότι.

εἰ μὲν οὖν Μωυσῆς μετὰ τὸν Ἀβραὰμ γενόμενος καὶ πολιτείαν τινὰ διὰ τῆς ἐκδοθείσης ὑπ’ αὐτοῦ νομοθεσίας τῷ Ἰουδαίων ἔθνει καταβεβλημένος τοιαῦτα ἐνομοθέτησεν, οἶα καὶ τοῖς πρὸ αὐτοῦ θεοφιλέσι κατώρθωτο, καὶ οἷα δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσιν ἐφαρμόττειν, ὡς δύνασθαι κατὰ τὴν Μωυσέως διαταγὴν πάσας τὰς φυλὰς τῆς γῆς καὶ πάντα τὰ ἔθνη θεοσεβεῖν, ἦν εἰπεῖν ὅτι διὰ τῆς Μωυσέως νομοθεσίας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν θεοσεβήσαντας καὶ τὸν Ιουδαι·σμὁν ζηλώσαντας, πρὸς αὐτούς τε γενησομένους κατὰ τὸν νόμον, εὐλογηθήσε- σθαι τῇ τοῦ Ἀβραὰμ εὐλογίᾳ προηγόρευε τὰ λόγια, ἐχρῆν δὲ καὶ ἡμᾶς τὰ παρὰ Μωυσεῖ διατεταγμένα φυλάττειν· ἐπεὶ δὲ οὐκ ἦν ἡ κατὰ Μωυσέα πολι- τεία κατάλληλος τοῖς λοιποῖς ἔθνεσιν ἀλλ’ ἢ μό- ν0ις Ἰουδαίοις, καὶ τούτοις οὐχὶ τοῖς πᾶσιν, ἀλλὰ τοῖς ἐπὶ τῆς Ἰουδαίας γῆς τὰς διατριβὰς ποιουμένοις, ἕτερον ἐχρῆν ἐξ ἅπαντος ὑποστῆναι τρόπον παρὰ τὸν Μωυσέως νόμον, καθ’ ὃν ἔμελλον βιοῦντα ὁμοίως τῷ Ἀβραὰμ τὰ καθ’ ὅλης οἰκουμένης ἔθνη τῆς ἴσης αὐτῷ κοινωνήσειν εὐλογίας.